previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τίς παρὰ τῷ Πλάτωνι κερασβόλος, καὶ διὰ τί τῶν σπερμάτων ἀτεράμονα γίγνεται τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν.


ἐν ταῖς Πλατωνικαῖς 1 συναναγνώσεσιν 2 λεγόμενοςκερασβόλοςκαὶἀτεράμωνζήτησιν ἀεὶ παρεῖχεν, οὐχ ὅστις εἴη: δῆλον γὰρ ἦν, ὅτι τῶν σπερμάτων τὰ προσπίπτοντα τοῖς τῶν βοῶν κέρασιν ἀτεράμονα τὸν καρπὸν ἐκφύειν νομίζοντες, οὕτω τὸν αὐθάδη καὶ σκληρὸν ἄνθρωπον ἐκ μεταφορᾶς κερασβόλον καὶ ἀτεράμονα προσηγόρευον ἀλλὰ περὶ αὐτῆς διηπορεῖτο τῆς αἰτίας, καθ᾽ ἣν τοῦτο πάσχει τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν σπέρματα. καὶ πολλάκις ἀπειπάμεθα τοῖς φίλοις, οὐχ ἥκιστα Θεοφράστου δεδιττόμενοι 3 τὸν λόγον, ἐν οἷς πολλὰ συναγήοχε καὶ ἱστόρηκε 4 τῶν τὴν αἰτίαν ἀνεύρετον ἡμῖν ἐχόντων: οἷός ἐστιν τῶν ἀλεκτορίδων ὅταν τέκωσι περικαρφισμός, τε καταπίνουσα 5 φώκη τὴν πιτύαν ἁλισκομένη 6, καὶ τὸ κατορυσσόμενον ὑπὸ τῶν ἐλάφων κέρας καὶ τὸ ἠρύγγιον 7, μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, ἅπαν ἐφίσταται τὸ αἰπόλιον: [p. 258] ἐν τούτοις γὰρ καὶ τὰ κερασβόλα τῶν σπερμάτων προτίθεται 8, πρᾶγμα πίστιν ἔχον ὅτι γίγνεται, τὴν δ᾽ αἰτίαν ἔχον ἄπορον παγχάλεπον. ἀλλ᾽ ἔν γε Δελφοῖς παρὰ δεῖπνον ἐπέθεντό τινες ἡμῖν τῶν ἑταίρων, ὡς οὐ μόνον
γαστρὸς ἀπὸ 9 σξηνειδερυς μαμλεπλείης βουλὴν καὶ μῆτιν ἀμείνω
10 γιγνομένην ἀλλὰ καὶ τὰς ζητήσεις πολὺ προθυμοτέρας καὶ θρασυτέρας τὰς ἀποφάνσεις 11 τοῦ οἴνου ποιοῦντος, ἀξιοῦντες εἰπεῖν τι περὶ τοῦ προβλήματος.


εἶχον μὲν οὖν ἀρνούμενος οὐ φαύλους συνηγόρους, Εὐθύδημον τὸν συνιερέα καὶ Πατροκλέα 12 τὸν γαμβρόν, οὐκ ὀλίγα τοιαῦτα τῶν ἀπὸ γεωργίας καὶ κυνηγίας προφέροντας: οἷον ἐδόκει τὸ περὶ τὴν χάλαζαν εἶναι τὴν ὑπὸ χαλαζοφυλάκων αἵματι σπάλακος ῥακίοις γυναικείοις ἀποτρεπομένην 13 καὶ τὸ τῶν ἀγρίων ἐρινεῶν, ταῖς ἡμέροις περιαπτόμενα συκαῖς ἀπορρεῖν οὐκ ἐᾷ τὸν καρπὸν ἀλλὰ συνέχει καὶ συνεκπεπαίνει: καὶ τὸ τὰς ἐλάφους ἁλμυρὸν ἀφιέναι, τοὺς δὲ σῦς γλυκὺ τὸ δάκρυον ἁλισκομένους. ‘ἀλλ᾽ ἐὰν ταῦτ᾽ἔφηζητῇς Εὐθύδημος, ‘αὐτίκα δεήσει σε καὶ περὶ τοῦ σελίνου καὶ περὶ τοῦ κυμίνου διδόναι λόγον, ὧν τὸ μὲν ἐν τῷ βλαστάνειν καταπατοῦντες καὶ συντρίβοντες οἴονται τιον αὐξάνεσθαι, τὸ δ᾽ ἂν 14 καταρώμενοι σπείρωσι καὶ λοιδοροῦντες.’


[p. 259] ἐπεὶ δὲ τοῦτο μὲν Φλῶρος ᾤετο παιδιὰν εἶναι καὶ φλύαρον, ἐκείνων δ᾽ οὐκ ἄν 15 τινα τῆς αἰτίας ὡς ἀλήπτου 16 προέσθαι τὴν ζήτησινἐξεύρηκα 17ἔφηνφάρμακον, πρὸς τὸν λόγον ἐφ᾽ ἡμᾶς 18 προσάξεις τουτονί, ἐὰν 19 καὶ σὺ διαλύσῃς ἔνια τῶν ἐκκειμένων. δοκεῖ δή μοι ψυχρότης: τὸ ἀτέραμον ἐμποιεῖν τοῖς τε πυροῖς 20 καὶ τοῖς χέδροψι, πιέζουσα καὶ πηγνύουσα τὴν ἕξιν ἄχρι σκληρότητος: δὲ θερμότης εὐδιάλυτον καὶ μαλακόν; ὅθεν οὐκ ὀρθῶς οἱ λέγοντες
ἔτος φέρει οὔτις ἄρουρα
21 τὰ καθ᾽ Ὁμήρου 22 λέγουσι: τὰ γὰρ ἔνθερμα φύσει χωρία, κρᾶσιν εὐμενῆ τοῦ ἀέρος ἐνδιδόντος, ἐκφέρει μαλακωτέρους τοὺς: καρπούς. ὅσα τοίνυν ἐκ τῆς χειρὸς εὐθὺς εἰς τὴν γῆν ἀφιέμενα 23 ἐμπίπτει τῶν σπερμάτων, ἐνδυόμενα καὶ λοχευόμενα τῇ κρύψει μᾶλλον ἀπολαύει τῆς ἐν τῇ γῇ θερμότητος καὶ ὑγρότητος: τὰ δὲ προσκρούοντα τοῖς κέρασι τῶν βοῶν οὐ τυγχάνει τῆςἀρίστηςκαθ᾽ Ἡσίοδον 24εὐθημοσύνης 25, ’ ἀλλὰ σφαλλόμενα καὶ παρολισθαίνοντα ῥιπτομένοις μᾶλλον σπειρομένοις προσέοικεν ὅθεν φθείρουσιν αὐτὰ παντάπασιν αἱ ψυχρότητες, δύστηκτα καὶ ἄχυμα καὶ ξυλώδη τοῖς χιτῶσι [p. 260] γυμνοῖς ἐπισκήπτουσαι ποιοῦσιν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν λίθων τὰ ἔγγαια 26 καὶ ζῳόφυτα μέρη μαλακώτερα τῶν ἐπιπολῆς ἀλέα φυλάττει: διὸ καὶ κατορύττουσιν οἱ τεχνῖται τοὺς ἐργασίμους λίθους, ὥσπερ ἐκπεπαινομένους ὑπὸ τῆς θερμότητος: οἱ δ᾽ ὕπαιθροι 27 καὶ γυμνοὶ διὰ ψῦχος ἀντίτυποι καὶ δυσμετάβλητοι καὶ ἀτεράμονες 28 ἀπαντῶσι τοῖς ἔργοις. τοὺς δὲ καρπούς, κἂν ἐπὶ τῆς ἅλω διαμείνωσι πλείω χρόνον ὑπαίθριοι καὶ γυμνοί, μᾶλλον ἀτεράμονας γίγνεσθαι λέγουσι τῶν εὐθὺς αἰρομένων. ἐνιαχοῦ δὲ καὶ πνεῦμα λικμωμένοις ἐπιγιγνόμενον ἀτεράμονας ποιεῖ διὰ τὸ ψῦχος, ὥσπερ ἐν Φιλίπποις τῆς Μακεδονίας ἱστοροῦσι: τοῖς δ᾽ ἀποκειμένοις βοηθεῖ τὸ ἄχυρον. οὐ δεῖ δὲ θαυμάζειν ἀκούοντας τῶν γεωργῶν, ὅτι καὶ δυεῖν αὐλάκων παραλλήλων μὲν ἀτεράμονας 29, δὲ τεράμονας ἐκφέρει τοὺς καρπούς: καὶ μέγιστόν ἐστι, τοῦ κυάμου 30 τῶν λοβῶν οἱ μὲν τοίους οἱ δὲ τοίους, δηλονότι τοῖς μὲν ἧττον τοῖς δὲ μᾶλλον πνεύματος ψυχροῦ προσπεσόντος 31 32 ὕδατος.’ [p. 261]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: