previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί τοῦ μὲν οἴνου τὸ μέσον, τοῦ δ᾽ ἐλαίου τὸ ἐπάνω, τοῦ δὲ μέλιτος τὸ κατώτατον γίγνεται βέλτιον.


Ἀλεξίων πενθερὸς κατεγέλα τοῦ Ἡσιόδου 1 παραινοῦντοςἀρχομένου πίθου καὶ λήγοντος ἐμφορεῖσθαι, μεσσόθι δὲ φείδεσθαιὅπου τὸ χρηστότατον οἰνάριον ἔστι. ‘τίς γάρἔφηοὐκ οἶδεν, ὅτι τοῦ μὲν οἴνου τὸ μέσον γίγνεται βέλτιστον, τοῦ δ᾽ ἐλαίου τὸ ἀνωτάτω, τὸ δὲ κατωτάτω τοῦ μέλιτος; δ᾽ ἐᾶν ἐκέλευε τὸν ἐν μέσῳ οἶνον 2 καὶ περιμένειν, ἄχρι ἂν μεταβάλῃ πρὸς τὸ χεῖρον, ἀποδεοῦς τοῦ πίθου γενομένου.’ ῥηθέντων δὲ τούτων, χαίρειν ἐάσαντες; τὸν Ἡσίοδον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν τῆς διαφορᾶς 3 ὥρμησαν.


μὲν οὖν τοῦ μέλιτος λόγος οὐ πάνυ πολλὰ πράγματα παρέσχεν ἡμῖν, πάντων ὡς ἔπος εἰπεῖν ἐπισταμένων, ὅτι τὸ κουφότατον ὑπὸ μανότητος κουφότατὸν ἐστι, τὸ δὲ πυκνὸν καὶ συνεχὲς διὰ βάρος ὑφίσταται τῷ λοιπῷ: κἂν περιτρέψῃς τὸ ἀγγεῖον, αὖθις ὀλίγῳ χρόνῳ τὴν προσήκουσαν ἑκάτερον ἀπολαμβάνει χώραν, τοῦ μὲν κάτω φερομένου τοῦ δ᾽ ἐπιπολάζοντος. οὐ μὴν οὐδ᾽ οἶνος ἀπελείφθη πιθανῶν ἐπιχειρημάτων: πρῶτον μὲν γὰρ δύναμις [p. 262] αὐτοῦ, θερμότης οὖσα, πρὸς τὸ μέσον εὐλόγως δοκεῖ συνῆχθαι μάλιστα, καὶ τοῦτο διατηρεῖν βέλτιστον: ἔπειτα τὸ μὲν κάτω διὰ τὴν τρύγα φαῦλον εἶναι, τὸ δ᾽ ἐξ ἐπιπολῆς τοῦ ἀέρος φθείρεσθαι πλησιάζοντος. ὅτι γὰρ ἐξίστησιν ἀὴρ τῆς ποιότητος τὸν οἶνον ἴσμεν 4 ἐπισφαλέστατον 5 ὄντα: διὸ καὶ κατορύττουσι τοὺς πίθους καὶ σκεπάζουσιν, ὅπως ὅτι σμικρότατος ἀὴρ αὐτῶν ἐπιψαύῃ. τὸ δὲ μέγιστον, οὐ φθείρει πλῆρες ἀγγεῖον οὕτω ῥᾳδίως οἶνον ὡς ἀποδεὲς γενόμενον: πολὺς γὰρ εἰς τὸ κενούμενον ἐπεισρέων ἀὴρ ἐξίστησι μᾶλλον: ἐν δὲ τοῖς μεστοῖς οἶνος αὐτὸς ὑφ᾽ αὑτοῦ συνέχεται, πολὺ τοῦ φθείροντος ἔξωθεν μὴ παραδεχόμενος:


τὸ δ᾽ ἔλαιον οὐ φαύλην διατριβὴν παρέσχεν. μὲν γάρ τις ἔφη τὸ κάτω τοῦ ἐλαίου γίγνεσθαι χεῖρον, ὑπὸ 6 τῆς ἀμόργης ἀναθολούμενον, οὐ τὸ ἄνω βέλτιον ὂν 7 ἀλλὰ δοκοῦν, ὅτι πορρωτάτω τοῦ βλάπτοντός ἐστιν. ἄλλος ᾐτιᾶτο τὴν πυκνότητα, δι᾽ ἣν ἀμικτότατόν ἐστι καὶ τῶν ἄλλων ὑγρῶν οὐδὲν εἰς αὑτὸ δέχεται, πλὴν βίᾳ καὶ ὑπὸ πληγῆς ἀνακοπτόμενον: ὅθεν οὐδὲ τῷ ἀέρι δίδωσιν ἀνάμιξιν, ἀλλ᾽ ἀποστατεῖ 8 διὰ λεπτότητα τῶν μορίων καὶ συνέχειαν, ὥσθ᾽ ἧττον ὑπ᾽ αὐτοῦ τρέπεσθαι μὴ κρατοῦντος. ἐδόκει δὲ πρὸς τοῦτον ὑπεναντιοῦσθαι τὸν λόγον Ἀριστοτέλης 9, τετηρηκώς, ὥς φησιν, εὐωδέστερόν τε γιγνόμενον καὶ βέλτιον ὅλως τὸ ἐν τοῖς [p. 263] ἀποκενουμένοις 10 ἀγγείοις ἔλαιον: εἶτα τῷ ἀέρι τὴν αἰτίαν τῆς βελτιώσεως ἀνατίθησι: πλείων γάρ ἐστι καὶ κρατεῖ μᾶλλον εἰς ἀποδεὲς κατερχόμενος 11 τὸ ἀγγεῖον.


μήποτ᾽ οὖνἔφην ἐγώκαὶ τοὔλαιον 12 ἀὴρ ὠφελεῖ καὶ βλάπτει τὸν οἶνον ὑπὸ 13 τῆς αὐτῆς δυνάμεως. οἴνῳ μὲν γὰρ ὠφέλιμον, ἐλαίῳ δ᾽ ἀσύμφορον παλαίωσις, ἣν 14 ἑκατέρου προσπίπτων ἀὴρ ἀφαιρεῖ: τὸ γὰρ ψυχόμενον νεαρὸν διαμένει 15, τὸ δ᾽ οὐκ ἔχον διαπνοὴν ὑπὸ συνεχείας ταχὺ παλαιοῦται καὶ ἀπογηράσκει : λελέχθαι 16 πιθανῶς, ὅτι τοῖς 17 ἐπιπολῆς πλησιάζων ἀὴρ νεαροποιεῖ. διὸ τοῦ μὲν οἴνου τὸ ἄνω φαυλότατον τοῦ δ᾽ ἐλαίου βέλτιστον γὰρ παλαίωσις τῷ μὲν τὴν ἀρίστην τῷ δὲ τὴν κακίστην ἐμποιεῖ διάθεσιν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: