previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εἰ δυνατόν ἐστι συστῆναι νοσήματα καινὰ καὶ δι᾽ ἃς αἰτίας.


φίλων ἰατρὸς διεβεβαιοῦτο τὴν καλουμένην ἐλεφαντίασιν οὐ πρὸ πολλοῦ πάνυ χρόνου γνώριμον γεγονέναι: μηδένα γὰρ τῶν παλαιῶν ἰατρῶν [p. 343] τοῦ πάθους τούτου 1 πεποιῆσθαι λόγον, εἰς ἕτερα μικρὰ καὶ γλίσχρα καὶ δυσθεώρητα τοῖς πολλοῖς ἐνταθέντας. ἐγὼ δὲ καὶ μάρτυν αὐτῷ παρεῖχον ἐκ φιλοσοφίας Ἀθηνόδωρον, ἐν τῷ προτέρῳ τῶν Ἐπιδημιῶν 2 ἱστοροῦντα πρῶτον ἐν τοῖς κατ᾽ Ἀσκληπιάδην χρόνοις οὐ μόνον τὴν ἐλεφαντίασιν ἀλλὰ καὶ τὸν ὑδροφόβαν ἐκφανῆ γενέσθαι. θαυμάζοντες οὖν οἱ παρόντες, εἰ νέα πάθη τότε πρῶτον ἔσχεν ἐν τῇ φύσει γένεσιν καὶ σύστασιν 3, οὐχ ἧττον ᾤοντο θαυμάσιον εἶναι τὸ λαθεῖν τηλικαῦτα συμπτώματα χρόνον τοσοῦτον: ἐρρύησαν δέ πως μᾶλλον οἱ πλείους ἐπὶ τὸ δεύτερον ὡς ἀνθρώπινον μᾶλλον: ἥκιστα τὴν φύσιν ἔν γε τούτοις φιλόκαινον εἶναι καὶ νέων πραγμάτων ὥσπερ ἐν πόλει τῷ, σώματι δημιουργὸν ἀξιοῦντες.


δὲ Διογενιανὸς ἔφη καὶ τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη κοινήν τινα καὶ πάτριον ὁδὸν βαδίζειν. ‘καίτοι παντοδαπὸν μένεἶπεν μοχθηρία καὶ πολύτολμον, αὐτοκρατὲς δ᾽ ψυχὴ καὶ κύριον ὑφ᾽ αὑτῆς 4, εἰ βούλοιτο 5, μεταβάλλειν καὶ τρέπεσθαι ῥᾳδίως: ἔχει δέ τινα τάξιν τὸ ἄτακτον αὐτῆς καὶ τὰ μέτρα τηρεῖ τοῖς πάθεσιν, ὥσπερ θάλαττα ταῖς ὑπερεκχύσεσι, καὶ καινὸν οὐδὲν οὐδὲ τοῖς παλαιοῖς ἀνιστόρητον ἐξήνθηκε κακίας εἶδος: ἀλλὰ πολλαὶ μὲν ἐπιθυμιῶν διαφοραί, μυρία δὲ [p. 344] κινήματα φόβου καὶ σχήματα: τὰς 6 δὲ λύπης καὶ ἡδονῆς μορφὰς ἔργον ἐστὶ μὴ ἀπειπεῖν ἐξαριθμούμενον:
οὐ μέν τι νῦν γε κἀχθές, ἀλλ᾽ ἀεί ποτε
7 ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη 8:
πόθεν γε δὴ σώματι νόσημα καινὸν 9 πάθος ὀψίγονον, ἰδίαν μὲν ὥσπερ ψυχὴ κινήσεως ἀρχὴν οἴκοθεν οὐκ ἔχοντι, συνημμένῳ δὲ κοιναῖς πρὸς τὴν φύσιν αἰτίαις καὶ κεκραμένῳ κρᾶσιν, ἧς καὶ τὸ ἀόριστον 10 ἐντὸς ὅρων πλανᾶται, καθάπερ πλοῖον ἐν περιδρόμῳ σαλεῦον; οὔτε γὰρ ἀναίτιος νόσου σύστασὶς ἐστι, τὴν ἐκ μὴ ὄντος παρανόμως ἐπεισάγουσα γένεσιν καὶ 11 δύναμιν τοῖς πράγμασιν αἰτίαν τε καινὴν ἔργον ἐξευρεῖν, μὴ καινὸν ἀέρα καὶ ξένον ὕδωρ καὶ τροφὰς ἀγεύστους τοῖς πρότερον ἐξ ἑτέρων τινῶν κόσμων μετακοσμίων ἀποφήναντι δεῦρο νῦν πρῶτον ἐπιρρεούσας. ἐκ τούτων γὰρ νοσοῦμεν οἷς καὶ ζῶμεν, ἴδια δὲ σπέρματα νόσων οὐκ ἔστιν: ἀλλ᾽ αἱ τούτων μοχθηρίαι πρὸς ἡμᾶς καὶ αἱ 12 ἡμῶν περὶ ταῦτα πλημμέλειαι τὴν φύσιν ἐπιταράττουσιν αἱ δὲ ταραχαὶ διαφορὰς ἀιδίους 13 ἔχουσι πολλάκις νέοις χρωμένας ὀνόμασι: τὰ γὰρ ὀνόματα τῆς συνηθείας ἐστὶ 14 τὰ δὲ πάθη τῆς φύσεως ὅθεν ἐν ἀφωρισμένοις τούτοις ἐκεῖνα ποικιλλόμενα τὴν ἀπάτην πεποίηκεν. ὡς δὲ τοῖς τοῦ λόγου μορίοις καὶ ταῖς πρὸς ἄλληλα τούτων συντάξεσι καινὸν ἐγγενέσθαι [p. 345] βαρβαρισμὸν σολοικισμὸν ἐξαίφνης δυνατόν 15 ἐστιν, οὕτως αἱ τοῦ σώματος κράσεις ὡρισμένας ἔχουσι τὰς ὀλισθήσεις καὶ παραβάσεις, τρόπον τινὰ τῇ φύσει καὶ τῶν παρὰ φύσιν ἐμπεριεχομένων 16. ταύτῃ 17 γε 18 κομψοὶ καὶ οἱ μυθογράφοι: τὰ γὰρ παντάπασιν ἔκφυλα 19 καὶ τεράστια τῶν ζῴων γενέσθαι λέγουσιν ἐν τῇ γιγαντομαχίᾳ, τῆς σελήνης ἐκτρεπομένης καὶ τὰς ἀνατολὰς οὐχ ὅθεν εἴωθε ποιουμένης: οἱ δὲ καινὰ 20 νοσήματα τὴν φύσιν ὥσπερ τέρατα γεννᾶν ἀξιοῦσι, μήτε πιθανὴν μήτ᾽ ἀπίθανον αἰτίαν τῆς ἐξαλλαγῆς πλάσσοντες, ἀλλὰ τὸ ἄγαν καὶ τὸ μᾶλλον ἐνίων παθῶν καινότητα καὶ διαφορὰν ἀποφαίνοντες: οὐκ ὀρθῶς, μακάριε Φίλων ἐπίτασις γὰρ καὶ αὔξησις μέγεθος πλῆθος προστίθησι, τοῦ δὲ γένους οὐκ 21 ἐκβιβάζει τὸ ὑποκείμενον: ὥσπερ οὐδὲ τὴν ἐλεφαντίασιν οἴομαι σφοδρότητα τῶν ψωρικῶν τινος τούτων 22 οὖσαν οὐδὲ τὸν ὑδροφόβαν τῶν στομαχικῶν τῶν μελαγχολικῶν. καίτοι τοῦτό γε θαυμαστόν, εἰ μηδ᾽ Ὅμηρος 23 ἀγνοῶν ἐλάνθανεν ὑμᾶς: τὸν γάρλυσσητῆρα κύναδῆλός ἐστιν ἀπὸ τοῦ πάθους τούτου προσαγορεύων, ἀφ᾽ οὗ καὶ ἄνθρωποι λυσσᾶν λέγονται.’


ταῦτα τοῦ Διογενιανοῦ διελθόντος, Φίλων αὐτός τε μέτρια διελέχθη πρὸς τὸν λόγον αὐτοῦ, κἀμὲ 24 συνειπεῖν παρεκάλει τοῖς ἀρχαίοις ἰατροῖς, [p. 346] ὡς ἀμελείας ἀγνοίας τῶν μεγίστων ὀφλισκάνουσιν, εἴ γε μὴ 25 ταῦτα τὰ πάθη νεώτερα φαίνεται τῆς ἐκείνων ἡλικίας. πρῶτον οὖν Διογενιανὸς οὐκ ὀρθῶς ἀξιοῦν ἔδοξεν ἡμῖν τὰς ἐπιτάσεις καὶ ἀνέσεις μὴ ποιεῖν διαφορὰς μηδὲ τοῦ γένους ἐκβιβάζειν: οὕτω γὰρ οὔτ᾽ ὄξος ὀξίνου φήσομεν διαφέρειν οὔτε πικρότητα στρυφνότητος; οὔτε πυρῶν αἴραν οὔτε μίνθον ἡδυόσμων. καίτοι περιφανῶς ἐκστάσεις αὗται καὶ μεταβολαὶ ποιοτήτων εἰσίν, αἱ μὲν ἀνέσεις μαραινομένων αἱ δ᾽ ἐπιτάσεις σφοδρυνομένων: μηδὲ φλόγα πνεύματος λεπτοῦ μηδὲ φλογὸς αὐγὴν μηδὲ πάχνην δρόσου μηδὲ χάλαζαν ὄμβρου διαφέρειν λέγωμεν, ἀλλ᾽ ἐπιτάσεις εἶναι ταῦτα πάντα καὶ σφοδρότητας: ὥρα δὲ καὶ τυφλότητα μηθὲν ἀμβλυωπίας φάναι διαφέρειν μηδὲ ναυτίας χολέραν, ἀλλὰ τῷ 26 μᾶλλον καὶ ἧττον παραλλάττειν. καίτοι ταῦτα πρὸς λόγον οὐθέν ἐστιν: ἂν 27 γὰρ αὐτὴν λέγωσι 28 δεξάμενοι τὴν ἐπίτασιν καὶ τὴν σφοδρότητα νῦν γεγονέναι, πρῶτον, ἐν ποσῷ 29 γιγνομένης τῆς καινότητος 30 οὐκ ἐν ποιῷ, μένει τὸ παράδοξον ὁμοίως: ἔπειτα τοῦ Σοφοκλέους ἐπὶ τῶν, ὅτι μὴ πρότερον ἦν, ἀπιστουμένων, εἰ γέγονε νῦν, οὐ φαύλως εἰπόντος
ἅπαντα τἀγένητα 31 πρῶτον ἦλθ᾽ 32 ἅπαξ
δοκεῖ 33 καὶ λόγον ἔχειν τὸ 34 μὴ δρόμῳ 35, καθάπερ [p. 347] ὕσπληγος μιᾶς πεσούσης, ἐκδραμεῖν 36 τὰ πάθη πρὸς τὴν γένεσιν, ἄλλων δ᾽ ἄλλοις ἀεὶ κατόπιν ἐπιγιγνομένων 37, ἕκαστον ἐν χρόνῳ τινὶ λαβεῖν τὴν πρώτην γένεσιν. ‘εἰκάσαι δ᾽ ἄν τιςἔφην ἐγὼτὰ μὲν ἀπ᾽ ἐνδείας ὅσα τε καῦμα προσπῖπτον ψῦχος ἐμποιεῖ, ταῦτα πρῶτον τοῖς σώμασι παραγενέσθαι: πλησμονὰς δὲ καὶ θρύψεις καὶ ἡδυπαθείας ὕστερον ἐπελθεῖν μετ᾽ ἀργίας καὶ σχολῆς δι᾽ ἀφθονίαν τῶν ἀναγκαίων πολὺ περίττωμα ποιούσας καὶ πονηρόν, ἐν ποικίλα νοσημάτων εἴδη παντοδαπάς τε τούτων ἐπιπλοκὰς πρὸς ἀλλήλας καὶ μίξεις ἀεί τι νεωτερίζειν. τὸ μὲν γὰρ κατὰ φύσιν τέτακται καὶ διώρισται, τάξις γὰρ τάξεως ἔργον φύσις: δ᾽ ἀταξία καθάπερ Πινδαρικὴ ψάμμος 38 ἀριθμὸν περιπέφευγε, καὶ τὸ παρὰ τὴν φύσιν εὐθὺς ἀόριστον καὶ ἄπειρόν ἐστιν. ἀληθεύειν μὲν γὰρ ἁπλῶς ψεύδεσθαι δ᾽ ἀπειραχῶς παρέχει τὰ πράγματα: καὶ ῥυθμοὶ καὶ ἁρμονίαι λόγους ἔχουσιν: δὲ πλημμελοῦσιν ἄνθρωποι περὶ λύραν καὶ ᾠδὴν καὶ ὄρχησιν, οὐκ ἄν τις περιλάβοι,. καίτοι καὶ Φρύνιχος τῶν τραγῳδιῶν ποιητὴς περὶ αὑτοῦ φησιν ὅτι
σχήματα δ᾽ ὄρχησις τόσα μοι πόρεν, ὅσσ᾽ ἐνὶ πόντῳ
κύματα ποιεῖται χείματι νὺξ ὀλοή.
39
καὶ Χρύσιππος τὰς ἐκ δέκα μόνων ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ἑκατὸν μυριάδας ὑπερβάλλειν. ἀλλὰ τοῦτο μὲν ἤλεγξεν Ἵππαρχος, ἀποδείξας ὅτι [p. 348] τὸ μὲν καταφατικὸν περιέχει συμπεπλεγμένων μυριάδας δέκα καὶ πρὸς ταύταις χίλια τεσσαράκοντα ἐννέα: τὸ δ᾽ ἀποφατικὸν αὐτοῦ 40 μυριάδας τριάκοντα μίαν καὶ πρὸς ταύταις ἐνακόσια πεντήκοντα δύο. Ξενοκράτης δὲ τὸν τῶν συλλαβῶν ἀριθμόν, ὃν τὰ στοιχεῖα μιγνύμενα πρὸς ἄλληλα παρέχει, μυριάδων ἀπέφηνεν εἰκοσάκις καὶ μυριάκις μυρίων. τί δὴ θαυμαστόν ἐστιν εἰ, τοσαύτας μὲν ἐν ἑαυτῷ τοῦ σώματος δυνάμεις ἔχοντος 41, τοσαύτας δὲ διὰ σίτων καὶ ποτῶν ἐπεισαγομένου ποιότητας ἑκάστοτε, χρωμένου δὲ κινήσεσι καὶ μεταβολαῖς μήτε καιρὸν ἕνα μήτε τάξιν ἀεὶ μίαν ἐχούσαις, αἱ πρὸς ἀλλήλας συμπλοκαὶ τούτων ἁπάντων ἔστιν ὅτε καινὰ καὶ ἀσυνήθη νοσήματα φέρουσιν, οἷον Θουκυδίδης 42 ἱστορεῖ τὸν Ἀθήνησι λοιμὸν γενέσθαι, τεκμαιρόμενος αὐτοῦ τὸ μὴ σύντροφον μάλιστα τῷ τὰ σαρκοφάγα μὴ γεύεσθαι τῶν νεκρῶν; οἱ δὲ περὶ τὴν Ἐρυθρὰν θάλασσαν νοσήσαντες, ὡς Ἀγαθαρχίδας 43 ἱστόρηκεν, ἄλλοις τε συμπτώμασιν ἐχρήσαντο καινοῖς καὶ ἀνιστορήτοις, καὶ δρακόντια μικρὰ τὰς κνήμας διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν, ἁψαμένων δ᾽ αὖθις ἀνεδύετο καὶ φλεγμονὰς ἀκαρτερήτους ἐνειλούμενα τοῖς μυώδεσι παρεῖχεν καὶ τοῦτο τὸ πάθος οὔτε πρότερον οἶδεν 44 οὐδεὶς οὔτε ὕστερον ἄλλοις ἀλλ᾽ ἐκείνοις γε 45 μόνοις γενόμενον, ὡς ἕτερα πολλά. καὶ γὰρ ἐν δυσουρίᾳ τις γενόμενος πολὺν χρόνον [p. 349] ἐξέδωκε κριθίνην καλάμην γόνατ᾽ ἔχουσαν. καὶ τὸν ἡμέτερον ξένον Ἔφηβον Ἀθήνησιν ἴσμεν ἐκβάλλοντα μετὰ πολλοῦ σπέρματος θηρίδιον δασὺ καὶ πολλοῖς ποσὶ ταχὺ βαδίζον. τὴν δὲ Τίμωνος ἐν Κιλικίᾳ τήθην Ἀριστοτέλης 46 ἱστόρηκε φωλεύειν τοῦ ἔτους ἑκάστου δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν, ὅτι ζῇ, διάδηλον οὖσαν. καὶ μὴν ἔν γε τοῖς Μενωνείοις 47 σημεῖον ἡπατικοῦ πάθους ἀναγέγραπται τὸ τοὺς κατοικιδίους μῦς ἐπιμελῶς: παραφυλάττειν καὶ διώκειν: νῦν οὐδαμοῦ γιγνόμενον ὁρᾶται. διὸ μὴ θαυμάζωμεν, ἂν γένηταί τι τῶν οὐ πρότερον ὄντων 48, μηδ᾽ εἴ τι τῶν πρότερον ὄντων ὕστερον ἐκλέλοιπεν: αἰτία γὰρ τῶν σωμάτων φύσις, ἄλλην ἄλλοτε λαμβάνουσα κρᾶσιν. τὸ μὲν οὖν ἀέρα καινὸν ἐπεισάγειν ξένον ὕδωρ, εἰ μὴ βούλεται Διογενιανός, ἐάσωμεν καίτοι τούς γε Δημοκριτείους 49 ἴσμεν καὶ λέγοντας καὶ γράφοντας, ὅτι καὶ 50 κόσμων ἐκτὸς φθαρέντων καὶ σωμάτων ἀλλοφύλων ἐκ τῆς ἀπορροῆς 51 ἐπιρρεόντων, ἐνταῦθα πολλάκις ἀρχαὶ παρεμπίπτουσι λοιμῶν καὶ παθῶν οὐ συνήθων. ἐάσωμεν δὲ καὶ τὰς φθορὰς τὰς κατὰ 52 μέρος παρ᾽ ἡμῖν ὑπό τε σεισμῶν καὶ αὐχμῶν καὶ ὄμβρων, αἷς καὶ τὰ πνεύματα καὶ τὰ νάματα γηγενῆ φύσιν ἔχοντα συννοσεῖν ἀνάγκη καὶ συμμεταβάλλειν. ἀλλὰ περὶ τὰ: σιτία καὶ τὰ ὄψα καὶ τὰς ἄλλας διαίτας τοῦ [p. 350] σώματος ἐξαλλαγήν, ὅση γέγονεν, οὐ παραλειπτέον: πολλὰ γὰρ τῶν ἀγεύστων καὶ ἀβρώτων πρότερον ἥδιστα νῦν γέγονεν, ὥσπερ οἰνόμελι καὶ μήτρα: λέγουσι δὲ μηδ᾽ ἐγκέφαλον ἐσθίειν τοὺς παλαιούς: διὸ καὶ Ὅμηρον 53 εἰπεῖν
τίω δέ μιν ἐν καρὸς αἴσῃ,
τὸν ἐγκέφαλον οὕτω 54, διὰ τὸ ῥίπτειν καὶ ἀποβάλλειν μυσαττομένους, προσειπόντα: σικύου δὲ πέπονος καὶ μήλου Μηδικοῦ καὶ πεπέρεως πολλοὺς ἴσμεν ἔτι τῶν πρεσβυτέρων γεύσασθαι μὴ δυναμένους. ὑπό τε δὴ τούτων εἰκός ἐστι ξενοπαθεῖν τὰ σώματα καὶ παραλλάττειν ταῖς κράσεσιν ἡσυχῆ ποιότητα καὶ περίττωμα ποιούντων ἴδιον, τήν τε 55 τάξιν αὖ τῶν 56 ἐδεστῶν καὶ μετακόσμησιν οὐ μικρὰν ἔχειν διαφοράν. αἱ γὰρ καλούμεναι ψυχραὶ τράπεζαι πρότερον, ὀστρέων, ἐχίνων 57, ὠμῶν λαχάνων, ὥσπερ ἐλαφρῶν Πλάτων 58, ἀπ᾽ οὐρᾶς ἐπὶ στόμα μεταχθεῖσαι 59 τὴν πρώτην ἀντὶ τῆς ἐσχάτης τάξιν ἔχουσι. μέγα δὲ καὶ τὸ τῶν καλουμένων προπωμάτων 60: οὐδὲ γὰρ ὕδωρ οἱ παλαιοὶ πρὶν ἐντραγεῖν ἔπινον: οἱ δὲ νῦν ἄσιτοι προμεθυσθέντες ἅπτονται τῆς τροφῆς διαβρόχῳ τῷ σώματι 61 καὶ ζέοντι, λεπτὰ καὶ τομὰ καὶ ὀξέα προσφέροντες ὑπέκκαυμα τῆς ὀρέξεως, εἶθ᾽ [p. 351] οὕτως ἐμφορούμενοι τῶν ἄλλων. οὐδενὸς δὲ πρὸς μεταβολὴν καὶ τὸ ποιῆσαι νοσημάτων καινῶν γένεσιν ἀσθενέστερόν ἐστιν περὶ τὰ λουτρὰ τῆς σαρκὸς πολυπάθεια καθάπερ σιδήρου πυρὶ μαλασσομένης καὶ ῥεούσης, εἶτα βαφὴν ὑπὸ ψυχροῦ καὶ στόμωσιν ἀναδεχομένης:
ἔνθα μὲν εἰς Ἀχέροντα 62 Πυριφλεγέθων τε ῥέουσι:
63 τοῦτο γὰρ ἄν τις εἰπεῖν μοι δοκεῖ τῶν ὀλίγον ἡμῶν ἔμπροσθεν γεγονότων, βαλανείου θύρας ἀνοιχθείσης. ἐκεῖνοι γὰρ οὕτως ἀνειμένοις ἐχρῶντο καὶ μαλακοῖς, ὥστ᾽ Ἀλέξανδρος μὲν βασιλεὺς ἐν τῷ λουτρῶνι πυρέττων ἐκάθευδεν αἱ δὲ Γαλατῶν γυναῖκες εἰς τὰ βαλανεῖα πόλτου χύτρας 64 εἰσφέρουσαι μετὰ τῶν παίδων ἤσθιον ὁμοῦ λουόμεναι. νῦν δὲ λυττῶσιν ἔοικε τὰ βαλανεῖα καὶ ὑλακτοῦσι καὶ σπαράττουσιν: δ᾽ ἑλκόμενος ἀὴρ ἐν αὐτοῖς, ὑγροῦ μῖγμα καὶ πυρὸς γεγονώς, οὐδὲν ἐᾷ τοῦ σώματος ἡσυχίαν ἄγειν, ἀλλὰ πᾶσαν ἄτομον κλονεῖ καὶ ταράσσει καὶ μεθίστησιν ἐξ ἕδρας, ἄχρι οὗ κατασβέσωμεν αὑτοὺς 65 πεπυρωμένους καὶ ζέοντας. οὐδὲν οὖνἔφην Διογενιανέ, δεῖται λόγος αἰτιῶν ἐπεισοδίων ἔξωθεν οὐδὲ μετακοσμίων, ἀλλ᾽ αὐτόθεν περὶ τὴν δίαιταν μεταβολὴ τὰ μὲν συγγεννᾶν 66 τὰ δ᾽ ἀφανίζειν τῶν νοσημάτων οὐκ ἀδύνατὸς ἐστιν.’ [p. 352]

1 τοῦτο mei

2 malim Ἐπιδημιῶν cum pr. m. Vd

3 σύστασιν R: στάσιν (στᾶσιν E ortum ut vid. ex στασιν σύστασιν

4 ὑφ᾽ αὐτῆς *: ὑπ᾽ αὐτῆς

5 βούλοιτο? cf. p. 163e

6 τὰς *: τῆς

7 Soph. Antig. 456

8 idem: καὶ οὐδεὶς - ἐξότου ἐφάνη

9 κενὸν mei

10 ἄριστον iidem

11 καὶ] om. iidem; corr. vid. δύναμιν καὶ γένεσιν

12 καὶ αἱ *: καὶ

13 ἰδίους W

14 ἐστί *: εἰσί

15 ἀδύνατον M

16 ἐμπειρία: ἐχομένων mei

17 ib. καὶ ταύτῃ W

18 γε] τε?

19 Turnebus: ἔμφυλα

20 καινὰ Hirschigius: καὶ τὰ

21 οὐκ] om. mei

22 τούτων] παθῶν R

23 Ὁμηρος] Θ 299

24 κάμὲ *: καί με

25 μὴ Turnebus: δὴ

26 τῷ] τὸ mei

27 ἐστιν: ἂν] ἐστιᾶν iidem

28 λέγουσι iidem

29 ἐν τῷ πόσῳ iidem

30 ib. Basileensis: κενότητος

31 Nauckius (p. 313): τὰ γένη τοῦ

32 ἡλθ᾽ Valckenarius: ἦλθεν

33 δοκεῖ W: ἐδόκει

34 τὸ] τοῦ mei

35 δρόμῳ R: δρόμου

36 ἐκδρομὴν mei

37 W: ἐπιγινόμενον

38 Πινδαρικὴ ψάμμος] fort. respicitur Bergk. 3 p. 719

39 Bergk. 3 p. 561

40 αὐτοῦ] αὖ R

41 ἔχοντας mei

42 Θουκυδίδης\ 2, 50

43 Ἀγαθαρχίδας] cf. Mueller. 3 p. 195

44 malim εἶδεν

45 γε Turnebus: τε

46 Ἀριστοτέλης] Fragm. 43

47 Reinesius: μελωνείοις cf. Aristot. Fragm. 375

48 μηδ᾽ - ὄντων supplevit M nisi quod pro ἂν scripsi εἰ

49 δημοκρίτους mei

50 ὅτι καὶ] ὅτι R

51 ἀπορροῆς *: ἀπορίας

52 τὰς κατὰ W: κατὰ

53 Ὁμηρον] I 378

54 *: οὕτως

55 τε *: δὲ

56 αὖ τῶν] αὐτῶν mei

57 ἐχίνων Anonymus: ἔχειν

58 ἐλαφρῶν Πλάτων] ἐλαφρῶν ὁπλιτῶν Turnebus. Fort. ἐλαφρῶν [ὅπλων φησιν] Πλάτων cf. de Legg. p. 625d

59 μεταταχθεῖσαι Doehnerus probabiliter

60 *: προπομάτων

61 σώματι Basileensis: πόματι

62 εἰς Ἀχέροντα] εἰς ἀχέρων τε vel εἰσαχέροντες mei

63 Hom. κ 513

64 κύτρας iidem

65 αὐτοὺς *: αὐτοὺς

66 *: οὖν γεννᾶν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: