previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί μάλιστα οἱ Πυθαγορικοὶ ἐμψύχων τοὺς ἰχθῦς παρῃτοῦντο.


ἐπεὶ δὲ τούτων λεγομένων Λεύκιος οὔτε ψέγων οὔτ᾽ ἐπαινῶν, ἀλλ᾽ ἡσυχίαν ἄγων, σιγῇ δὲ καὶ καθ᾽ ἑαυτὸν ὁρῶν ἤκουεν, ὀνομαστὶ καλέσας τὸν Σύλλαν ἘμπεδοκλῆςΛεύκιοςεἶπεν ἑταῖρος εἰ μὲν ἄχθεται τοῖς λεγομένοις, ὥρα πεπαῦσθαι καὶ ἡμᾶς: εἰ δὲ ταῦτα τῶν ὑπὸ τὴν ἐχεμυθίαν ἐστίν, ἀλλ᾽ ἐκεῖνό γε 1 δοκῶ μήτ᾽ ἄρρητον εἶναι μήτ᾽ ἀνέξοιστον πρὸς ἑτέρους, ὅτι 2 δὴ μάλιστα τῶν ἰχθύων ἀπείχοντο: καὶ γὰρ ἱστορεῖται τοῦτο περὶ τῶν παλαιῶν Πυθαγορικῶν καὶ τοῦ καθ᾽ ἡμᾶς Ἀλεξικράτους ἐνέτυχον μαθηταῖς, ἄλλα 3 μὲν ἔστιν ὅτε μετρίως 4 προσφερομένοις καὶ νὴ Δία θύουσιν, ἰχθύος δὲ μὴ γεύσασθαι τὸ παράπαν ὑπομένουσιν. ἣν δὲ Τυνδάρης Λακεδαιμόνιος αἰτίαν ... 5 ἔλεγε δὲ τῆς ἐχεμυθίας τοῦτο 6 γέρας εἶναι, τοὺς ἰχθῦς καλεῖν ἔλλοπας 7, οἷον ἰλλομένην τὴν ὄπα καὶ καθειργομένην [p. 337] ἔχοντας: καὶ τὸν ὁμώνυμον ἐμοὶ τῷ παυσαμένῳ Πυθαγορικῶς περαίνειν τὰδόγματα στέγουσαι φρενὸς ἀλλ᾽ ὅπερ ἐλάσσω’, καὶ ὅλως θεῖον 8 ἡγεῖσθαι τὴν σιωπὴν τοὺς ἄνδρας, ἅτε δὴ καὶ τῶν θεῶν ἔργοις καὶ πράγμασιν ἄνευ φωνῆς ἐπιδεικνυμένων βούλονται τοῖς ξυνετοῖς.’


τοῦ δὲ Λευκίου πράως καὶ ἀφελῶς εἰπόντος, ὡς μὲν ἀληθὴς ἴσως λόγος καὶ νῦν ἀπόθετος καὶ ἀπόρρητος εἴη, τοῦ δὲ πιθανοῦ καὶ εἰκότος οὐ φθόνος ἀποπειρᾶσθαι: πρῶτος Θέων γραμματικὸς εἶπεν, ὅτι Τυρρηνὸν μὲν ἀποδεῖξαι Πυθαγόραν μέγ᾽ ἔργον εἴη καὶ οὐ ῥᾴδιον: Αἰγυπτίων δὲ τοῖς σοφοῖς συγγενέσθαι πολὺν χρόνον ὁμολογεῖται ζηλῶσαὶ τε πολλὰ καὶ δοκιμάσαι μάλιστα τῶν περὶ τὰς ἱερατικὰς ἁγιστείας 9, οἷόν ἐστι καὶ τὸ τῶν κυάμων οὔτε γὰρ σπείρειν οὔτε σιτεῖσθαι κύαμον Αἰγυπτίους, ἀλλ᾽ οὐδ᾽ ὁρῶντας ἀνέχεσθαί φησιν Ἡρόδοτος 10. ἰχθύων δὲ καὶ τοὺς ἱερεῖς ἴσμεν ἔτι νῦν ἀπεχομένους: ἁγνεύοντες δὲ καὶ τὸν ἅλα φεύγουσιν, ὡς μήτ᾽ ὄψον προσφέρεσθαι μήτ᾽ ἄλλο τι 11 ἁλσὶ 12 θαλαττίοις μεμιγμένον. ἄλλοι μὲν οὖν ἄλλας αἰτίας φέρουσιν: ἔστι δ᾽ ἀληθὴς μία, τὸ πρὸς τὴν θάλατταν ἔχθος, ὡς ἀσύμφυλον ἡμῖν καὶ ἀλλότριον μᾶλλον δ᾽ ὅλως πολέμιον τῇ φύσει τοῦ ἀνθρώπου στοιχεῖον. οὐ γὰρ τρέφεσθαι τοὺς θεοὺς ἀπ᾽ αὐτῆς, ὥσπερ οἱ Στωικοὶ τοὺς ἀστέρας ὑπολαμβάνουσιν, [p. 338] ἀλλὰ τοὐναντίον εἰς ταύτην ἀπόλλυσθαι τὸν πατέρα καὶ σωτῆρα τῆς χώρας, ὃν Ὀσίριδος ἀπορροὴν ὀνομάζουσι. καὶ θρηνοῦντες τὸν ἐν τοῖς ἀριστεροῖς μέρεσι γεννώμενον ἐν δὲ 13 τοῖς δεξιοῖς φθειρόμενον, αἰνίττονται τὴν τοῦ Νείλου τελευτὴν καὶ φθορὰν ἐν τῇ θαλάττῃ γιγνομένην. ὅθεν οὔτε τὸ ὕδωρ πότιμον αὐτῆς, οὔθ᾽ ὧν τρέφει τι 14 καὶ γεννᾷ καθαρὸν ἡγοῦνται καὶ οἰκεῖον, οἷς μήτε πνεύματος κοινοῦ μήτε συμφύλου νομῆς μέτεστιν, ἀλλ᾽ σῴζων πάντα τἄλλα καὶ τρέφων ἀήρ, ἐκείνοις ὀλέθριός ἐστιν, ὡς παρὰ φύσιν καὶ χρείαν γεγονόσι καὶ ζῶσιν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὰ ζῷα διὰ τὴν θάλατταν ἀλλότρια καὶ οὐκ ἐπιτήδεια καταμίγνυσθαι εἰς 15 αἷμα καὶ πνεῦμα νομίζουσιν αὑτῶν, οἵ γε μηδὲ τοὺς κυβερνήτας ἀξιοῦσι προσαγορεύειν ἀπαντῶντες, ὅτι τὸν βίον ἀπὸ θαλάττης ἔχουσι.


ταῦτ᾽ ἐπαινέσας Σύλλας προσεῖπε 16 περὶ τῶν Πυθαγορικῶν, ὡς μάλιστα μὲν ἐγεύοντο τῶν ἱεροθύτων ἀπαρξάμενοι τοῖς θεοῖς: ἰχθύων δὲ θύσιμος οὐδεὶς οὐδ᾽ ἱερεύσιμός ἐστιν. ἐγὼ δέ, παυσαμένων ἐκείνων, Αἰγυπτίοις μὲν ἔφην ὑπὲρ τῆς θαλάττης πολλοὺς μαχεῖσθαι καὶ φιλοσόφους καὶ ἰδιώτας, ἐκλογιζομένους ὅσοις ἀγαθοῖς εὐπορώτερον καὶ ἡδίω τὸν βίον ἡμῶν πεποίηκεν. δὲ τῶν Πυθαγορικῶν πρὸς τὸν ἰχθῦν ἐκεχειρία διὰ τὸ μὴ σύμφυλον ἄτοπος καὶ γελοία 17 μᾶλλον δ᾽ ἀνήμερος ὅλως καὶ [p. 339] Κυκλώπειόν τι τοῖς ἄλλοις γέρας νέμουσα τῆς συγγενείας καὶ τῆς οἰκειότητος, ὀψοποιουμένοις καὶ ἀναλισκομένοις 18 ὑπ᾽ αὐτῶν. καίτοι βόλον ἰχθύων πρίασθαὶ ποτέ φασι τὸν Πυθαγόραν, εἶτ᾽ ἀφεῖναι κελεῦσαι τὴν σαγήνην, οὐχ ὡς ἀλλοφύλων καὶ πολεμίων ἀμελήσαντα τῶν ἰχθύων ἀλλ᾽ ὡς ὑπὲρ φίλων καὶ οἰκείων γεγονότων αἰχμαλώτων λύτρα καταβαλόντα 19. ‘διὸ τοὐναντίονἔφηνὑπονοεῖν τῶν ἀνδρῶν ἐπιείκεια καὶ πραότης δίδωσι, μήποτ᾽ ἄρα μελέτης ἕνεκεν τοῦ δικαίου καὶ συνηθείας ἐφείδοντο μάλιστα τῶν ἐναλίων, ὡς τἄλλα: μὲν αἰτίαν ἁμωσγέπως παρέχοντα τοῦ κακῶς πάσχειν τἀνθρώπῳ 20, τοὺς δ᾽ ἰχθῦς οὐδὲν ἀδικοῦντας ἡμᾶς, οὐδ᾽ εἰ πάνυ πεφύκασι δυναμένους. πάρεστι δὲ τῶν τε λόγων καὶ τῶν ἱερῶν εἰκάζειν τοῖς παλαιοῖς, ὡς οὐ μόνον ἐδωδὴν ἀλλὰ καὶ φόνον ζῴου μὴ βλάπτοντος ἔργον ἐναγὲς καὶ ἄθεσμον ἐποιοῦντο: πλήθει δ᾽ ἐπιχεομένῳ καθειργόμενοι, καὶ χρησμοῦ τινος, ὥς φασιν, ἐκ Δελφῶν ἐπικελευσαμένου τοῖς καρποῖς ἀρήγειν 21 φθειρομένοις, ἤρξαντο μὲν καθιερεύειν: ἔτι δ᾽ ὅμως ταραττόμενοι καὶ δειμαίνοντεςἔρδεινμὲν ἐκάλουν καὶῥέζειν 22,’ ὥς τι μέγα δρῶντες τὸ θύειν ἔμψυχον: ἄχρι δὲ νῦν παραφυλάττουσιν ἰσχυρῶς τὸ μὴ σφάττειν, πρὶν ἐπινεῦσαι κατασπενδόμενον. οὕτως εὐλαβεῖς πρὸς ἅπασαν ἀδικίαν ἦσαν. καίτοι, ἵνα τἄλλα: ἐάσωμεν, εἰ μόνον ἀλεκτορίδων ἀπείχοντο πάντες δασυπόδων, οὐκ ἂν ἦν χρόνου [p. 340] βραχέος ὑπὸ πλήθους οὔτε πόλιν οἰκεῖν οὔτε καρπῶν ὄνασθαι: διὸ τῆς ἀνάγκης ἐπαιγούσης 23 τὸ πρῶτον, ἤδη καὶ δι᾽ ἡδονὴν ἔργον ἐστὶ παῦσαι τὴν σαρκοφαγίαν. τὸ δὲ τῶν θαλαττίων γένος οὔτ᾽ 24 ἀέρα τὸν αὐτὸν οὔθ᾽ ὕδωρ ἀναλίσκον ἡμῖν οὐδὲ 25 καρποῖς προσιόν, ἀλλ᾽ ὥσπερ ἑτέρῳ κόσμῳ περιεχόμενον καὶ χρώμενον ὅροις ἰδίοις, οὓς ὑπερβαίνουσιν αὐτοῖς ἐπίκειται δίκη θάνατος, οὔτε μικρὰν οὔτε μεγάλην τῇ γαστρὶ πρόφασιν κατ᾽ αὐτῶν δίδωσιν: ἀλλὰ παντὸς ἰχθύος ἄγρα καὶ σαγηνεία λαιμαργίας καὶ φιλοψίας περιφανῶς ἔργον ἐστίν, ἐπ᾽ οὐδενὶ δικαίῳ ταραττούσης τὰ πελάγη καὶ καταδυομένης εἰς τὸν βυθόν. οὔτε γὰρ τρίγλαν ἔστι δήπου ληιβότειραν ‘’ οὔτε σκάρον τρυγηφάγον ‘’ οὔτε κεστρεῖς τινας λάβρακαςσπερμολόγουςπροσειπεῖν, ὡς τὰ χερσαῖα κατηγοροῦντες ὀνομάζομεν ἀλλ᾽ οὐδ᾽ ὅσα γαλῇ καὶ μυίᾳ κατοικιδίῳ μικρολόγως ἐγκαλοῦμεν ἔχοι τις ἂν αἰτιάσασθαι τὸν μέγιστον ἰχθῦν. ὅθεν ἀνείργοντες ἑαυτοὺς οὐ νόμῳ μόνῳ 26 τῆς πρὸς ἄνθρωπον ἀδικίας ἀλλὰ καὶ φύσει τῆς πρὸς ἅπαν τὸ 27 μὴ βλάπτον, ἣκιστα τῶν ὄψων ἐχρῶντο τοῖς ἰχθύσιν τὸ παράπαν οὐκ ἐχρῶντο: καὶ γὰρ ἄνευ τῆς ἀδικίας ἀκρασίαν τινὰ καὶ λιχνείαν ἐμφαίνειν ἔοικεν περὶ ταῦτα πραγματεία πολυτελὴς οὖσα καὶ περίεργος. ὅθεν Ὅμηρος οὐ μόνον τοὺς Ἕλληνας ἰχθύων ἀπεχομένους πεποίηκε παρὰ τὸν [p. 341] Ἑλλήσποντον στρατοπεδεύοντας, ἀλλ᾽ οὐδ᾽ 28 ἁβροβίοις Φαίαξιν οὐδὲ τοῖς ἀσώτοις μνηστῆρσιν, ἀμφοτέροις οὖσι νησιώταις, θαλάττιον παρατέθεικεν ὄψον: οἱ δ᾽ Ὀδυσσέως ἑταῖροι, τοσαύτην πλέοντες θάλατταν, οὐδαμοῦ καθῆκαν ἄγκιστρον οὐδὲ πόρκον οὐδὲ δίκτυον, ἀλφίτων παρόντων:
ἀλλ᾽ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
29 μικρὸν ἔμπροσθεν ταῖς τοῦ Ἡλίου βουσὶν ἐπιχειρεῖν, ἰχθῦς ἀγρεύοντες, οὐκ ὄψον ἀλλὰ τροφὴν ἀναγκαίαν ἐποιοῦντο
γναμπτοῖς ἀγκίστροισιν ἔτειρε δὲ γαστέρα λιμὸς
30 ὑπὸ τῆς αὐτῆς ἀνάγκης ἰχθύσι τε χρωμένων καὶ τὰς τοῦ Ἡλίου βοῦς κατεσθιόντων. ὅθεν οὐ παρ᾽ Αἰγυπτίοις μόνον οὐδὲ Σύροις, ἀλλὰ καὶ παρ᾽ Ἕλλησι γέγονεν ἁγνείας μέρος ἀποχὴ 31 ἰχθύων, μετὰ τοῦ δικαίου καὶ τὸ περίεργον οἶμαι τῆς βρώσεως ἀποδιοπομπουμένοις.’


ὑπολαβὼν δ᾽ Νέστωρτῶν δ᾽ ἐμῶνἔφηπολιτῶν ὥσπερ Μεγαρέων 32 οὐδεὶς λόγος: καίτοι πολλάκις ἀκήκοας ἐμοῦ λέγοντος, ὅτι ἀεὶ οἱ 33 τοῦ Ποσειδῶνος ἱερεῖς, οὓς ἱερομνήμονας καλοῦμεν, ἰχθῦς οὐκ ἐσθίουσιν γὰρ θεὸς λέγεται φυτάλμιος. οἱ δ᾽ ἀφ᾽ Ἕλληνος τοῦ παλαιοῦ καὶ πατρογενίῳ 34 [p. 342] Ποσειδῶνι θύουσιν, ἐκ τῆς ὑγρᾶς τὸν ἄνθρωπον οὐσίας φῦναι δοξάζοντες 35, ὡς καὶ Σύροι: διὸ καὶ σέβονται τὸν ἰχθῦν, ὡς ὁμογενῆ καὶ σύντροφον, ἐπιεικέστερον Ἀναξιμάνδρου 36 φιλοσοφοῦντες: οὐ γὰρ ἐν τοῖς αὐτοῖς ἐκεῖνος ἰχθῦς καὶ ἀνθρώπους, ἀλλ᾽ ἐν ἰχθύσιν ἐγγενέσθαι τὸ πρῶτον ἀνθρώπους ἀποφαίνεται, καὶ τραφέντας ὥσπερ οἱ γαλεοὶ 37 καὶ γενομένους ἱκανοὺς ἑαυτοῖς βοηθεῖν ἐκβῆναι τηνικαῦτα καὶ γῆς λαβέσθαι. καθάπερ οὖν τὸ πῦρ τὴν ὕλην, ἐξ ἧς ἀνήφθη, μητέρα καὶ πατέρ᾽ οὖσαν, ἢσθιεν, ὡς τὸν Κήυκος 38 γάμον εἰς τὰ 39 Ἡσιόδου παρεμβαλὼν εἴρηκεν οὕτως Ἀναξίμανδρος τῶν ἀνθρώπων πατέρα καὶ μητέρα κοινὸν ἀποφήνας τὸν ἰχθῦν διέβαλεν πρὸς τὴν βρῶσιν. ’

1 γε] τε mei

2 ὅτι] ὅτε iidem

3 ἀλλὰ iidem

4 μετρίοις iidem

5 lac. signavit Duebnerus. Fort. supplendum ἣν δὲ Τ. Λακ. αἰτίαν [ἔλεγεν οὐκ ἀποδέχομαι] ἔλεγε δὲ cf. Symb.

6 τοῦτο] sc. τὸ μὴ γεύεσθαι Cetera fort. sunt ita corrigenda: τοὺς γὰρ ἰχθῦς καλεῖν ἔλλοπας - καὶ τὸν ὁμών. ἐμοὶ τὸν παυσάνεμον (hoc cum Herwerdeno) πυθ. παραινεῖν τάδε 'Δόγματα δὲ στέγ᾽ ἔσω φρενὸς ἔλλοπος οὔτι (haec cum W) ἔλασσον᾽

7 ἔλλοπας] om. mei

8 θεῖον Amyotus: θεὸν

9 ἀγιστίας mei

10 Ἡρόδοτος] 2, 37

11 ἄλλο τι Duebnerus

12 ἁλσὶ Herwerdenus: ἅλεσι

13 δὲ M

14 τι] τε R

15 εἰς] πρὸς Doehnerus

16 corr. vid. προσεπεῖσε

17 γελοία *: γελοῖα vel γελοῖαι

18 W: ἀναλισκομένης

19 καταβάλλοντα mei

20 τἀνθρώπῳ *: τῷ ἀνθρώπῳ

21 ἀρήγει mei

22 ῥαϊζειν iidem

23 S: ἐπαγούσης, sed in E α litt. ex alia littera facta est

24 οὔτε R: οὐ τὸν

25 οὐδὲ *: οὔτε

26 malim μόνον

27 πρὸς ἅπαν τὸ Basileensis: πρὸς ἅπαντα

28 οὐδ᾽] οὐδ᾽ αὐτοῖς τοῖς?

29 Hom. μ 329

30 id. μ 332

31 ἀποχῆ

32 μεγάρων mei. cf. Theocr. 14, 49 et Schol.

33 ἀεὶ οἱ] οἱ ἀεὶ R. Fort. οἱ ἐν Λ[έπτ]ει cf. p. 983f.

34 πατρογενίῳ] πατρὶ γενεσίῳ Doehnerus; malim προγενίῳ ut sit idem atque προγενεῖ vel προγόνῳ (προ πατρο) cf. Hesychi εὐγένιος: εὐγενής ὁμόγνιος ex ὁμογένιος, συγγένειος (Ζεύς

35 Turnebus: δόξαντες

36 Ἀναξιμάνδρου cf. Mullach. 1 p. 238 adn. 18

37 γαλεοί] scripsi cum Emperio: παλαιοί

38 Κήυκος γάμον] cf. Kinkel. p. 146

39 ib. τὰ Basileensis: τὰς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: