previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τῶν ὀψὲ παραγιγνομένων ἐπὶ τὸ δεῖπνον: ἐν καὶ πόθεν ἀκράτισμα καὶ ἄριστον καὶ δεῖπνον ὠνομάσθη.


τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ [p. 329] δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶκωλυσιδείπνους 1καὶζοφοδορπίδας 2καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον: οἱ δ᾽ ἀμυνόμενοι πάλιν ἐκείνουςτρεχεδείπνουςἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. καὶ Γάλβα τοῦ 3 παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν ἐκεῖνος γὰρἐπιθυμοδείπνουςἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον: ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις.


ἐγὼ δ᾽ εἶπον, ὅτι καὶ Πολύχαρμος ἐν Ἀθήναις δημαγωγῶν καὶ τοῦ βίου διδοὺς ἀπολογισμὸν ἐν ἐκκλησίᾳταῦτ᾽εἶπεν,‘ἄνδρες Ἀθηναῖοι, τἀμά 4 καὶ πρὸς τούτοις, οὐδέποτε κληθεὶς ἐπὶ δεῖπνον ὕστατος ἀφικόμηνδημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγιγνομένους ἀναγκαζόμενοι 5 περιμένειν, ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται.


δὲ Σώκλαρος ὑπερδικῶν τῶν νεανίσκωνἀλλ᾽ οὐδὲ τὸν Πιττακόνἔφηζοφοδορπίδαν Ἀλκαῖος 6 ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλ᾽ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις: τὸ μέντοι πρωίτερον 7 δειπνεῖν ὄνειδος ἦν πάλαι, καὶ τὸ ἀκράτισμά φασιν 8 οὕτω λέγεσθαι διὰ τὴν ἀκρασίαν.’


[p. 330] ὑπολαβὼν δ᾽ Θέωνἥκιστ᾽εἶπενεἰ δεῖ 9 τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσι πιστεύειν. φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἕωθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς: ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους. ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφ᾽ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχε. καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντι 10 τοὺς περὶ τὸν Εὔμαιον
ἐντύνοντας 11 ἄριστον ἃμ ἠοῖ φαινομένῃφι
12 καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὥραν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριον 13. τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει: πράξαντες γάρ τι δειπνοῦσιν μεταξὺ πράττοντες:. ἔστι δὲ καὶ τοῦτο παρ᾽ Ὁμήρου λαβεῖν λέγοντος
ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον.
14 εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν 15 ῥᾷστον, τοῦτο δ᾽ ὥσπερ διαπεπονημένον ἐκάλεσαν.’


ὑβριστὴς δ᾽ ὢν καὶ φιλόγελως φύσει [p. 331] ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ 16 φλυαρεῖν δεδομένης. τὸ μὲν γὰρ δεῖπνόν φασικοῖναδιὰ τὴν κοινωνίαν 17 καλεῖσθαι: καθ᾽ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες 18 τοῖς φίλοις. τὸ δ᾽ ἄριστον ἐκλήθηπράνδιον 19ἀπὸ τῆς ὥρας: ἔνδιον γὰρ τὸ δειλινόν, καὶ τὴν μετ᾽ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν: πρωινήν τινα σημαίνοντες ἐδωδὴν τροφήν, 20 χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι. ‘καὶ μὴν ἵν᾽ ἀφῶ τὰ στρώματαἔφητὸν οἶνον, τὸ μέλι, τοὔλαιον, τὸ γεύσασθαι, τὸ προπιεῖν, ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα: τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον 21 Ἑλληνικῶςκωμισσᾶτον 22λέγεσθαι, καὶ τὸ κεράσαιμισκῆραικαθ᾽ Ὅμηρον 23,
δ᾽ αὖτ᾽ ἐν 24 κρητῆρι μελίφρονα οἶνον ἔμισγε 25
καίμῆνσαν 26μὲν τὴν τράπεζαν ἀπὸ 27 τῆς: ἐν μέσῳ θέσεως, ‘πᾶνεμ 28δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν τὸν δὲ στέφανονκορῶνανἀπὸ τῆς κεφαλῆς, ὡς Ὅμηρος 29 τὸ κράνος εἴκασέ που στεφάνῃ 30: τὸ δὲ καῖρε δέρε 31, καίδέντηςτοὺς ὀδόντας, καίλάβρα 32[p. 332] τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν δι᾽ αὐτῶν; καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων, μηδ᾽ ἐκείνοις εὐκόπως οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων 33 τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι 34 παραδύσεις 35 διδῶμεν 36.’

1 κωλύουσι δείπνους mei

2 ib. *: ζοφοδόρπιδας

3 καὶ Γάλβα τοῦ Madvigius: καὶ γὰρ βάτου (vel βάττου

4 τἀμά W: τἄλλα

5 ἀναγκάζομεν: οἵ mei

6 ἄλκιος iidem

7 πρωίτερον R: πρότερον

8 R: φησὶν

9 εἰ δεῖ W: ἔδει

10 μάρτυρι τῷ Ὁμ. χρωμένοις λέγοντι R. Mihi vid. corr. μαρτυροῦσι (dat. plur.) pro μαρτυρεῖ cf. p. 734d

11 ἐντύνοντα vel ἐντείνοντα mei

12 Hom. π 2

13 αὔριον] scr. vid. δόρπον quod et coenam et tempus vespertinum significat. vid. Symb.

14 Hom. Λ 86

15 μὲν] μὲν οἶον?

16 τῷ] τοι vel τὸ mei

17 κοῖνα] κῆνα vel κῦνα mei

18 σπανίως vel ὀλιγάκις συνδειπνοῦντες R

19 πράνδιον] om. mei nisi quod πρανδε dant VdP

20 ] mei

21 ἐπὶ βωμὸν iidem

22 *: κομίσατον vel κομίσαιτο vel κωμεσσάτον

23 Ὁμηρον] κ 356

24 δ᾽ αὖτ᾽ ἐν] δὲ τρίτη idem

25 ἔμισγε] ἐκίρνα idem

26 μῆνσαν] μηνέα mei

27 ἀπὸ S

28 πᾶνεμ S: πᾶν

29 Ὁμηρος] H 12

30 Turnebus: στεφάνην

31 ib. τὸ δὲ δέρειν καίδερε W; malim τὸ δέ[ρειν δὲ] καίδερε quae commendantur etiam eo quod nomina Graeca articulum requirunt sicut Latina respuunt, cf. lin. 4. 7. 15. 17 cett.

32 λαβρατάχια: mei i.e. λάβρα τὰ χεἰλη

33 τριγχίων *: τρινχίων vel τριχίων

34 R: καθαιροῦσι vel καθαιρουσιν

35 παρεισδύσεις idem

36 ib. idem: δίδομεν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: