previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί πρὸ ἡμέρας ἐκ τοῦ Νείλου οἱ πλέοντες ὑδρεύονται.


αἰτίαν τις ἐζήτησε, δι᾽ ἣν οἱ ναύκληροι τὰς ὑδρείας ἐκ τοῦ Νείλου νυκτὸς οὐχ ἡμέρας ποιοῦνται. καί τισι μὲν ἐδόκουν τὸν ἣλιον δεδιέναι, τῷ προθερμαίνειν τὰ ὑγρὰ μᾶλλον εὔσηπτα ποιοῦντα: πᾶν γὰρ τὸ θερμανθὲν καὶ χλιανθὲν ἀεὶ πρὸς μεταβολὴν ἑτοιμότερόν ἐστι καὶ προπέπονθεν ἀνέσει τῆς ποιότητος δὲ ψυχρότης πιέζουσα συνέχειν δοκεῖ καὶ φυλάττειν ἕκαστον ἐν πέφυκεν, οὐχ ἥκιστα 1 δὲ τὸ ὕδωρ: ὕδατος γὰρ ψυχρότης σχετικόν ἐστι φύσει: δηλοῦσιν 2 αἱ χιόνες, τὰ κρέα δύσσηπτα τηροῦσαι πολὺν χρόνον. δὲ θερμότης τὰ τ᾽ ἄλλα καὶ τὸ μέλι τῆς ἰδίας ποιότητος ἐξίστησι: φθείρεται γὰρ ἑψηθέν: ἂν δ᾽ ὠμὸν 3 διαμένῃ καὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ φθείρεσθαι βοηθεῖ. μεγίστην δὲ τῇ αἰτίᾳ πίστιν παρεῖχε τὰ λιμναῖα τῶν ὑδάτων: χειμῶνος γὰρ οὐδὲν διαφέροντα τῶν ἄλλων [p. 327] ποθῆναι, τοῦ θέρους γίγνεται πονηρὰ καὶ νοσώδη διὸ χειμῶνι μὲν τῆς νυκτὸς ἀναλογεῖν δοκούσης θέρει δὲ τῆς ἡμέρας, μᾶλλον οἴονται διαμένειν ἄτρεπτον καὶ ἀπαθὲς τὸ ὕδωρ , ἂν νυκτὸς λαμβάνηται. τούτοις ἐπιεικῶς οὖσι πιθανοῖς, ἐπανέκυψε λόγος ὥσπερ ἀτέχνῳ πίστει 4 ναυτικῇ βεβαιούμενος ἐμπειρίᾳ: νυκτὸς γὰρ ἔφασαν λαμβάνειν τὸ ὕδωρ, ἔτι τοῦ ποταμοῦ καθεστῶτος καὶ ἡσυχάζοντος, ἡμέρας δέ, πολλῶν ἀνθρώπων ὑδρευομένων καὶ πλεόντων, πολλῶν δὲ θηρίων διαφερομένων, ἀναταραττόμενον γίγνεσθαι παχὺ καὶ γεῶδες τὸ δὲ τοιοῦτον εὔσηπτον εἶναι πάντα γὰρ τὰ μεμιγμένα τῶν ἀμίκτων ἐπισφαλέστερα πρὸς σῆψίν ἐστι: ποιεῖ γὰρ μῖξις μάχην, δὲ μάχη μεταβολήν, μεταβολὴ δέ τις σῆψις. διὸ τάς τε μίξεις τῶν χρωμάτων οἱ ζωγράφοι φθορὰς,: ὀνομάζουσι καὶ τὸ βάψαιμιῆναι 5κέκληκεν ποιητής, δὲ κοινὴ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκήρατον, μάλιστα δὲ γῆ μιχθεῖσα πρὸς ὕδωρ ἐξίστησι καὶ φθείρει τὸ πότιμον καὶ οἰκεῖον: ὅθεν εὔσηπτα μᾶλλόν ἐστι τὰ στάσιμα καὶ κοῖλα, πολλῆς: ἀναπιμπλάμενα γῆς, τὰ δὲ ῥέοντα φεύγει καὶ διακρούεται τὴν προσφερομένην: καὶ καλῶς Ἡσίοδος 6 ἐπῄνεσε
κρήνης 7 ἀενάου καὶ ἀπορρύτου, τ᾽ ἀθόλωτος.
ὑγιεινὸν γὰρ τὸ ἀδιάφθορον ἀδιάφθορον δὲ τὸ [p. 328] ἄμικτον καὶ καθαρόν. οὐχ ἥκιστα δ᾽ αἱ τῆς γῆς διαφοραὶ τῷ λόγῳ μαρτυροῦσι: τὰ γὰρ ὀρεινὴν διεξιόντα γῆν καὶ λιθώδη στερρότερα τῶν ἑλείων καὶ πεδινῶν ἐστι: πολλὴν γὰρ οὐκ ἀποσπᾷ γῆν. δὲ Νεῖλος ὑπὸ μαλθακῆς χώρας περιεχόμενος 8, μᾶλλον δ᾽ ὥσπερ αἷμα σαρκὶ κεκραμένος, γλυκύτητος μὲν ἀπολαύει καὶ χυμῶν ἀναπίμπλαται δύναμιν ἐμβριθῆ καὶ τρόφιμον ἐχόντων, συμμιγὴς δὲ φέρεται καὶ θολερός: ἂν δ᾽ ἀναταράττηται, καὶ μᾶλλον: γὰρ κίνησις ἀναμίγνυσι τῷ ὑγρῷ τὸ γεῶδες ὅταν δ᾽ ἠρεμήσῃ, κάτω 9 ῥέπον διὰ βάρος ἄπεισιν. ὅθεν ὑδρεύονται τῆς νυκτός, ἅμα καὶ τὸν ἥλιον προλαμβάνοντες, ὑφ᾽ 10 οὗ τὸ λεπτότατον καὶ κουφότατον ἀεὶ τῶν ὑγρῶν αἰρόμενον διαφθείρεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: