previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα 1 νύξ.


θόρυβός τις, ἑστιωμένων ἡμῶν Ἀθήνησι παρ᾽ Ἀμμωνίῳ, τὴν οἰκίαν περιήχησεν, ἔξωθεν ἐπιβοωμένων τὸν στρατηγόν: ἐστρατήγει δὲ τὸ τρίτον Ἀμμώνιος. ἐπεὶ δὲ πέμψας τῶν περὶ αὑτόν 2 τινας ἔπαυσε τὴν ταραχήν, καὶ παρέπεμψαν τοὺς ἀνθρώπους, ἐζητοῦμεν ἡμεῖς, διὰ τί τῶν ἔξωθεν βοώντων συνεξακούουσιν οἱ ἐντός, οἱ δ᾽ ἔξω τῶν ἐντὸς οὐχ ὁμοίως. καὶ Ἀμμώνιος ἔφη τοῦτο μὲν ὑπ᾽ Ἀριστοτέλους 3 λελύσθαι: τὴν γὰρ φωνὴν τῶν ἔνδον ἔξω φερομένην εἰς ἀέρα πολὺν καὶ ἀναπεπταμένον εὐθὺς ἐξαμαυροῦσθαι καὶ διασπείρεσθαι, τὴν δ᾽ ἔξωθεν εἴσω κατιοῦσαν οὐδὲν τοιοῦτο πάσχειν ἀλλὰ συνέχεσθαι καὶ διαμένειν εὔσημον: ἐκεῖνο δὲ μᾶλλον λόγου δεῖσθαι, τὸ νυκτὸς ἠχωδεστέρας εἶναι τὰς φωνὰς καὶ πρὸς τῷ μεγέθει τὴν τρανότητα καθαρῶς συνδιαφυλάττειν. ‘ἐμοὶ μὲν οὖνεἶπενοὐ φαύλως [p. 314] πρόνοια δοκεῖ μεμηχανῆσθαι τῇ ἀκοῇ σαφήνειαν, ὅτε τῆς ὄψεως οὐδὲν κομιδῇ τι μικρὸν ἔργον ἐστί. σκοτεινὸς γὰρ ὢν ἀὴρ κατ᾽ Ἐμπεδοκλέα
νυκτὸς ἐρημαίης ἀλαώπιδος 4,
ὅσον τῶν ὀμμάτων ἀφαιρεῖται τοῦ προαισθάνεσθαι, διὰ τῶν ὤτων ἀποδίδωσιν. ἐπεὶ δὲ δεῖ καὶ τὰ δι᾽ ἀνάγκης φύσει περαινόμενα τῶν αἰτίων 5 ἀνευρίσκειν, καὶ τοῦτο τοῦ φυσικοῦ 6 ἴδιόν ἐστιν, περὶ τὰς ὑλικὰς καὶ ὀργανικὰς ἀρχὰς πραγματεία: τίς ἂνἔφηπρῶτος ὑμῶν εὐπορήσειε λόγου τὸ πιθανὸν ἔχοντος;’


ἡσυχίας δὲ γενομένης, Βόηθος 7 ἔφη νέος μὲν ὢν ἔτι καὶ σοφιστεύων ἀπὸ 8 γεωμετρίας αἰτήμασι χρῆσθαι 9 καὶ λαμβάνειν ἀναποδείκτους ὑποθέσεις, νυνὶ δὲ χρήσεσθαί τισι τῶν προαποδεδειγμένων ὑπ᾽ Ἐπικούρου 10. ‘φέρεται τὰ ὄντα ἐν τῷ μὴ ὄντι:; πολὺ γὰρ κενὸν ἐνδιέσπαρται καὶ μέμικται ταῖς τοῦ ἀέρος ἀτόμοις: ὅταν μὲν οὖν διακεχυμένος καὶ πλάτος 11 ἔχων καὶ περιδρομὴν ὑπὸ μανότητος, μικρὰ καὶ λεπτὰ τὰ μεταξὺ τῶν μορίων κενὰ λείπεται καὶ πολλὴν αἱ ἄτομοι κατεσπαρμέναι 12 χώραν ἐπέχουσιν: ὅταν δὲ συσταλῇ καὶ πίλησις εἰς ὀλίγον αὐτῶν γένηται καὶ συμπέσωσιν ἀποβιασθεῖσαι πρὸς ἀλλήλας, [p. 315] πολλὴν εὐρυχωρίαν ἔξω καὶ διαστάσεις 13 μεγάλας ποιοῦσι: τοῦτο δὲ γίγνεται νυκτὸς ὑπὸ ψυχρότητος: γὰρ θερμότης χαλᾷ καὶ διίστησι καὶ λύει τὰς πυκνώσεις: διὸ πλείονα τόπον τὰ ζέοντα καὶ μαλασσόμενα καὶ τηκόμενα τῶν σωμάτων ἐπιλαμβάνει: καὶ τοὐναντίον αὖ πάλιν τὰ πηγνύμενα καὶ ψυχόμενα συγχωρεῖ πρὸς ἄλληλα καὶ συνάγεται καὶ ἀπολείπει κενότητας 14 ἐν τοῖς περιέχουσιν ἀγγείοις καὶ τόπους 15, ἐξ ὧν ὑποκεχώρηκεν. δὲ φωνὴ προσφερομένη καὶ προστυγχάνουσα σώμασι πολλοῖς καὶ ἀθρόοις τυφλοῦται παντάπασιν, διασπάσματα λαμβάνει μεγάλα 16 καὶ πολλὰς ἀντικρούσεις καὶ διατριβάς: ἐν δὲ κενῷ καὶ σωμάτων ἐρήμῳ διαστήματι λεῖον δρόμον ἔχουσα καὶ συνεχῆ καὶ ἄπταιστον ἐξικνεῖται πρὸς τὴν ἀκοήν, ὑπὸ τάχους ἅμα τῷ λόγῳ διασῴζουσα τὴν σαφήνειαν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν ἀγγείων τὰ κενὰ πληττόμενα, μᾶλλον ὑπακούει ταῖς 17 πληγαῖς καὶ τὸν ἦχον ἀποτείνει μακράν, πολλάκις δὲ καὶ κύκλῳ περιφερόμενον διαδίδωσι πολύ 18: τὸ δ᾽ 19 ἐμπλησθὲν στερεοῦ σώματος τινος ὑγροῦ παντάπασι γίγνεται κωφὸν καὶ ἄναυδον, ὁδὸν οὐκ ἐχούσης οὐδὲ χώραν δίεισι τῆς φωνῆς. αὐτῶν δὲ τῶν σωμάτων χρυσὸς μὲν καὶ λίθος ὑπὸ πληρότητος ἰσχνόφωνα καὶ δυσηχῆ καὶ ταχὺ κατασβέννυσι τοὺς φθόγγους ἐν αὑτοῖς εὔφωνος δὲ καὶ λάλος [p. 316] χαλκός, πολύκενος καὶ ὄγκον 20 ἐλαφρὸς καὶ λεπτός, οὐ πολλοῖς συντεθλιμμένος ἐπαλλήλοις σώμασιν, ἀλλ᾽ ἄφθονον 21 ἔχων τὸ τῆς ἐπιεικοῦς 22 καὶ ἀναφοῦς μεμιγμένον οὐσίας, ταῖς τ᾽ ἄλλαις κινήσεσιν εὐπορίαν δίδωσι τήν τε φωνὴν εὐμενῶς ὑπολαμβάνουσα παραπέμπει; μέχρι ἂν ἁψάμενός 23 τις ὥσπερ ἐν ὁδῷ καταλάβῃ καὶ τυφλώσῃ 24 τὸ κενόν 25: ἐνταῦθα δ᾽ ἔστη καὶ ἀπεπαύσατο τοῦ πρόσω χωρεῖν διὰ τὴν ἀντίφραξιν 26. ταῦτ᾽ἔφηδοκεῖ μοι τὴν νύκτα ποιεῖν ἠχώδη, τὴν δ᾽ ἡμέραν ἧττον θερμότητι καὶ διαχύσει τοῦ ἀέρος μικρὰ 27 τὰ διαστήματα τῶν ἀτόμων ποιοῦσαν μόνονἔφημηδεὶς ἐνιστάσθω πρὸς τὰς πρώτας ὑποθέσεις.’


κἀγώ, τοῦ Ἀμμωνίου κελεύοντος εἰπεῖν τι πρὸς αὐτὸναἱ μὲν πρῶταί σου τῶν ὑποθέσεωνἔφην φίλε Βόηθε 28, καίπερ πολὺ 29 τὸ κενὸν ἔχουσαι μενέτωσαν: τῇ δὲ φωνῇ τὸ κενὸν οὐκ ὀρθῶς πρὸς σωτηρίαν καὶ κίνησιν ὑποτίθεσθε 30. σιωπῆς γὰρ οἰκεῖον καὶ ἡσυχίας τὸ ἀναφὲς καὶ ἀπαθὲς καὶ ἄπληκτον, δὲ φωνὴ πληγὴ σώματος διηχοῦς, διηχὲς δὲ τὸ συμπαθὲς αὑτῷ καὶ συμφυὲς εὐκίνητον δὲ καὶ κοῦφον καὶ ὁμαλὸν καὶ ὑπήκοον τοῦ 31 δι᾽ [p. 317] εὐτονίαν καὶ συνέχειαν, οἷός ἐστι παρ᾽ ἡμῖν ἀήρ. καὶ γὰρ ὕδωρ καὶ γῆ καὶ πῦρ ἄφωνα καθ᾽ ἑαυτά, φθέγγεται δὲ πνεύματος ἐμπεσόντος ἅπαντα καὶ ψόφους καὶ πατάγους ἀναδίδωσι: χαλκῷ δὲ κενοῦ μὲν 32 οὐδὲν μέτεστιν, ὁμαλῷ δὲ πνεύματι καὶ λείῳ κεκραμένος εὔπληκτός ἐστι καὶ ἠχώδης. εἰ δὲ δεῖ τῇ ὄψει τεκμαίρεσθαι, φαίνεται μᾶλλον σίδηρος ἔχων τι σαθρὸν καὶ πολύκενον καὶ τενθρηνῶδες: ἔστι δὲ κακόφωνος σφόδρα καὶ τῶν μεταλλικῶν 33 κωφότατος. οὐδὲν οὖν ἔδει τῇ νυκτὶ παρέχειν πράγματα συσπῶντας αὐτῆς τὸν ἀέρα καὶ συντείνοντας, ἑτέρωθι δ᾽ αὖ χώρας καὶ κενότητας ἀπολείποντας 34, ὥσπερ ἐμποδὼν ὄντα τῇ φωνῇ τὸν ἀέρα καὶ φθείροντα τὴν οὐσίαν, ἧς αὐτὸς οὐσία καὶ σῶμα 35 καὶ δύναμὶς ἐστιν. ἄνευ δὲ τούτων ἔδει δή που τὰς ἀνωμάλους νύκτας, οἷον ὁμιχλώδεις καὶ δυσχειμέρους, ἠχωδεστέρας εἶναι τῶν αἰθρίων καὶ κεκραμένων ὁμαλῶς, διὰ τὸ δεῦρο μὲν συνωθεῖν τὰς ἀτόμους ἐκεῖ δ᾽ ὅθεν μεθίστανται χώραν ἔρημον ἀπολείπειν 36 σωμάτων καὶ τὸ δὴ προχειρότατον, ἡμέραν ψυχρὰν ἠχωδεστέραν εἶναι νυκτὸς ἀλεεινῆς ῆς καὶ θερινῆς: ὧν οὐδέτερον ἀληθές ἐστι. διὸ 37 τὸν λόγον τοῦτον ἀπολελοιπὼς ἐπιβάλλω τὸν Ἀναξαγόραν 38, ὑπὸ τοῦ ἡλίου λέγοντα κινεῖσθαι τὸν ἀέρα κίνησιν τρομώδη καὶ παλμοὺς ἔχουσαν, ὡς δῆλόν ἐστι τοῖς διὰ τοῦ [p. 318] φωτὸς ἀεὶ διᾴττουσι ψήγμασι μικροῖς καὶ θραύμασιν 39, δή τινες τίλας καλοῦσιν ταῦτ᾽ οὖν φησιν ἀνὴρ πρὸς τὴν θερμότητα σίζοντα καὶ ψοφοῦντα δι᾽ ἡμέρας δυσηκόους τῷ ψόφῳ τὰς φωνὰς ποιεῖν, νυκτὸς δὲ φαίνεσθαι 40 τὸν σάλον αὐτῶν καὶ τὸν ἦχον.’


ἐμοῦ δὲ ταῦτ᾽ εἰπόντος, Ἀμμώνιος; ἔφηγελοῖοι μὲν ἴσως φανούμεθα, καὶ Δημόκριτον ἐλέγχειν οἰόμενοι καὶ Ἀναξαγόραν ἐπανορθοῦσθαι θέλοντες: οὐ μὴν ἀλλ᾽ ἀφαιρετέον γε τῶν Ἀναξαγόρου σωμάτων τὸν σιγμόν: οὔτε γὰρ πιθανὸς οὔτ᾽ ἀναγκαῖος, ἀλλ᾽ τρόμος ἀρκεῖ τῶν σωμάτων καὶ κίνησις ἐν τῷ φωτὶ κλονουμένων τὰς φωνὰς; διασπᾶν καὶ διαρρίπτειν πολλάκις. γὰρ ἀήρ, ὥσπερ εἴρηται, σῶμα τῆς,φωνῆς: καὶ οὐσίαν ἐμπαρέχων ἑαυτόν, ἐὰν μὲν σταθερός, εὐθύπορα καὶ λεῖα καὶ συνεχῆ τὰ τῶν ψόφων μόρια καὶ κινήματα πόρρωθεν διαδίδωσι: νηνεμία γὰρ ἠχῶδες καὶ γαλήνη, καὶ τοὐναντίον, ὡς Σιμωνίδης 41 φησίν,
οὐδὲ γὰρ ἐννοσίφυλλος ἀήτα τότ᾽ ὦρτ᾽ ἀνέμων,
τις κατεκώλυε κιδναμένα 42 μελιαδέα γᾶρυν
ἀραρεῖν ἀκοαῖσι βροτῶν.
πολλάκις μὲν 43 γὰρ οὐδὲ τὸ σχῆμα τῆς φωνῆς τοῦ ἀέρος σάλος ἔναρθρον 44 ἐᾷ πρὸς τὴν αἴσθησιν ἐξικνεῖσθαι καὶ διαμεμορφωμένον, ἀεὶ 45 μέντοι τι τοῦ [p. 319] πλήθους φέρει 46 καὶ τοῦ μεγέθους. μὲν οὖν νὺξ αὐτὴ καθ᾽ ἑαυτὴν οὐδὲν ἔχει κινητικὸν ἀέρος: δ᾽ ἡμέρα μέγα 47, τὸν ἣλιον, ὥσπερ αὐτὸς Ἀναξαγόρας εἴρηκεν.’


ὑπολαβὼν δὲ Θράσυλλος Ἀμμωνίου υἱὸςεἶτ᾽ἔφητί παθόντες, πρὸς Διός, εἶπας τῶι θεωρητὰ 48 κινήματα τοῦ ἀέρος οἰόμεθα δεῖν αἰτᾶσθαι, τὸν δ᾽ ἐμφανῆ σάλον καὶ σπαραγμὸν αὐτοῦ παρορῶμεν; 49 γὰρ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς οὗτος οὐ λανθάνων οὐδ᾽ 50 ἀτρέμα διακινῶν τὰ σμικρότατα τοῦ ἀέρος ἀλλ᾽ εὐθὺς ἐκφανεὶς ἀνίστησι καὶ κινεῖ πάντα πράγματα
δεξιὰ σημαίνων, λαοὺς δ᾽ ἐπὶ ἔργον ἐγείρων
51 οἱ δ᾽ ἕπονται, καθάπερ ἐκ παλιγγενεσίαςνέα ἐφ᾽ 52 ἡμέρῃ φρονέοντεςὥς φησι Δημόκριτος 53, οὔτ᾽ ἀφώνοις οὒτ᾽ ἀπράκτοις 54 ἐνεργείαις: καὶ τὸν ὄρθρον Ἴβυκος 55 οὐ κακῶςκλυτὸνπροσεῖπεν, ἐν κλύειν καὶ ἤδη 56 φθέγγεσθαι συμβέβηκε: τῆς δὲ νυκτὸς ἀκύμων τὰ πολλὰ καὶ ἄκλυτος ὢν ἀήρ, ἀναπαυομένων ἁπάντων, εἰκότως τὴν φωνὴν ἄθραυστον ἀναπέμπει καὶ ἀκέραιον πρὸς ἡμᾶς.’


παρὼν οὖν Ἀριστόδημος 57 Κύπριοςἀλλ᾽ [p. 320] ὅραεἶπεν Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν 58, οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. ἔχει δέ τι καὶ τὸ παρ᾽ ἡμᾶς αἴτιον: αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά 59 τισιν διαπυνθανόμενοι συντόνους ποιούμεθα τὰς γεγωνήσεις. τὸ γάρ, ἐν μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν 60 ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδ᾽ ἀτρεμαῖόν ἐστιν, ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας.’

1 Anonymus:

2 αὑτὸν *: αὐτὸν

3 Ἀριστοτέλους] p. 903, 13b

4 em. X: ἀγλαώπιδος cf. Mullach. 1 p. 7 vs. 252

5 καὶ τῶν δι᾽ ἀν. φύσει περαινομένων τὰ αἴτια Emperius

6 τῆς φυσικῆς Doehnerus

7 βοηθὸς mei

8 ἀπὸ] τοῖς ἀπὸ M

9 Turnebus: ζρήσασθαι

10 Ἐπικούρου] cf. Usener. p. 222

11 μακρα καὶ πλατέα W. Ante τὰ intercidisse πολλὰ suspicatur Usenerus. Mihi vulgata bene habere vid.

12 Usenerus: κατεσπαρμένην. In eandem coniecturam ego quoque incideram

13 em. W: διασπάσεις

14 κενότητας Basileensis: καὶ κενότητας

15 τόπους Doehnerus coll. lin. 50: τόποις

16 μεγάλα] cf. p. 721a

17 ταῖς Doehnerus coll. p. 995f

18 πολύν W

19 τὸ δ᾽ Usenerus: τὸ δ᾽ ἀγγεῖον cf. p. 1.

20 καὶ τὸν ὄγκον Usener

21 ἀλλὰ φθόνον aut ἀλλὰ φθόγγον mei

22 ἐπιεικοῦς] bene habet

23 ἀναψάμενος mei

24 τυφλώσῃ] cf. p. 315 lin. 11 et p. 995f

25 τὸ κενόν] glossema putat Usenerus, haud racte

26 em. X: ἀντίπραξιν

27 διαχύσει - μικρὰ scripsi cum Usenero (cf. p. 720f): διαλύσει - μικρὰ (cuius prius α oblitteratum est in Vd)

28 βοηθὲ mei

29 περὶ πολὺ] περίπολυ R. Malim ὑπέρπολυ

30 ὑποτίθεσθε] cf. Symb. ubi male defendi optimorum codd. lectionem ὑποτίθεσθαι

31 τοῦ] αὐτοῦ sc. τοῦ πλήττοντος σώματος R; malim ἑαυτοῦ

32 κενοῦ μὲν Basileensis: κινουμένῳ μὲν

33 μετάλλων?

34 em. Emperius: ἀπολιπόντας

35 σῶμα R coll. p. 722b: σχῆμα

36 Emperius: ἀπολιπεῖν

37 ἐστι. διὸ] ἐστιν mei

38 τὸν Ἀναξαγόραν] cf. Aristot. p. 903, 10a

39 *: θραύμασιν

40 φαίνεσθαι] ἠσυχίαν ἔχειν Aristoteles. ὑφίεσθαι Doehnerus. σβέννυσθαι an μαραίνεσθαι?

41 Σιμωνίδης] Bergk. 3 p. 408

42 W: σκιδνάμενα vel σκιδναμένα libri. κιδναμεναν Schneidewinus

43 μὲν] del. R

44 ἔναρθρος mei

45 αἰεὶ iidem

46 φέρει] ἀφαιρεῖ vel φθείρει W

47 μέγα] μετὰ mei

48 εἴπατε, τὰ ἀθεώρητα (malim τἀθεώρητα) Doehnerus

49 cf. Aristot. p. 339, 30a sq.

50 οὐδ᾽ *: οὔτ᾽

51 eiusdem ut vid. poetae prior versus legitur p. 1129e. cf. p. 764e Etym. M. p. 433, 51

52 ἐφ᾽ ἡμέρῃ Schottus: ἐφημέρη

53 Δημόκριτος] Mullach 1 p. 355 sed hoc testimonium omisit

54 ἀταράκτοις?

55 Ἰβυκος] Bergk. 3 p. 238

56 καὶ ἥδη] καὶ νὴ Δία Emperius

57 W: πρὸς ἡμᾶς

58 ἐλέγχωσιν Duebnerus male

59 ἐγκελευόμενοι W

60 em. Emperius: ἐξανιστᾶν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: