previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ ἡμερῶν ἐν αἷς γεγόνασί τινες τῶν ἐπιφανῶν: ἐν καὶ περὶ τῆς λεγομένης ἐκ θεῶν γενέσεως.


τῇ ἕκτῃ τοῦ Θαργηλιῶνος ἱσταμένου τὴν Σωκράτους ἀγαγόντες γενέθλιον, τῇ ἑβδόμῃ τὴν Πλάτωνος ἢγομεν, καὶ τοῦτο πρῶτον λόγους ἡμῖν παρεῖχε τῇ συντυχίᾳ πρέποντας, ὧν κατῆρξε Διογενιανὸς Περγαμηνός. ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα 1 περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστ᾽ αὐτῇ 2 ὅμοια ποιεῖ τοῦτο μέντοι μουσικῶς ἔοικεν ἀπαυτοματίσαι τὸ μὴ μόνον οὕτω σύνεγγυς, ἀλλὰ καὶ πρότερον τῇ δόξῃ 3 γεγονέναι τὸν πρεσβύτερον καὶ καθηγητήν. ἐμοὶ δὲ πολλὰ λέγειν ἐπῄει τοῖς παροῦσι τῶν εἰς ταὐτὸ καιροῦ συνδραμόντων: οἷον ἦν τὸ περὶ τῆς Εὐριπίδου γενέσεως καὶ τελευτῆς, γενομένου μὲν ἡμέρᾳ καθ᾽ ἣν οἱ Ἕλληνες ἐναυμάχουν ἐν Σαλαμῖνι πρὸς τὸν Μῆδον 4, ἀποθανόντος δὲ καθ᾽ ἣν ἐγεννήθη Διονύσιος πρεσβύτερος τῶν ἐν Σικελίᾳ τυράννων 5: ἅμα τῆς τύχης, ὡς Τίμαιος 6 [p. 305] ἔφη, τὸν μιμητὴν ἐξαγούσης τῶν τραγικῶν παθῶν καὶ τὸν ἀγωνιστὴν ἐπεισαγούσης ἐμνήσθησαν δὲ καὶ τῆς Ἀλεξάνδρου τοῦ βασιλέως τελευτῆς καὶ τῆς Διογένους τοῦ Κυνὸς ἡμέρᾳ μιᾷ 7 γενομένης. καὶ τὸν μὲν Ἄτταλον:ν ἐν τοῖς ἑαυτοῦ γενεθλίοις τὸν βασιλέα τελευτῆσαι συνεφωνεῖτο: Πομπήιον δὲ Μάγνον οἱ μὲν ἐν τοῖς γενεθλίοις ἔφασαν, οἱ δὲ πρὸ μιᾶς ἡμέρας τῶν γενεθλίων ἀποθανεῖν περὶ Αἴγυπτον. ἧκε δὲ καὶ Πίνδαρος ἐπὶ μνήμην ἐν Πυθίοις γενόμενος πολλῶν καὶ καλῶν ὕμνων τῷ θεῷ χορηγός.


δὲ Φλῶρος οὐδὲ Καρνεάδην ἀπαξιοῦν ἔφη μνήμης: ἐν τοῖς Πλάτωνος γενεθλίοις, ἄνδρα τῆς Ἀκαδημείας 8 εὐκλεέστατον ὀργιαστὴν Ἀπόλλωνος γὰρ ἀμφοτέρους ἑορτῇ γενέσθαι, τὸν μὲν 9 Θαργηλίοις Ἀθήνησι, τὸν δὲ Κάρνεια 10 Κυρηναίων ἀγόντων: ἑβδόμῃ δ᾽ ἀμφοτέρας 11 ἑορτάζουσι. ‘καὶ τὸν θεόν, ὡς ταύτῃ γενόμενον, ὑμεῖςεἶπενοἱ προφῆται καὶ ἱερεῖς Ἑβδομαγενῆ καλεῖτε. διὸ τοὺς Ἀπόλλωνι τὴν Πλάτωνος τέκνωσιν ἀνατιθέντας οὐκ ἂν οἶμαί τινα φάναι καταισχύνειν τὸν θεόν, ἐπὶ μείζονα πάθη καὶ νοσήματα τοῦτον ἡμῖν διὰ Σωκράτους ἰατρὸν ὥσπερ ἑτέρου 12 Χείρωνος ἀπειργασμένον.’ ἅμα δὲ τῆς λεγομένης Ἀρίστωνι τῷ Πλάτωνος πατρὶ γενέσθαι καθ᾽ ὕπνον ὄψεως καὶ φωνῆς ἀπαγορευούσης μὴ συγγενέσθαι τῇ γυναικὶ μηδ᾽ ἅψασθαι δέκα μηνῶν ἐμνημόνευσεν. [p. 306]


ὑπολαβὼν δὲ Τυνδάρης Λακεδαιμόνιοςἄξιον μέν ἐστιν 13ἔφηπερὶ Πλάτωνος ᾁδειν καὶ λέγειν τὸ
οὐδὲ ἐῴκει 14
ἀνδρός γε θνητοῦ πάις 15 ἔμμεναι ἀλλὰ θεοῖο:
τοῦ γὰρ 16 θείου δέδια μὴ δόξῃ τῷ ἀφθάρτῳ 17 μάχεσθαι τὸ γεννῶν οὐχ ἧττον τὸ γεννώμενον: μεταβολὴ γάρ τις καὶ αὐτὴ καὶ πάθος: ὥς που καὶ Ἀλέξανδρος ὑπενόησεν, εἰπὼν μάλιστα θνητὸν καὶ φθαρτὸν ἐπιγιγνώσκειν ἑαυτὸν ἐν τῷ συγγίγνεσθαι γυναικὶ καὶ καθεύδειν ὡς τὸν μὲν ὕπνον ἐνδόσει γιγνόμενον ὑπ᾽ ἀσθενείας, γένεσιν δὲ πᾶσαν οἰκείου τινὸς εἰς ἕτερον ἔκστασιν καὶ φθορὰν 18 οὖσαν. ἀναθαρρῶ δὲ πάλιν αὐτοῦ Πλάτωνος 19 ἀκούων πατέρα καὶ ποιητὴν τοῦ τε κόσμου καὶ τῶν ἄλλων γεννητῶν τὸν ἀγέννητον 20 καὶ ἀίδιον θεὸν ὀνομάζοντος, οὐ διὰ σπέρματος δήπου γενομένων 21, ἄλλῃ δὲ δυνάμει τοῦ θεοῦ τῇ ὕλῃ γόνιμον ἀρχήν, ὑφ᾽ ἧς ἔπαθε καὶ μετέβαλεν, ἐντεκόντος
λήθουσι 22 γάρ τοι κἀνέμων 23 διέξοδοι
24 θήλειαν ὄρνιν, πλὴν ὅταν παρῇ τόκος.
καὶ οὐδὲν οἴομαι δεινόν, εἰ μὴ πλησιάζων θεὸς ὥσπερ ἄνθρωπος 25, ἀλλ᾽ ἑτέραις τισὶν ἁφαῖς δι᾽ [p. 307] ἑτέρων καὶ ψαύσεσι τρέπει καὶ ὑποπίμπλησι θειοτέρας γονῆς τὸ θνητόν. ‘κοὐκ 26 ἐμὸς μῦθοςεἶπενἀλλ᾽ Αἰγύπτιοι τὸν τ᾽ Ἆπιν οὕτω λοχεύεσθαί φασιν ἐπαφῇ τῆς σελήνης: καὶ ὅλως ἄρρενι θεῷ πρὸς γυναῖκα θνητὴν ἀπολείπουσιν 27 ὁμιλίαν ἀνάπαλιν 28 δ᾽ οὐκ ἂν οἴονται θνητὸν ἄνδρα θηλείᾳ θεῷ τόκου καὶ κυήσεως ἀρχὴν παρασχεῖν διὰ τὸ τὰς οὐσίας 29 τῶν θεῶν ἐν ἀέρι καὶ πνεύμασι καί τισι θερμότησι καὶ ὑγρότησι τίθεσθαι.’ ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: