previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εἰ δεῖ τὸν οἶνον ἐνδιηθεῖν.


Νίγρος 1 πολίτης ἡμῶν 2 ἀπὸ σχολῆς ἀφῖκτο συγγεγονὼς ἐνδόξῳ φιλοσόφῳ χρόνον οὐ πολύν, ἀλλ᾽ ἐν ὅσῳ τὰ τάνδρὸς 3 οὐ καταλαμβάνοντες 4 ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπ᾽ αὐτοῦ μιμούμενοι 5 τὸ ἐπιτιμητικὸν καὶ ἐλέγχοντες 6 ἐπὶ παντὶ πράγματι τοὺς συνόντας. ἑστιῶντος οὖν ἡμῖἱς Ἀριστίωνος 7, τὴν τ᾽ ἄλλην χορηγίαν ὡς πολυτελῆ καὶ περίεργον ἐμέμφετο καὶ τὸν οἶνον οὐκ ἔφη δεῖν ἐγχεῖσθαι 8 διηθημένον 9, ἀλλ᾽, ὥσπερ Ἡσίοδος 10 ἐκέλευσεν, ἀπὸ τοῦ πίθου πίνεσθαι τὴν σύμφυτον ἔχοντα ῥώμην καὶ δύναμιν. ‘ δὲ τοιαύτη κάθαρσις αὐτοῦ πρῶτον μὲν ἐκτέμνει τὰ νεῦρα καὶ τὴν θερμότητα κατασβέννυσιν: ἐξανθεῖ γὰρ καὶ ἀποπνεῖ διερωμένου 11 πολλάκις: ἔπειτα περιεργίαν καὶ καλλωπισμὸν ἐμφαίνει [p. 234] καὶ τρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον. ὥσπερ γὰρ τὸ τοὺς ἀλεκτρυόνας ἐκτεμεῖν 12 καὶ τοὺς χοίρους, ἁπαλὴν αὐτῶν παρὰ φύσιν τὴν σάρκα ποιοῦντας καὶ θήλειαν, οὐχ ὑγιαινόντων ἐστὶν ἀνθρώπων ἀλλὰ διεφθαρμένων ὑπὸ λιχνείας: οὕτως, εἰ δεῖ μεταφορᾷ χρησάμενον λέγειν 13, ἐξευνουχίζουσι 14 τὸν ἄκρατον καὶ ἀποθηλύνουσιν οἱ διηθοῦντες, οὔτε φορεῖν 15 ὑπ᾽ ἀσθενείας οὔτε πίνειν τὸν 16 μέτριον δυνάμενοι διὰ τὴν ἀκρασίαν: ἀλλὰ σόφισμα τοῦτ᾽ ἐστὶν αὐτοῖς καὶ μηχάνημα πολυποσίας ἐξαιροῦσι 17 δὲ τοῦ οἴνου τὸ ἐμβριθές, τὸ λεῖον 18 ἀπολιπόντες, ὥσπερ οἱ τοῖς ἀκρατῶς 19 ἔχουσι πρὸς ψυχροποσίαν ἀρρώστοις ἀφεψημένον διδόντες: τι γὰρ στόμωμα τοῦ οἴνου καὶ κράτος ἐστί, τοῦτ᾽ ἐν τῷ διυλίζειν ἐξαιροῦσι 20 καὶ ἀποκρίνουσι. μέγα δὲ 21 τεκμήριον διαφθορὰ καὶ 22 τὸ μὴ διαμένειν, ἀλλ᾽ ἐξίστασθαι καὶ μαραίνεσθαι, καθάπερ ἀπὸ ῥίζης κοπέντα τῆς τρυγός: οἱ δὲ παλαιοὶ καὶ τρύγα τὸν οἶνον 23 ἄντικρυς ἐκάλουν, ὥσπερ ψυχὴν καὶ κεφαλὴν τὸν ἄνθρωπον εἰώθαμεν ἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι, καὶ 24 τρυγᾶν λέγομεν τοὺς δρεπομένους τὴν ἀμπελίνην ὀπώραν, καὶ διατρύγιόν ‘’ που Ὅμηρος 25 εἴρηκεν, αὐτὸν δὲ τὸν οἶνοναἴθοπακαίἐρυθρὸνεἴωθε : καλεῖν: οὐχ ὡς [p. 235] Ἀριστίων ἡμῖν ὠχριῶντα καὶ χλωρὸν ὑπὸ τῆς πολλῆς καθάρσεως παρέχεται.’


καὶ Ἀριστίων γελάσαςοὐκ ὠχριῶντ᾽εἶπεν τᾶν, οὐδ᾽ ἀναίμον᾽ 26, ἀλλὰ μειλίχιον καὶ ἡμερίδην, ἀπὸ τῆς ὄψεως αὐτῆς πρῶτον. σὺ δ᾽ ἀξιοῖς τοῦ νυκτερινοῦ καὶ μελαναιγίδος ἐμφορεῖσθαι, καὶ ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν δι᾽ ἧς 27 τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶς 28 καὶ νοσῶδες ἐλαφρὸς καὶ ἄνευ ὀργῆς; ἀναμίγνυται ἡμῖν, οἷον Ὅμηρός φησι πίνειν τοὺς ἥρωας αἴθοπα γὰρ οὐ καλεῖ τὸν ζοφερόν, ἀλλὰ τὸν διαυγῆ καὶ λαμπρόν: οὐ γὰρ ἂν λέγων 29εὐήνορακαὶνώροπαχαλκὸναἴθοπαπροσηγόρευεν. ὥσπερ οὖν σοφὸς Ἀνάχαρσις ἄλλ᾽ ἄττα τῶν Ἑλλήνων μεμφόμενος ἐπῄνει τῶν ἀνθρακέων 30 ὅτι τὸν καπνὸν ἔξω καταλιπόντες οἴκαδε πῦρ κομίζουσιν: οὕτως ἡμᾶς ἐφ᾽ ἑτέροις ἂν ψέγοιτε μᾶλλον οἱ σοφοὶ ὑμεῖς. εἰ δὲ τοῦ οἴνου τὸ ταρακτικὸν καὶ ὀχλῶδες ἐξωθούμενοι καὶ ἀποσκεδάσαντες, αὐτὸν δ᾽ εὐφραίνοντες 31 οὐ καλλωπίσαντες οὐδ᾽ ὥσπερ σιδήρου στόμωμα καὶ ἀκμὴν ἀποκόψαντες, ἀλλὰ μᾶλλον ὥσπερ ἰὸν ῥύπον ἀποκαθήραντες 32 προσφερόμεθα, τί πλημμελοῦμεν; ὅτι νὴ Δία πλέον ἰσχύει μὴ διηθούμενος. καὶ γὰρ ἄνθρωπος, φίλε, φρενετίζων καὶ μαινόμενος: ἀλλ᾽ ὅταν ἐλλεβόρῳ χρησάμενος διαίτῃ καταστῇ, τὸ μὲν σφοδρὸν ἐκεῖνο καὶ [p. 236] σύντονον οἴχεται καὶ γέγονεν ἐξίτηλον, δ᾽ ἀληθινὴ δύναμις καὶ σωφροσύνη παραγίγνεται τῷ σώματι: οὕτω δὴ καὶ κάθαρσις τοῦ οἴνου τὸ πληκτικὸν ἀφαιροῦσα καὶ μανικόν, εἰς πραεῖαν ἕξιν καὶ ὑγιαίνουσαν καθίστησι. περιεργίαν δ᾽ οἶμαι πάμπολυ διαφέρειν καθαριότητος 33: καὶ γὰρ αἱ γυναῖκες φυκούμεναι καὶ μυριζόμεναι καὶ χρυσὸν φοροῦσαι καὶ πορφύραν περίεργοι δοκοῦσι: λουτρὸν δὲ καὶ ἄλειμμα καὶ κόμης θρύψιν 34 οὐδεὶς αἰτιᾶται. χαριέντως δὲ τὴν διαφορὰν ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥρας
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιο 35
36 λύματα πάντα κάθηρεν 37, ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳ
μέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης 38 ἐστιν: ὅταν δὲ τὰς χρυσᾶς περόνας ἀναλαμβάνῃ καὶ τὰ διηκριβωμένα τέχνῃ ἐλλόβια καὶ τελευτῶσα τῆς περὶ τὸν κεστὸν ἅπτηται γοητείας, περιεργία τὸ χρῆμα καὶ λαμυρία μὴ πρέπουσα γαμετῇ γέγονεν. οὐκοῦν καὶ τὸν οἶνον οἱ μὲν ἀλόαις χρωτίζοντες κινναμώμοις καὶ κρόκοις ἐφηδύνοντες ὥσπερ γυναῖκα καλλωπίζουσιν εἰς τὰ συμπόσια καὶ προαγωγεύουσιν οἱ δ᾽ ἀφαιροῦντες τὸ ῥυπαρὸν καὶ ἄχρηστον ἐξ αὐτοῦ θεραπεύουσι καὶ καθαίρουσιν. ἐπεὶ πάντ᾽ ἂν εἴποις ταῦτα περιεργίαν, ἀρξάμενος ἀπὸ τοῦ οἴκου: τί γὰρ οὕτω κεκονίαται; τί δ᾽ ἀνέῳγε τοῦ περιέχοντος ὅθεν ἂν μάλιστα πνεῦμα λαμβάνοι καθαρὸν καὶ [p. 237] τοῦ φωτὸς ἀπολαύοι περιιόντος 39 ἐπὶ τὰς δύσεις; τί δὲ τῶν ἐκπωμάτων ἕκαστον ἐκτέτριπται καὶ διέσμηκται πανταχόθεν ὥστε λάμπειν καὶ περιστίλβειν; τὸ μὲν ἔκπωμ᾽ ἔδει μὴ ῥύπου μηδὲ μοχθηρίας ὀδωδὸς εἶναι, τὸ δ᾽ ἐξ αὐτοῦ πινόμενον εὐρῶτος κηλίδων ἀναπεπλῆσθαι; καὶ τί δεῖ τἄλλα 40 λέγειν; γὰρ αὐτοῦ τοῦ πυροῦ διαπόνησις 41 εἰς τὸν ἄρτον οὐδὲν ἕτερον κάθαρσις οὖσα, θέασαι μεθ᾽ ὅσης γίγνεται πραγματείας: οὐ γὰρ μόνον ὑποσκαφισμοὶ καὶ διαττήσεις 42 καὶ ἀποκρίσεις 43 καὶ διακρίσεις εἰσὶ τῶν σιτίων καὶ τῶν ἀλλοτρίων 44, ἀλλ᾽ τρῖψις ἐκθλίβουσα τοῦ φυράματος τὸ τραχὺ καὶ πέψις ἐξικμάζουσα τὸ ὑγρὸν καθαίρουσι καὶ 45 συστέλλουσι τὴν ὕλην εἰς αὐτὸ τὸ ἐδώδιμον. τί οὖν ἄτοπον, εἰ καὶ τοῦ οἴνου τὸ τρυγῶδες ὡς κρίμνον σκύβαλον διήθησις ἐξαιρεῖ 46, μήτε δαπάνης τινὸς τῇ καθάρσει μήτ᾽ ἀσχολίας πολλῆς προσούσης;’

1 X: νίκρος

2 ἡμῶν] fort. add. μετ᾽ ἄλλων aut μετὰ τῶν ἑταίρων

3 *: τοῦ ἀνδρὸς

4 em. R: καταλαμβάνοντος

5 Basileensis: μιμουμένου

6 eadem: λέγοντος vel ψέγοντος

7 X: ἀρίστωνος

8 Turnebus: ἐλέγχεσθαι

9 Doehnerus: ἠθημένον

10 Ἡσίοδος] cf. OD 368

11 idem: διεωρωμένου

12 ἐκτέμνειν?

13 λέγειν] ἔχειν mei. ἐλέγχειν Turnebus

14 ib. Leonicus: ἐξονυχίζουσι

15 φορεῖν] φρονεῖν mei. add. τὸν ἂκρατον R

16 τὸν] malim αὐτὸν cum Doehnero

17 Duebnerus: ἐξαίρουσι

18 τὸ λεῖον τέλειον mei

19 em. W: ἀκράτως

20 Duebnerus: ἐξαίρουσι

21 δὲ] om. mei

22 διαφθορὰ καὶ] malim cum R νὴ Δία φθορᾶς

23 τὸν νέον οἶνον Doehnerus

24 καὶ] ἣν καὶ idem

25 Ὁμηρος] ω 342

26 R: ἀναίμονα

27 δι᾽ ἧς M: εἰς

28 ἀφιει mei

29 λέγων] φλέγων codd.

30 τῶν ἀνθρακέων R: τὴν ἀνθρακιὰν

31 εὐφραίνοντες] φαιδρύναντες W. ἐφηδύναντες? Vid. Symb.

32 *: ἀποκαθάραντες

33 R: καθαρότητος

34 ῥύψιν Doehnerus

35 ἀθανάτοιο] ἱμερόεντος Homerus

36 Hom. Ξ 170

37 idem: καθῆρεν

38 καθαριότητος mei

39 περιόντος mei

40 τἄλλα *: τὰ ἄλλα

41 Basileensis: διαπνόησις

42 διαττήσεις scripsi a διαττᾶν monente S: διαιτήσεις

43 S: ἀποκρούσεις

44 Turnebus: ἀλεκτρίων

45 καὶ καθαίρουσι καὶ mei

46 Duebnerus: ἐξαίρει

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: