previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί πεινῶντες μὲν, ἐὰν πίωσι, παύονται: διψῶντες δέ, ἐὰν φάγωσιν, ἐπιτείνονται.1


ῥηθέντων δὲ τούτων, ἑστιῶν ἡμᾶς καὶ ταῦτ᾽ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν 2 ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις 3, ἐν τῷ παραυτίκα ... 4 τοῖς δὲ διψῶσι τοὐναντίον 5, ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ 6 τὸ πάθος οἱ τοὺς πόρους διαφόρους 7 ὑποτιθέμενοι 8 ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα 9 μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει 10: ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δ᾽ ἰσχνότεροι 11 τὸ μὲν ποτὸν 12 παραδέχονται 13, ποιεῖ δὲ τὴν μὲν δίψαν τούτων κένωσις, δ᾽ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν [p. 225] μὲν φάγωσιν 14 οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλ᾽ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων: οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν 15, ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.


ἐμοὶ δὲ τὸ μὲν συμβαῖνον ἀληθὲς ἐφαίνετο, τῇ δ᾽ ὑποθέσει τῆς αἰτίας οὐ προσεῖχον. ‘καὶ γὰρ εἰ τοῖς πόροις τούτοιςἔφην, ‘ὧν ἔνιοι περιέχονται καὶ ἀγαπῶσι, κατατρήσειέ τις τὴν σάρκα, πλαδαρὰν καὶ τρομώδη καὶ σαθρὰν ποιήσει 16: τό γε μὴ 17 ταὐτὰ 18 τοῦ σώματος μόρια τὸ ποτὸν προσδέχεσθαι καὶ τὸ σιτίον ἀλλ᾽ ὥσπερ ἠθμοῖς καταρρεῖσθαι καὶ ἀποκρίνεσθαι, κομιδῇ πλασματῶδες καὶ ἀλλόκοτον. αὕτη γὰρ πρὸς τὸ ὑγρὸν ἀνάμιξις, θρύπτουσα τὰ σιτία καὶ συνεργὰ λαμβάνουσα τὸ θερμὸν τὸ ἐντὸς καὶ τὸ πνεῦμα, πάντων ὀργάνων ἀκριβέστατα πάσαις τομαῖς καὶ διαιρέσεσι λεπτύνει τὴν τροφὴν ὥστε πᾶν μόριον αὐτῆς παντὶ μορίῳ γίγνεσθαι φίλον καὶ οἰκεῖον, οὐκ ἐναρμόττον ὥσπερ ἀγγείοις 19 καὶ τρήμασιν ἀλλ᾽ ἑνούμενον καὶ προσφυόμενον. ἄνευ δὲ τούτων οὐδὲ λέλυται τῆς ἀπορίας τὸ μέγιστον: οἱ γὰρ ἐμφαγόντες, ἂν μὴ πίωσιν, οὐ μόνον οὐ λύουσιν ἀλλὰ καὶ προσεπιτείνουσι τὸ δίψος πρὸς τοῦτο δ᾽ οὐδὲν εἴρηται. σκόπει δὲ καὶ τὰ παρ᾽ ἡμῶνἔφηνεἰ φαινομένας ὑποθέσεις λαμβάνομεν, [p. 226] πρῶτον μὲν λαμβάνοντες τὸ ὑγρὸν ὑπὸ τοῦ 20 ξηροῦ διαφθείρεσθαι δαπανώμενον, τῷ δ᾽ ὑγρῷ τὸ ξηρὸν βρεχόμενον καὶ μαλασσόμενον διαχύσεις ἴσχειν καὶ ἀναθυμιάσεις: δεύτερον δὲ μὴ νομίζοντες ἔκθλιψιν εἶναι παντάπασι μήτε τῆς ξηρᾶς τροφῆς τὴν 21 πεῖναν μήτε τῆς ὑγρᾶς τὴν δίψαν, ἀλλὰ τοῦ μετρίου καὶ ἀρκοῦντος ἔνδειαν: οἷς γὰρ ὅλως ἂν ἐλλίπῃ θάτερον , οὔτε πεινῶσιν οὔτε διψῶσιν ἀλλ᾽ εὐθὺς ἀποθνήσκουσιν. ὑποκειμένων δὲ τούτων, οὐ χαλεπὸν ἤδη τὴν 22 αἰτίαν συνιδεῖν. μὲν γὰρ δίψα τοῖς φαγοῦσιν ἐπιτείνεται, τῶν σιτίων τῇ ξηρότητι, εἴ τι 23 διεσπαρμένον ὑγρὸν καὶ ἀπολειπόμενον ἀσθενὲς καὶ ὀλίγον ἐν τῷ σώματι, συλλεγόντων καὶ προσεξικμαζόντων ὥσπερ ἔξω γῆν ὁρῶμεν καὶ κόνιν καὶ ἄμμον 24 τὰ μιγνύμενα τῶν ὑγρῶν ἀναλαμβάνουσαν εἰς ἑαυτὴν καὶ ἀφανίζουσαν. τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως; τὸ ποτὸν ἀνίησιν: γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτους εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις. ὅθεν οὐ κακῶς ὄχημα τῆς τροφῆς τὸ ὑγρὸν Ἐρασίστρατος προσεῖπε: τὰ γὰρ ὑπὸ ξηρότητος πάθους 25 ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόνως 26 σφόδρα πεινῶντες: ἐνδυομένη ἔξωθεν εὐχυμότερα ποιεῖ καὶ [p. 227] τροφιμώτερα τῷ ἐγχαλᾶσθαι 27 τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ 28 πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: