previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. θ᾽. Θεραπεία τῶν κατὰ τῆν Κύστιν ὀξέων παθῶν.

καὶ τῇ κύστι πάθεα ὀξέα ἴκελα τοῖσι νεφροῖσι γίγνεται, φλεγμον αὶ καὶ ἕλκεα καὶ λίθοι καὶ θρόμβων ἐμφράξιες, ἐφ᾽ οἷσι ἰσχουρίη, στραγγουρίη: ἀλλὰ ὀξύτερος τῇδε πόνος καὶ ὄλεθρος ὤκιστος : νεῦρον γὰρ πλατὺ κύστις. νεφροὶ δὲ, ὁκοῖον αἱμάλωψ, τῆς ἥπατος ἔασι ἰδέης: ἀλλὰ καὶ αἰνότατοι καὶ οἴκτιστοι,


ἔνθα μάλιστα
γίγνετ᾽ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι. Iliad. xiii. 567.
[p. 197] τάμνειν ὦν αὐτίκα τὸν κενεῶνα,1 καταιον εῖν δὲ τὴν κύστιν λίπαϊ συχνῷ ξὺν πηγάνῳ καὶ ἀνήθῳ . ἢν δὲ θρόμβοι ἔωσι τοῦ πόνου καὶ τῆς ἰσχουρίης αἴτιοι, ὀξύμελι πιπίσκειν, τιτάνου μικρὸν ξὺν μελικρήτῳ, ἐς τὴν διάλυσιν τῶν θρόμβων, ἠδὲ ὁκόσα οὐρήσιας προκαλέεται, καὶ βοτάνας, καὶ σπέρματα : ἢν δὲ ἐξ αἱμορραγίης κίνδυνος, ἴσχειν μὲν οὐκ εἰς ἀμβολὴν τῶνδε μᾶλλον: ἀτὰρ καὶ ὅδε οὐχ ἥκιστα κίνδυνος. ἀρήγειν μὲν ὦν καὶ τοῖσι αἷμα ἐπέχουσι. ἀρήγει δὲ ψῦξις τῆς κύστιος : Ρ῾οδίνου καὶ οἴνου τέγξις, καὶ εἰρίων κατείλησις ἀπὸ οἰσύπου. ἐπίθημα , φοίνικες ἐν οἴνῳ δευθέντες ξὺν Ρ῾οιῇ, χυλῷ τοῦ Ρ῾οός: ἢν δὲ ἐκτρέπηται καὶ τῶν ἐπιθημάτων τὰ βάρεα, καὶ τὰς μεγάλας ψύξιας ἐκτρέπειν: χρὴ γὰρ μὴ κάρτα ψύχειν ψυχρήν τε φύσι καὶ λεπτὴν ἐοῦσαν τὴν κύστιν: καταχρίειν δὲ γλευκίνῳ, ἀκακίῃ, ὑποκιστίδι, ξὺν οἴνῳ. σπόγγοισι δὲ, ἢν μὴ σφόδρα ἐπείγῃ αἱμορραγίη, μὴ χρέεσθαι. τροφαὶ σιτώδεες, εὔπεπτοι, εὔχυμοι, οὐρητικαὶ, ὁκοῖαί μοι ἐπὶ νεφροῖσι λελέχαται: γάλα, οἶνος γλυκὺς, Θηραιὸς2 Σκυβαλίτης . φάρμακα πινόμενα, οὐρητικὰ, εὐώδεα, εὔροα: καὶ τἄλλα τὰ τοιαῦτα : ἄριστον δὲ κύστιτέττιγες, ἐφ᾽ ὥρας μὲν ὁπτοὶ, ἔδεσμα : ἔξωροι δὲ ξηροὶ, λεῖοι, ξὺν ὕδατι. ἔστω δὲ καὶ τῆς Ρ῾ίζης τῆς νάρδου βραχὺ ξὺν τοῖσι τέττιξι ἀφεψηθεῖσι . τοῖσι αὐτέοισι ἐνίζεσθαι ἀντὶ λουτροῦ ἐς ἄνεσιν τῆς κύστιος.

ἢν δὲ λίθων ἔμφραξις ἐπίσχῃ τὴν οὔρησιν, τῷ ὀργάνῳ τῷ καθετηρίῳ ὠθεῖν τὸν λίθον ἠδὲ ἄγειν τὸ οὖρον, ἢν μὴ ἔωσι φλεγμοναί . ἐπὶ γὰρ φλεγμονῇσι οὔτε πόρος δέχεται τὸ ὄργανον, πρὸς δὲ τιτρώσκονται τῷ καθετῆρι. ἢν δὲ [p. 198] ἄπορος μὲν τῶνδε ἰητρείη, θνήσκῃ δὲ ὀδύνῃσι ὥνθρωπος τάμνειν τὴν πλιχάδα3 καὶ τὸν τῆς κυστίδος τράχηλον, ἔς τε τὴν τῶν λίθων ἔκπτωσιν καὶ τὴν τῶν οὔρων ἔκχυσιν. καὶ μάλιστα μὲν ἀκέσασθαι ἐς ὠτειλὴν ἄγοντα τὸ τρῶμα: ἢν δὲ μὴ, Ρ῾υάδα γενέσθαι τοῦ οὔρου βέλτιον ἐς τὸν αὖθις τοῦ ἀνθρώπου βίον, τῇ ὀδύνῃ οἰκτίστως θανεῖν.4

1 wigan suggests ἀγκῶνα, and Ermerins accordingly receives this term into his text. Perhaps our author alludes to scarifications in the loins, or cupping, which is a practice recommended by Rufus and other ancient authorities, in diseases of the kidneys. See Paulus aegineta, Syd. Soc. Edit ... i ... 553.

2 Should it not be Θηραῖος? See Herodot ... 150. Ed. Dindorf.

3 this would appear to be the true reading. See Petit's Comment. and the note of Ermerins. In all the mss. it is τριχάδα.

4 in the mss. the reading is Ρ῾οιάδα πύου. See Wigan and Ermerins; also Liddel and Scott's Lexicon.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: