previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. η. Θεραπεία τῶν κατὰ τῆν Κιονίδα παθῶν.

τῶν παθέων ὁκόσα ἀμφὶ τὴν κιονίδα γίγνεται, τὰ μὲν ὑποτάμνειν χρὴ, ἀλλ᾽ οὐ τοῦ παρεόντος λόγου τῶνδε χειρουργίη : τὰ δὲ ὡς ὀξέα ἰῆσθαι. Ρ῾ηϊδίως γὰρ πνίγει καὶ δυσπνοίῃ τινὰ τουτέων κτείνει. τοιάδε μέντοι ἐστὶ, ἣν καλέομεν σταφυλήν τε καὶ κιονίδα. ἄμφω γὰρ ξὺν φλεγμασίῃ καὶ πάχεϊ καὶ μήκεϊ ξυνίσταντα ι, ὡς ἐς τὴν ἀρτηρίην ἐκκρεμέα γίγνεσθαι: ἴσῳ μὲν πάχεϊ ἀπὸ τῆς βάσιος μέσφι ἄκρου τοῦ οὐρανοῦ κίων: ἀνίσῳ δὲ σταφυλή. τῆσδε γὰρ ἰσχνὴ μὲν ἀπὸ τοῦ οὐρανοῦ βάσις: ἐς δὲ τὸ ἄκρον στρογγύλη καὶ παχεῖα, ξὺν ἐρυθήμα τι, πελιδνώσι: τῇδε καὶ σταφυλὴν ἐπίκλησιν ἔσχηκε τὸ πάθος. τοῖσι ὦν χρὴ ὠκέως ἀρήγειν. ὤκιστος γὰρ ἀπὸ πνιγὸς ὄλεθρος.

ἢν μὲν ὦν νεηνίαι οἱ πεπονθότες ἔωσι, τάμνειν τὴν ἐπ᾽ ἀγκῶνι φλέβα, ἠδ᾽ ἀθρόον κενοῦν μέζονι τῇ τομῇ. ὡς γὰρ ἀπ᾽ ἀγχόνης ἀπέλυσε τῆς πνιγὸς τοιήδε ἀφαίρεσις: δεῖ δὲ ὑποκλύζειν κλυσμῷ πρηέϊ, ἔπειτα δὲ δριμέϊ ἄλλοτε καὶ ἄλλοτε, ἔς τ᾽ ἂν ἑλκύσῃ τι ἄνωθεν ἐς μετάστασιν . περικεέσθωσαν δὲ καὶ δεσμοὶ σφίγγοντες ἄκροισι τοῖσι σκέλεσι ὑπὲρ σφυρὰ καὶ γούνατα καὶ ὕπερθεν καρπῶν καὶ πήχεων ἐς βραχίον ας. εἰ δέ τι πνὶξ ἐπισπέρχοι, σικύην ἐπὶ τὸ ἰνίον, ἠδὲ ἐς τὸν θώρηκα προσβάλλειν, καὶ τουτέων ἐντάμνειν τινὰ: πρήσσειν τε ἅπαντα, ὁκόσα μοι ἐν τῇ συνάγχῃ λέλεκται. ωὐτὸς γὰρ ἀμφοῖν ὀλέθρου τρόπος: ἀλλὰ καὶ τοῖσι ἐς τὸ στόμα φαρμάκοισι τοῖσι αὐτέοισι χρέεσθαι καὶ στύψεσι καὶ [p. 161] μαλθακτηρίοις, καὶ πυρίῃ τῇ ἔξωθεν, καὶ ἐπιπλάσμασι, καὶ ἐς τὸ στόμα ἐγχρίσμασι : περὶ δὲ τὸν κίονα τὴν σταφυλὴν ἔστω στῦμμα, Ρ῾οὸς χυλὸς, μέλιτι ὕδατι λυθεῖσα ἀκακία, ὑποκιστὶς, γῆ Σαμίη, Λημνίη, Σινῶπις, ἠδὲ ὀμφάκιον: ἢν δὲ ἑλκώδης ἔῃ, κόμμι καὶ ἄμυλον δευθέντα Ρ῾όδων φοινίκων ἀφεψήματι, καὶ πτισάνης, τράγου χυλός: ἐπὶ δὲ τοῦ κίονος ἔστω πλέον τι τῶν εὐτονωτέρων, διὰ σμύρνης τε καὶ κόστου, καὶ κυπέρου. ἀνέχεται γὰρ τῶνδε τῶν δριμέων κίων. ἢν δὲ ἔμπυος ὅδε χῶρος γένηται, μετεξετέροισι ἠδὲ τὰ τῆς ὑπερώης ὀστέα ἐφθάρη, καὶ ἐς μακρὸν φθίνοντες τὸν βίον ἐτελεύτησαν. τῶνδε μέντοι τὰ ἄκεα ἑτέρωθι λελέξεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: