previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. α. Θεραπεία Περιπνευμονίης.

κάτοξυ καὶ ἐπίκαιρον κακὸν φλεγμασίη καὶ πρῆσις τοῦ πνεύμονος, ἐφ᾽ οἷσι πνὶξ ὀλιγοχρονίη. χρὴ ὦν ἀντίξοα ἠδὲ ὠκέα ἔμμεναι τὰ ἀλεξήμα τα: τάμνειν αὐτίκα τὰς ἐπ᾽ ἀγκῶνι φλέβας: ἠδ᾽ ἄμφω ἅμα ἐπὶ δεξιὰ καὶ ἀριστερὰ μᾶλλον, ἐκ μιῆς μέζονος, — ὡς ἀφ᾽ ἑκατέρης τῆς χώρης τοῦ πνεύμονος ἀντίσπασις τῶν ὑγρῶν ἔῃ: μὴ μέσφι λειποθυμίης: προστιμωρέει γὰρ τῇ πνιγὶ λειποψυχίη. ἀλλὰ κἢν σμικρὸν ἀναπνεύσωσι, ἐπισχόντα χρὴ τὴν Ρ῾οὴν αὖθις ἀφαιρέειν. ἢν γὰρ ἐξ αἵματος αἱ προφάσιες ἔωσι, αὐτὴν τὴν αἰτίην φλεβοτομίη ἄγει: ἤν τε φλέγμα, ἀφρὸς, τι ἄλλο τῶν ὑγρῶν πρήσσῃ, αἱ τῶν φλεβῶν κενώσιες εὐρυτέρην τὴν τοῦ πνεύμονος ποιέουσι χώρην ἐς δίοδον τῆς ἀναπνοῆς.

χρὴ δὲ καὶ κάτω ἄγειν ὑγρὰ καὶ φύσας, ἐπὶ μὲν φλεβοτομίης διαχρίοντα τὴν ἕδρην λίτρῳ, μέλιτι, πηγάνῳ, Ρ῾ητίνῃ τῇ ἀπὸ τῆς τερμίνθου τῇ ὑγρῇ. ἀντὶ δὲ τῆς φλεβοτομίης, εἰ μέζων κώλυσις ἔοι, ὑποκλύζειν χυλῷ δριμέϊ, ἁλσὶ μὲν πρὸς τῷ λίτρῳ, Ρ῾ητίνη δὲ τῆς τερμίνθου ξὺν τῷ μέλιτι: [p. 172] πήγανον δὲ ἐν τῷ ἐλαίῳ καὶ ὕσσωπον ἐν τῷ ὕδατι ἑψηθέντα. καὶ κολοκύντης δὲ τῆς ἀγρίης αἱ σάρκες, αἱ εἴσω, ἑψηθεῖσαι ξὺν ὕδατι, ἄρισται.

Σίκυαι κοῦφαι ἐς τὰ μετάφρενα καὶ τὸν νῶτον καὶ τὰ ὑποχόνδρια πάντη ξύμφοροι . ἢν δέ πως θώρηξ εὔσαρκος ἔῃ, ὅκως μὴ ἀμφὶ τοῖσι ὀστέοισι τὸ δέρμα σικύη ἀμφιθλάσῃ ἐρείδουσα, καὶ τῷδε προσβάλλειν: ἢν γὰρ πάντη τοῦ σώματος τά τε ὑγρὰ ἐφέλκηται καὶ τὸ πνεῦμα ἔξω τιταίνηται , οἷσί περ πνεύμων πνίγεται, ἀνάπνευσις ἂν γίγνοιτο τοῦ κακοῦ. πάντη γὰρ πολιορκέειν χρὴ τὴν περιπνευμονίην.

ἀτὰρ μηδὲ τῶν διὰ στόματος ὠφελούν των φαρμάκων ὑπερορῆν μηδέν. ἕλκει γὰρ πνεύμων καὶ ἐν ὑγείῃ ὑγρὸν, καὶ ἢν νοσῇ. φαρμάκων διδόναι ὦν ὁκόσα λεπτύνει τὰ ὑγρὰ ἐς διαπνοὴν, ἠδὲ ὀλισθηρὰ καὶ εὔροα ἐς ἀναγωγὴν τεύξει: πίνειν μὲν ἐς τάχος τῆς ὠφελείης λίτρον ξὺν ὑσσώπου ἑψήματι, ἅλμην ξὺν ὄξεϊ καὶ μέλιτι, σίνηπι ὑγρὸν ξὺν μελικρή τῳ. ἐμπάσσειν δὲ ἑκάστῳ καὶ τῆς ἴριδος τῆς Ρ῾ίζης καὶ πεπέριος εὔτολμον: ἀτὰρ καὶ τάδε ξηρὰ σήσαντα ξὺν μέλιτι διδόναι. ἢν δὲ ἄϋπνοι ἔωσι δι᾽ ἡμέρης, ἠδὲ ἐγρηγορῶσι πάννυχοι, δέος μὴ ἄνθρωπος μανῇ, καὶ ποικίλων φαρμάκων ὑπνωτικῶν χρέος, ἢν μή τι ἐνδιδῷ νοῦσος, ὅκως καὶ τὴν ταλαιπωρίην τῶν φαρμάκων καιρὸς εὐνάσῃ. τὰ πολλὰ γὰρ γίγνεται καρώδεα. ἢν δὲ ἐν ἀκμῇ τῆς πνιγὸς καὶ ὑπὸ τῷ ὀλέθρῳ φάρμακον διδῷς, θανάτου ἂν εἴης παρὰ τοῖσι δημότῃσι αἴτιος.

χρὴ δὲ καὶ τὰ σιτία ἴκελα ἔμμεναι, δριμέα, λεπτὰ, διαλυτικὰ παχέος, σμηγματώδεα: λαχάνων, πράσον, κορωνόπους, κνίδη, κράμβη ἐν ὄξεϊ ἑψηθεῖσα. αὐστηρῶν δὲ, πτισάνης χυλὸς, τῆς ὀριγάνου ὑσσώπου προσλαβὼν, ἠδὲ πεπέριος καὶ λίτρου πλεῖον ἀντὶ τῶν ἁλῶν: χόνδροι ξὺν μέλικρήτῳ

[p. 173] κάθεφθοι. 1 ἄφυσα δὲ πάντα ἐν τῇ ἑψήσι ἔστω. κακὸν γὰρ περιπνευμονικοῖσι φῦσαι. οἶνος ποτὸν, ἢν ἄπυροι ἔωσι, μὴ πολλόν τι τῆς στύψιος ἔχων. πυκνωτικὸν γὰρ σωμάτων στῦψις. χρὴ δὲ τουτέοισι ἀραιοῦν μὲν τὰ μέρεα μᾶλλον. πολλὸν δὲ ἄγειν τὰ πτύελα: τὸ ξύμπαν δὲ, ὀλίγον ἔστω ποτόν πνεύμονι γὰρ τέγξις κακὸν, οὕνεκεν πνεύμων ἀπὸ στομάχου ἕλκει καὶ κοιλίης.

θώρηξ δὲ ἐσκεπάσθω εἰρίοισι ξὺν λίπαϊ, καὶ λίτρῳ, ἁλσί. ἄριστον δὲ χρῖσμα τὸ διὰ τῆς λιμνήστιδος, σίνηπι ξηρὸν ξὺν κηρωτῇ ὑγρῇ. καὶ τὸ ξύμπαν ἔξω ἄγειν καὶ ὑγρὰ καὶ θερμασίην καὶ πνεῦμα. ἀρήγει καὶ ὄσφρησις δριμέων, χρίσιες, ἄκρων δεσμός. τάδε μέντοι ποιέοντι ἢν μὴ εἴκῃ νοῦσος, ἀνέλπιστος ἄνθρωπος.

1 Ermerins, on the authority of one Parisian ms., reads κάτεφθοι, to avoid the recurrence of aspirates. The other reading is retained by Littre, the latest editor of Hippocrates, t. vii ... 176.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: