previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ια᾽. Θεραπεία Σατυριάσεως.

τῶν ἐν τοῖς αἰδοίοισι νεύρων φλεγμασίη ὄρθιον ἀνίσχει τὸ αἰδοῖον, ξὺν ἐπιθυμίῃ καὶ λύπῃ ἀφροδισίων ἔργων πρήξιος. ἐντάσιες δὲ γεννῶνται σπασμώδεες, οὐδαμᾶ πρηϋνόμεναι: ἀλλὰ καὶ ἐπὶ τοῖσι ἀφροδισίοισι ἀμάλθακτος ξυμφορή. προσεκμαίνονται δὲ καὶ τὴν γνώμην, τὰ πρῶτα μὲν ἐς ἀναισχυντίην, ἐπὶ παρρησίῃ τοῦ πράγματος. θαρσέας γάρ σφεας ποιέει ἀκυρίη τῆς ξυνουσίης: μετέπειτα δὲ, ... ἐπάν ἀναλωφήσωσι, εὖτ᾽ ἄν σφισι γνώμη τέλεον μίμνῃ.

πάντων ὦν εἵνεκα τάμνειν φλέβα τὴν ἐπ᾽ ἀγκῶνι, καὶ τὴν ἐπὶ τῷ σφυρῷ. καὶ πολλὸν ἀφαιρέειν καὶ πολλάκις. οὐδὲ [p. 201] γὰρ ἄκαιρον νῦν λειποθυμίην ἐμποιέειν, ἔς τε νάρκην τῆς γνώμης, καὶ ἐς τὰς τῆς φλεγμασίης ξυνδόσιας, καὶ ἐς τὰς τοῦ θερμοῦ τοῦ κατ᾽ αἰδοῖον πρηο̈́νσιας. αἷμα γὰρ πολλὸν θερμασίης μὲν καὶ τόλμης ἔξαψις καρτερή : φλεγμασίης δὲ τροφὴ, ταράχου δὲ γνώμης καὶ ἀταξίης ἔκκαυμα : καθαίρειν δὲ καὶ τὸ ξύμπαν σκῆνος φαρμάκῳ τῇ ἱερῇ: οὐ γὰρ καθάρσιος δέονται μοῦνον, ἀλλὰ καὶ φαρμακίης προσηνέος. δρῆν μέντοι τάδε ἄμφω ἱερὴ δύναται : κατειλίσσειν δὲ τὰ τε αἰδοῖα καὶ τὰς ἰξύας καὶ τὴν πλιχάδα καὶ τοὺς ὄρχιας ἐρίοισι τοῖσι ἀπὸ ὄϊος Ρ῾υπῶσι: Ρ῾οδίνῳ δὲ καὶ οἴνῳ διῆναι χρὴ τὰ ἔρια, καὶ τέγγειν τὰ μέρεα, πολλόντι μᾶλλον τάδε καταιον οῦν τα, ὅκως μήτε θάλψις ἐκ τῶν ἐρίων ἔοι, ἀτὰρ ἔμφυτος θέρμη ὑπὸ ψυχρῆς δυνάμιος τῶν χυμῶν πρηο̈́νηται. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσμα τα τιθέναι : ἄρτον ξὺν ἀρνογλώσσου χυλῷ καὶ στρύχνῳ, καὶ σέριδι, καὶ φύλλοισι μήκωνος καὶ τοῖσι ἄλλοισι, ὅσα νάρκην καὶ ψύξιας ἐμποιέει. ἀτὰρ καταχρίειν τοῖσι ἰκέλοισι τὰ αἰδοῖα καὶ τὴν πλιχάδα καὶ τὰ ἰσχία, κωνείῳ, ξὺν ὕδατι, οἴνῳ, ὄξεϊ: μανδραγορίῃ, ἀκακίῃ : καὶ σπόγγοισι ἀντὶ τῶν εἰρίων χρέεσθαι. μεσηγὺ δὲ ὑποκλύζειν μαλάχης ἑψήματι, καὶ ἐλαίῳ, καὶ μέλιτι. δριμὺ δὲ πᾶν ... ἀντερείσθωσαν σικύαι κατ᾽ ἰσχίου, ἤτρου. ἄρισται δὲ καὶ βδέλλαινέρθεν ἑλκύσαι αἷμα: καὶ ἐπὶ τοῖσι τρώμασι ἐπίπλασμα, αἱ ψίχες ξὺν ἀλθαίῃ: ἔπειτα ἐνίζειν ὕδατι ἀρτεμισίης , ἐλελισφάκου, κονύζης ἑψήματι : καὶ εὖτ᾽ ἂν προσωτέρω μὲν ἥκῃ1 χρόνου, μὴ κατὰ λόγον δὲ τὸ πάθος ἐνδιδῷ, δέος δὲ σπασμοῦ: ῾μάλα γάρ τοι ἐπὶ τῷδε σπῶνταἰ: μεταβάλλειν χρὴ τὴν θεραπείην τοῖσι θερμαίνουσι: χρέος μὲν γλευκίνου, σικυωνίου ἀντὶ Ρ῾οδίνου σὺν2

[p. 202] εἰρίοισι δὲ καθαροῖσι καὶ ἐπιπλάσμασι ἀλεαίνουσι . ἐμάλαξε γάρ κοτε τῶν νεύρων τὰς πρήσιας τοιήδε θεραπείη. ἀτὰρ καὶ πιπίσκειν τοῦ κάστορος ξὺν μελικρή τῳ. τροφαὶ ἄτροφοι, ψυχραὶ, βραχέα μὲν τὰ σιτώδη: τὰ πλεῖστα, λάχανα, μαλάχη, βλίτον, θριδακίνη, ἑψητὴ κολοκύν τη, σίκυος ἑφθὸς, πεπέων ὡραῖος: οἴνου δὲ, καὶ κρειῶν, μέσφι πολλῆς ἀναλήψιος, φειδώ. οἶνος γὰρ θάλψις μέν ἐστι νεύρων, μάλθαξις δὲ ψυχῆς, ἐπανάκλησις δὲ ἡδονῆς, γονῆς γένεσις, καὶ πρόκλησις ἀφροδισίων.

τάδε μοι ἐς τὰ ὀξέα γεγράφθω ἄκεα. χρὴ δὲ καὶ αὐτόν τινα ξυνευπορέειν, μὴ πάντα ἀλλοτρίῃ ξυγγραφίῃ προσίσχοντα τὸν νόον. οὕτω τὰ ὀξέα πάθεα γίγνεται, ὡς ἐν τάξι τε τοῖσι γεγραμμένοισι, καὶ μούνοισι, ἅπασι χρέεσθαι.

1 i have adopted the ingenious emendation of Ermerins in place of the common reading, μένῃ μήκεϊ, which is evidently at fault.

2 I have ventured to introduce the preposition σὺν, as something seems wanting in this clause of the sentence.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: