previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ι. Θεραπεία Πλευρίτιδος.

οὐκ ἀμβολῆς καιρὸς ἐν πλευριτικοῖσι, οὐδ᾽ ὑπερθέσιος μεγάλης ἰητρείης: τε γὰρ πυρετὸς, κάτοξυς ἐὼν, ἐς ὄλεθρον ὁρμᾷ: τε ὀδύνη τοῦ ὑπεζωκότος ξυνεπείγει ἐπὶ τὸ κάκιον: ἀτὰρ καὶ βῆχες κλονέουσαι τὸν θώρηκα καὶ τὴν κεφαλὴν ὑπολύουσι τὰς δυνάμιας . μάλιστα μὲν ὦν αὐτῆμαρ φλέβα τάμνειν : ἢν δὲ ἀπὸ πλήσιος σίτων καὶ ποτῶν ἔῃ, ἐπ᾽ ἀσιτίης μίην ἡμέρην φυλάξαντα, ἀφαιρέειν ἀπ᾽ ἀγκῶνος τῆς ἐν τῷ κοίλῳ φλεβὸς, τοῦ κατ᾽ ἴξιν τῇσι ἑτέρῃσι πλευρῇσι: 1 κρέσσον γὰρ ἀπωτάτω ἄγειν. τὸ δὲ πλῆθος μὴ μέχρι λειποθυμίης: [p. 163] περιπνευμονίην γὰρ ἐπιφοιτῆσαι κίνδυνος, ἢν τὸ σῶμα ἐπιψυχθὲν τὴν ψυχὴν ἐκλείπῃ.2 εἴσω γὰρ τὰ ὑγρὰ ξυνθέει, τῆς ἐκτὸς ἀφαιρεθέντα θέρμης τε καὶ τάσιος. πνεύμων δὲ μανός τε καὶ θερμὸς, καὶ ἐς ὁλκὴν δυνατώτατος. πλευρῶν δὲ γειτόνημα, πνεύμων , καὶ κοινωνὸς ἀλγέων: ἀτὰρ καὶ αἱ τοῦδε διαδέξιες οὐ μάλα περιγίγνονται. περιεστηκυῖα δὲ πλευρῖτις ἀπὸ περιπνευμονίης, εὐηθέστερον γάρ.3 χρὴ ὦν ἐπὶ ξυμμέτρῳ τῇ Ρ῾οῇ τοῦ αἵματος μεσηγὺ τὸν ἄνθρωπον ξυλλέξαντα αὖθις ἀφαιρέειν: εἰ μὲν εὖ ἔχοι, αὐτῆμαρ, τῆς ἐπανέσιος μακρῆς γιγνομένης : ἢν δὲ μὴ, τῆς ὑστέρης : ἢν δὲ μηδὲ πυρετὸς ἐνδιδῷ: — τὰ πολλὰ γὰρ μίην ἡμέρην πυρετὸς ἴσχει τε καὶ αὔξει. — τῇ τρίτῃ ἐν τῇ δευτέρῃ ἐπανέσι ἀφαιρέειν, τῇπερ καὶ τὰ προσάρματα δοτέον, λιπαρῶς μὲν χρίσαντα ὅλον τὸν ἄνθρωπον : ἐπὶ δὲ τῇ πλευρῇ καὶ ἔλαιον θέντα μαλθακὸν ξὺν ἀλείφατι θερμῷ πηγάνου ἀνήθου ἀφεψήματος : καταιον εῖν δὲ τὸ πλευρὸν εὖ μάλα προσηνέως. μετεξετέροισι δὲ καὶ τὸ ἄλγημα καὶ φλεγμασίη ἔξω ὤκειλε, ὡς δοκέειν τῶν τῇδε τὸ πάθος εἶναι: τὸ δέ ἐστι τῶν ἔνδον αὔξησις.

τροφῆς δὲ νῦν, ὡς ἀμφὶ πάσης ἰητρείης ἔστω λόγος, ὡς μηδὲν ἐς ἁμαρτωλὴν εἴη. ἐν τροφῇ γὰρ κείσεται τὰ φάρμακα, ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ.4 γένεϊ μὲν ὦν θερμὴ καὶ ὑγρὴ, ἠδὲ λείη καὶ ὁμαλὴ, σμηγματώδης, διαλυτικὴ, λῦσαι, λεπτῦναι φλέγμα δυναμένη. σιτίων μὲν ὦν ἁπάντων πτισάνη προκεκρίσθω: ἐν ἀρχῇ μὲν εἰς χυλὸν διηθημένη, ὡς [p. 164] τὸ στερεὸν αὐτέης διακεκρίσθαι, ξὺν μέλιτι πεποιημένη μοῦνον. πτισάνης δὲ τὰ ξυνήθεα ἐς ἡδονὴν καὶ ποικιλίην φάρμακα ἀπέστω, νῦν γὰρ ἀρκεῖ χυλὸς μοῦνος: ἱκανὴ μὲν ὑγρῆναι καὶ θερμῆνα ι, δυνατὴ δὲ λῦσαι φλέγμα καὶ σμῆξαι: ἄνω δὲ ἀνάγειν μὲν ἀπόνως ὁκόσα ἀνάγεσθαι χρή: ὑπάγειν δὲ Ρ῾ηϊδίως τὴν κοιλίην. προσηνὲς δὲ τὸ λεῖον αὐτῆς καὶ ἐς κατάποσιν εὔκολον. ἀτὰρ καὶ τὸ γλίσχρασμα θερμασίας πρηο̈́νει, ὑμένας καθαίρει, πεπαίνει βῆχας, πάντα μαλθάσσει. αἵδε κριθῆς ἔασι ἀρεταί: δευτέρην δὲ χώρην ἔχουσι οἱ χόνδροι, ὀλίγοισί τισι τῆς πτισάνης ἀγαθοῖσι καὶ αὐτοὶ ἄριστοι ἐόντες. τὸ γλίσχρασμα γὰρ, τὸ λεῖον, τὸ προσηνὲς ἐς κατάποσιν, ξυνόν: τὰ δ᾽ ἄλλα πάντα μείους: πεποιήσθωσαν δὲ καὶ οἵδε ἁπλοῖ ξὺν μέλιτι μοῦνον. ἀγαθοὶ δὲ καὶ τράγοι. κακίων δὲ ἐπ᾽ αὐτῶν ὄρυζα ξηρῆναι, τρηχῆνα ι, ἐπίσχεῖν κάθαρσιν πλευρῶν μᾶλλον οὐρῆσαι : ἄριστος δὲ καὶ ἄρτος ξηρὸς κοπεὶς, κρησέρῃ σεσησμένος , εὔκρητος, εὔπεπτος, ξὺν μελικρήτῳ διαρκὴς τροφή. ἢν δὲ ἤδη μὲν προήκῃ νοῦσος, πρὸς δὲ τὰ σιτία ἀπηυδήκῃ ὥνθρωπος, πτισάνη μὲν ἐκ κριθῆς διδόσθω λείη, κάθεφθος: ἄνηθον δὲ ἔστω καὶ ἅλες πτισάνης τὰ ὄψα: καὶ ἔλαιον λεπτὸν, ἄποιον, ἄγλισχρον, ἀτρήχυντον : κρέσσον δὲ ξὺν τῇ πτισάνῃ, ὡς μὴ πολλὸν τοῦ ἐλαίου ἑψεῖν. καὶ γὰρ πῖον ἴσχει τὸ Ρ῾όφημα, καὶ τὴν κακίην τὸ ἔλαιον ὄλλυσι. οὐδὲ γὰρ ἐμφανὲς ἔτι γίγνεται τῇ πολλῇ ἑψήσι εἰς τὸν χυλὸν ἀναποθέν. ἔστω δὲ καὶ πράσον ξὺν τῇ κόμῃ καὶ ἀμύγδαλα πικρὰ ξὺν τῷ χυλῷ ἑψόμενα. εὔπνοόν τε γὰρ καὶ φαρμακῶδες ὑπὸ τῶνδε γίγνεται, καὶ τὰ πράσα βρωθῆναι ὑπὸ τοῦ χυλοῦ, ὀνησιφόρα καὶ ἥδιστα. ἤδη δὲ καὶ ὠῶν καιρὸς εὐχύλων : ἢν δὲ ὑγρὴ καὶ πολλὴ ἀναγωγὴ ἔῃ, θείου τοῦ ἀπύρου ἐμπασσέσθω καὶ νίτρου. ἄριστον δὲ τῶν ἀρτιτόκων ὠῶν δοθῆναι ἐκ πυρὸς ἀπύρων. ἀπὸ γὰρ τῆς μητρὸς θέρμη, ὑγροτέρη μὲν πυρὸς, οἰκειοτέρη δὲ τῷ νοσέοντι, ὅκως ἐκ ζῴου ζῴῳ. ἢν δὲ φλέγμα κολλῶδες ἔῃ καὶ γλίσχρον,

[p. 165] ἐς τὰ ὠὰ ἔλαιον ἔγχέειν καὶ Ρ῾ητίνης τῆς ξηρῆς τῆς ἀπὸ πίτυος ἐμπάσσειν, ὅκως τὸ θεῖον κρέσσον ἔῃ, καὶ τῆς ἀπὸ τερμίνθου δὲ τήξαντα : καὶ πέπερι ὀνηϊστὸν καὶ ἐν ὠοῖς καὶ ἐν πτισάνῃ καὶ ἅπασι τοῖσι ἐδέσμασι καὶ ὁκόσα πεπέρεϊ ξυνῳδά: κρεῶν ἀκρόποδες ἐν χυλοῖσι τακεροὶ, πέλειαι , ἀλεκτορίδες ἑφθαί: συῶν ἐγκέφαλοι, ὀπτοὶ μὲν σὺν τῷ ἐπιπλόῳ: ἄνευ δὲ τουτέου ἄκνισοι.5 ἢν δὲ ἄκερχνος ἔῃ, δοτέον καὶ θαλασσίων, πετραίων τι ἂν ἄριστον χώρη φέρῃ. ὡς δὲ μὴ ἁμαρτάνῃ ἐπιθυμίῃ, μηδὲ σμήχηται ἐν τῇ λεπτῇ διαίτῃ νοσέων, χαρίζεσθαι ὀπώρης, μήλων ἑφθῶν ἐν ὕδατι μελικρή τῳ, στέατι ὀπτῶνἀφαιρέειν δὲ χρὴ τοῦ λέπους καὶ τῶν ἐντὸς τρηχέων ξὺν τοῖσι σπέρμασι: — ἐφ᾽ ὥρης δὲ καὶ σύκων. ἀτὰρ καὶ τῆς ἄλλης δοτέον, ὁκόσον ἂν ἀβλαβὴς ὀπώρη, ἀλλὰ καὶ ὀνηϊστός. ἀμφὶ μὲν ὦν τροφῆς τάδε.

ἐπὶ δὲ τῷ πλευρῷ κέεσθαι χρὴ ἔρια θυμιηθέντα θείῳ, λίπαϊ δεδευμένα, ἔνθα ἄνηθον ἕψηται, πήγανον. ξυνεχὲς δὲ τουτέοισι τὸ πλευρὸν καταιον εῖν, ἠδὲ ἐπιπλάττε ιν πρὸ τῆς προσάρσιος : πρὸς τοῖσι ξυνήθεσι πλάσμασι, μελίλωτον ἑψηθὲν ξὺν μελικρήτῳ, ξυμμίσγοντα μήκωνος τῆς σαρκὸς ἐνηψημένης , καὶ μάννης ἄλητον ἐμπάσσειν: ἢν δὲ ὑγροτέρη ἀναγωγὴ καὶ πολλὴ, αἴρης ἄλητον ἐρυσίμου ξυμμίσγειν καὶ νίτρον ἐμπάσσειν: ἢν δὲ μῆκος ἤδη τῆς νούσου γίγνηται, καὶ τῆς ὀδύνης ἐγκεομένης, καὶ ὑγρῆς καθάρσιος γιγνομένης , ἔμπυον μὲν ἐλπὶς τὸν ἄνθρωπον ἔσεσθαι : σίνηπι δὲ ξυμμίσγειν καὶ κάγχρυ τοῖσι ἐπιπλάσμασι. ἢν δὲ καὶ ψυχρῶν τῶν τόπων εἴσωθεν τοῖσι κάμνουσι αἴσθησις γίγνηται, ὄξος παραχέειν. χρὴ δὲ ἐνεργὸν ποιέεσθαι, ἐς πολλὸν τὴν θερμασίην τῶν ἐπιπλασμάτων διαρκέειν. κρέσσων γὰρ ἤδη καὶ

[p. 166] θέρμη τῆς τῶν ἐπιπλασμά των νεωχμώσιος ἔστωσαν ὦν θάλψιες ἐν κυρβασίῃσι διὰ ἁλῶν, κέγχρου, λίπαος θερμοῦ ἐν κυστεσι.6 κοῦφον δὲ ἔστω πᾶν μηχάνημα πυρίης, ὡς μὴ τὰ ἄχθεα πρὸς τῷ πόνῳ πόνον ἐνδιδῷ. τοῖσδε μέντοι καὶ ἐπὶ τῇ τροφῇ χρέεσθαι, ἢν ξυνεπείγ τὸ ἄλγος.

ἤδη δὲ ἐπὶ τοῖσδε καὶ σικύης καιρὸς γένοιτο : ἄριστος δὲ μετὰ ἑβδόμην, πρόσθεν δὲ μὴ ξυνεπειχθείης. οὐ γὰρ εὐήθεες αἱ νοῦσοι, ὁκόσαι πρὸ ἑβδόμης ἁπαιτέου σι σικύην. ἔστω δὲ μεγάλη, εὐρεῖα πάντη, ἀμφισχε ῖν τὸ ἀλγέον χωρίον ἱκανή. οὐ γὰρ εἴσω ἐνδιδοῖ τὸ ἄλγος, ἀλλ᾽ εἰς εὖρος κέχυται. ἔστω δὲ καὶ ὑπὸ τῇ σικύῃ φλὸξ πολλὴ, ὡς μὴ μοῦνον ἑλκύσαι, ἀλλὰ καὶ ἀλεῆναι πρὸ τῆς ἀποσβέσι ος τοῦ πυρός: καὶ μετὰ τὴν ἀπόσβεσι ν ἀποσχάσα ντ α ἀφαιρέε ιν αἷμα, ὁκόσον ἂν δύναμις παρείη. πολλὸν δὲ ἔστω πλέον εἰ ἀπ᾽ ἄλλης προφάσιο ς ἀπὸ τῶν ὑποχονδρ ίω ν ἀφαιρέο ις αἷμα. ἐπιδηλοτ άτ η γὰρ ἐπὶ τῶν πλευριτι κῶ ν ἀπὸ σικύης ὠφελείη : ἅλες δὲ νίτρον ἐπὶ τοῖσι σχάσεσι, δηκτικὸν μὲν καὶ ἀλγεινὸν, ὑγιεινὸν δέ. ἀλλὰ ξυντεκμαίρεσθαι τὰς δυνάμιας καὶ τοῦ ἀνθρώπου τὸν τρόπον. ἢν γὰρ ἀλκήεις τὴν ψυχὴν καὶ καρτερὸς ἔῃ, ἐμπάσσειν τῶν ἁλῶν, μὴ αὐτοῖσι τοῖσι ἕλκεσι ὡς αὐτέων ψαύειν, τῇ δὲ ὀθόνῃ ἐπιπάσσειν δεδευμέ νῃ τῷ λίπαϊ, ἠδὲ ἐπιπετάζειν τῷ χωρίῳ. οἱ γὰρ ἐκ τῆς συντήξιος ἰχῶρες τῶν ἁλῶν εἰσι ἀδηκτότεροι. πολλὸν δὲ τοῦ λίπαος καταιονεῖν χρὴ, ὅκως τῷ προσηνέϊ τοῦδε ἀμβλύνῃ τὸ ἄλγος τῆς δήξιος. δευτέρῃ δὲ ἡμέρῃ ἄριστον τὴν σικύην προσβάλλειν, ὡς ἐκ τῶν τρωμάτων ἕλκηταί τις λεπτὸς ἰχώρ. τόδε πολλὸν μὲν τῆς ἐπίπροσθεν σικύης ἀνυσιμώτερον, πολλὸν δὲ τῆς δυνάμιος φυλακτικώτερον. οὐ γὰρ αἷμα, τροφὴ, ἀλλὰ [p. 167] ἰχὼρ ἐκρέει. καὶ τόδε μέντοι προευκρινήσας ἀμφὶ τῆς δυνάμιος πρήσσειν. τῇ τρίτῃ δὲ κηρωτὴν ξὺν τῷ κυπρίνῳ καὶ πηγάνῳ τιθέναι. ἢν δὲ ἔτι καθάρσιος τὰ πτύαλα δέηται, τοῖσι κηρώμασι Ρ῾ητίνης ξυντήκειν, τοῦ θείου τοῦ ἀπύρου ξυμμίσγειν : καὶ αὖθις πυρίην τὸ χωρίον ἔχειν: ὡς τρόπος δὲ σικύης: ἔχειν ὦν χρὴ κεραμεο ῦν κοῦφον ἁρμόζον τῇ πλευρῇ, εὐρὺ, τι χάλκεον, πρηνὲς ἐπὶ τὰ χείλεα ἀμφιθεῖ ναι τοῖσι ἀλγέουσι: ὑποτιθέναι δὲ φλόγα μεγάλην ξὺν λίπαϊ, ὅκως ζῶσα ἐς πολλὸν διαρκέῃ χρόνον: μὴ περισφίγγειν δὲ τὰ χείλεα πρὸς τῇ σαρκὶ, ἀλλ᾽ ἐς διαπνοὴν διαδοχή τις ἔστω ὡς μὴ διασβεσθέῃ τῇ πνιγί: ἐς πολλὸν δὲ ἐξάπτεσθαι ἔνι: γὰρ ἔνδον ἐκείνου θέρμη, ἄριστον μὲν πυρίημα, ἀγαθὴ δὲ πρόκλησις ἱδρώτων.

χρὴ δὲ μηδὲ τὴν κάτω ἰητρείην ὑπερορῆν, ἀνδράσι μὲν ἐς τὸ ἔντερον πηγάνινον ἔλαιον ἐγχέοντα, γυναιξὶ δὲ καὶ ἐς ὑστέρην : διηνεκέα δὲ τὰ πινόμενα καὶ κατάποτα ἔστω, μελίκρη τον ξὺν τῷ πηγάνῳ, καὶ χυλῷ πτισάνης, ἢν ξυνεχὲς βήσσῃ, ὡς ἐν τροφῇ φάρμακον: ἢν δὲ μὴ τροφῆς καιρὸς ἔῃ, ἔστω δή τι καὶ τῶν ποικίλων : πινέριον ξὺν μέλιτι ἑψηθὲν ἐς σύστασιν. τὰς δὲ χρὴ σφαίρας μέγεθος ὅσον κυάμου στρογγύλας οὔσας διδόναι ὑπὸ τὴν γλῶτταν ἔχειν, διαφέροντα τῇδε κἀκεῖσε, ὡς μὴ κατάποτον, ἀλλὰ τηκτὸν ἔῃ: προσηνὲς δὲ καὶ τὸ διὰ τῆς μήκωνος ξὺν μέλιτι καὶ μελιλώτῳ φάρμακον λεῖον καὶ ὑπνικόν. τάδε μέντοι καὶ πρὸ τῆς ἄρσιος, καὶ ἐπ᾽ αὐτέῃ, καὶ ἐπὶ τῷ ὕπνῳ διδόναι : ἀσίτῳ δὲ τὰ φαρμακώ δεα , κνίδης καὶ λὶνου τοῦ σπέρματος, καὶ ἀμύλου, καὶ κώνου τοῦ κοκκάλου λείου, ἑκάστου κύαθον: καὶ ἀμύγδάλων τῶν πικρῶν πέντε καὶ εἴκοσι τὸν ἀριθμόν : τόσοι δὲ καὶ πεπέριος κόκκοι. φωχθέντα δὲ χρὴ λεῖα μέλιτι ἐς ἂν ἔκλειγμα φυρῆν: τῶν δόσις μυστίλημίη: ἢν δὲ ὑγρὰ καὶ ἄπεπτα ἀνάγῃ, σμύρνης ὁλκῆς͵ δύο, κρόκου μίη, πεπέριος κόκκοι δεκαπέντε, μέλιτος φυρῆναι λίτρᾳ μίῃ. τόδε μέντοι ἤδη τὸ φάρμακον καὶ πρὸ τῆς ἄρσιος [p. 168] δοτέον, μυστίλης ἥμισυ. ἀγαθὸν τόδε ἐπὶ τοῖσι χρονίζουσι , εὖτε καὶ ὀξύμελι διδόναι χρὴ, ἢν δύσπνοια ξυνεπείγῃ.

ψυχρὸν δὲ ὕδωρ ὁκόσοι τῶν ἰητρῶν τοῖσι πλευριτι κοῖσι ἔδοσαν, οὔτε ὁκοίῳ λόγῳ ξυμβαλέειν ἔχω, οὔτε τῇ πείρῃ πιστώσασθαι. εἰ γάρ τινες ἀπὸ ψυχροῦ διηλλάξαντο τὸν κίνδυνον, οἵδε μοι οὐκ ἐδόκεον εἶναι πλευριτικοὶ, ἀλλὰ καὶ τοῖσι παλαιοτέροισι ἰητροῖσι ἰδέη τις ξυνδρομῆς πλευρῖτις ἐκικλήσκετο, χολῆς ἔκκρισις ἐοῦσα ξὺν πόνῳ πλευροῦ ἐπὶ σμικρῷ πυρετῷ, καὶ ἄνευ πυρετῶν. τόδε μέντοι τὸ πάθος οὔνομα μὲν πλευρίτιδος, τὸ δὲ πρῆγμα οὐκ ἴσχει: ἀλλὰ καὶ πνεῦμά κοτε, ξυνιστὰν ἐν πλευρῷ, δίψαν ἐνδιδοῖ καὶ ὀδύνην πονηρὴν, μαλθακήν τε θέρμην: καὶ τόδε ἐκάλεσαν ἄνδρες ἀΐδριες πλευρῖτιν. ἐπὶ τῶνδε ὦν ὕδωρ ψυχρὸνἄκος ἂν γίγνοιτο εὐτυχίῃ τοῦ χρεομένου: ἐσβέσθη μὲν ἂν τὸ δίψος, δὲ χολὴ καὶ τὸ πνεῦμα ὑπηλάθη, καὶ διέπνευσε τὸ ἄλγος καὶ θέρμη: ἐπὶ δὲ φλεγμασίῃ πλευροῦ, καὶ τοῦ ὑπεζωκότος πρήσι, οὐ μόνον ὕδωρ ψυχρὸν, ἀλλὰ καὶ ἀναπνοὴ ψυχρὴ κακόν.

ἦν ὦν ἐκ τῆς πρόσθεν ἰητρείης περιγίγνωνται οἱ πλευριτικοὶ, ἔτι δὲ βραχέα βήσσωσι καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἴσχῃ, σπεύδειν χρὴ διαλύειν τάδε: γὰρ ὑποστροφὰς ποιέει τὰ ἐγκαταλιμπ ανόμενα, ἐς ἐμπύησιν τρέπεται.

1 The common reading is τοῦ μὴ; but it is clear that the negative cannot stand with the words that follow: τῆσι ἑτέρῃσι πλευρῇσι. Ermerins gets over the difficulty by suppressing the last three words. I have effected the same purpose by merely suppressing the negative μή. I have adopted his reading of ἀπ᾽ in place of ὕπ᾽, in the same sentence.

2 though I have not ventured to alter the text, I cannot but think that we ought to read ψυχή. For in λειποθυμία and λειποψυχία, it surely is thought that the spirit for a time leaves the body — not that the body leaves the spirit. In the Iliad, the act of swooning is thus described: Τὸν δ᾽ ἔλιπε ψυχὴ (v. 696); upon which words the scholion is, οὖτος δὲ ἐλειποψύχησεν.

3 compare Williams on Pneumonia, Encyel. of Med., t. iii. 435.

4 hippocrat. de Aliment.; Fëos, t ... 435.

5 There is something inexplicable in this paragraph; for not only does no one of the other authorities recommend brains in the treatment of Pleurisy, but also no one says anything of roasting the brains of swine in their cauls. I suspect the text must be corrupt.

6 the common reading is εἴδων, for which Wigan and Ermerins properly substitute ἁλῶν. I have made a few more alterations of my own, in justification of which, see Nonnus, Epit. 129.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: