previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ζ. Θεραπεία Νωτιαίας Φλεβὸς καὶ Ἀρτηρίης ὀξείας νούσου.

τὴν τῆς κοίλης φλεβὸς φλεγμασίην καὶ παχείης ἀρτηρίης, αἳ παρὰ τὴν Ρ῾άχιν τέτανται, καύσου ἰδέην ἐκάλεον οἱ πρόσθεν. καὶ γὰρ καὶ καύσοισι ἴκελα πάθεα ἐπὶ τοῖσι γίγνεται: πῦρ ὀξὺ καὶ δριμὺ, ἄση, δίψος, ἀπορίη, σφυγμὸς παλμώδης ἐν ὑποχονδρίῳ ἠδὲ τοῖσι μεταφρένοισι: ἄλλα, ὁκόσα μοι ἐπὶ τοῖσι σημείοισι γεγράφαται . ἀτὰρ καὶ ἐς ξυγκοπὴν ὀκέλλει τὸ πῦρ, ὅκως ἐπὶ τῇσι καύσεσι. τῆς μὲν γὰρ φλεβὸς Ρ῾ίζωσις ἧπαρ, τῆς δ᾽ ἀρτηρίης ἀρχὴ, κραδίη. δοκέοις ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν σπλάγχνων νοσέειν τὰ καίρια. θέρμην μὲν γὰρ κραδίη ἐνδιδοῖ τῇ ἀρτηρίῃ, τῇ φλεβὶ δὲ τὸ ἧπαρ αἷμα. ἀμφοῖν δὲ μεγάλοιν μεγάλα τὰ ἔγγονα αἱ φλεγμοναί.

τάμνειν ὦν αὐτίκα τὰς ἐπ᾽ ἀγκῶνι φλέβας: καὶ συχνὸν μὲν ἀφαιρέειν αἷμα, μὴ ἀθρόον δὲ, ἀλλὰ καὶ δὶς, καὶ τρὶς, καὶ τῆς ἄλλης ἡμέρης, ὡς μεσηγὺ δύναμις ἀναλάβῃ : ἔπειτα ἐπιπλάσμασι χρέεσθαι καὶ σικύῃ ἐς τὸ ὑποχόνδριον, ἔνθα διάσφυξις τῆς ἀρτηρίης: ἀτὰρ ἠδὲ μεσηγὺ τῶν ὠμοπλατέων. καὶ γὰρ καὶ τῇδε σφύξιες ἔασι: σχάζειν τε ἀφειδῶς, ἠδὲ πολλὸν ἀφαιρέειν αἷμα. οὐ κάρτα γὰρ ἐκ τῆς κενώσιος τῶνδε λειποθυμέουσι ὥνθρωποι : ἰσχομένη δὲ καὶ γαστὴρ πολλόν τι τοῦ ξυνήθεος: κλυσμοῖσι ἐς ὄλισθον χρέεσθαι μαλθακοῖσι , δριμέσι δὲ ἥκιστα: ἐπιπυρεταίν ουσι γὰρ οἵδε ἅλμῃ καὶ νίτρου τήξι. λίνου ὦν καρποῦ χυλὸς ἔστω, καὶ τήλιος καὶ μαλάχης τῶν Ρ῾ιζῶν ἕψημα, καὶ ἐς πρόκλησιν καὶ δῆξιν ἱκανόν: μέληἄκρεα, πόδες καὶ χεῖρες, τεθάλφθωσανγλευκίνῳ, σικυωνίῳ λίπαϊ, τῷ διὰ τῆς λιμνήστιδος χρίσματι. κάρτα γὰρ ψυχρὰ αὐτῶν τάδε γίγνεται. πιπίσκειν [p. 194] τε πρὸ τῶν σιτίων ὁκόσα οὖρον ἐξάγει, μῆον, ἄσαρον, ἀψίνθιον: ἐμπασσέσθω δὲ καὶ λίτρου: πάντων δὲ κράτιστον κασσίη καὶ κιννάμωμον, ἤν τις εὐπορῇ: γάλα τοῖσδε καὶ τροφὴ καὶ φάρμακον. ἐμψύξιος γὰρ δέονται, ἔνδον ὁκοῖόν τι πυρὸς εἰλευμένου : καὶ τροφῆς γλυκείης, ἀτὰρ ἠδ᾽ ἐν ὀλίγῳ ὄγκῳ πολλῆς. τάσδε μέντοι ἐν τροφῇ τὰς ἀρετὰς ἴσχει τὸ γάλα: εὐπορείσθω δὲ νεοτόκου, καὶ ἐς δύο κυάθους τοῦ γάλακτος ἐμβεβλήσθω εἷς ὕδατος: ἄριστον δὲ καὶ τὸ τῆς βοός: τρίτον δὲ αἰγός: τροφαὶ εὔπεπτοι, τὰ πολλὰ χυλοὶ μαράθρου Ρ῾ίζης, καὶ σελίνου καρπὸς ἐμβεβλήσθω καὶ μέλι: τὸ ὕδωρ δὲ τὸ πινόμενον ἐχέτω τάδε.

ἀτὰρ καὶ ἱδρῶτας χρὴ κινέειν, καὶ πάντα διαπνοὰς ὑγρὰς καὶ εὐρόους ποιέειν. τέγξις κεφαλῆς ὁκοῖον ἐν καύσοισι: ἐπίθημα ἐς θώρηκα καὶ μαζὸν ἀριστερὸν ὁκοῖον ἐν συγκοπῇ: κοίτη, κατάκλισις ὄρθιος, ὅκως ἴκελα πάντα τοῖσι ἐν καύσοισι : αἰώρη σμικρὴ ἐς ἱδρώτων πρόκλησιν: ἠδὲ λουτρὸν, ἢν οὗτος ὑπεκκαυθῇ. οὐ γὰρ κρίσεσι τάδε τὰ πάθεα λύεται, εἰ καὶ καύσου ἔασι ἰδέαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: