previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ε. Θεραπεία Εἰλεοῦ.

ἐν εἰλεῷ πόνος ἐστὶ κτείνων ἐπὶ φλεγμονῇ ἐντέρων, ἔντασις καὶ πρῆσις: ὤκιστος ἠδὲ κάκιστος ὄλεθρος. μετεξέτεροι μὲν γὰρ ἀνελπίστως νοσέοντες θάνατον προφανέα μοῦνον ὀρρωδέουσι : οἱ δ᾽ ἐν εἰλεῷ πόνου ὑπερβολῇ, θανάτου ἔρανται. χρὴ ὦν μήτε σμικρότερόν τι γίγνεσθαι τὸν ἰητρὸν τοῦ πάθεος, μήτε βραδύτερον . ἀλλὰ, ἢν μὲν φλεγμασίην αἰτίην εὕρηται, τάμνειν φλέβα τὴν ἐπ᾽ ἀγκῶνι μεγάλῃ τῇ σχάσι, ὅκως ἀθρόως διεκρέῃ τὸ αἷμα, τῆς φλεγμασίης τροφὴ, κἢν μέσφι λειποθυμίης: τόδε γὰρ ἀπονίης ἀρχὴ γιγνεται, νάρκης ἐς ἀναισθησίην: ἀνάπνευσις δὲ ἐν εἰλεῷ, κἢν ὑπ᾽ ἀγνοίης ἐς βαιὸν χρόνον ἔῃ τοῦ πόνου ἀμβολή: ἐπεὶ καὶ τὸ θνήσκειν τοῖς μὲν ὧδε πονέουσι εὐδαιμονίη : τῳ ἀρχιητρῷ δὲ οὐ θέμις πρήσσειν. θέμις δέ κοτε προγιγνώσκοντα [p. 189] σκοντα σάφα τὰ παρεόντα ὡς οὐ φύξιμα, καρηβαρ έῃ νωθρῇ εὐνᾶσθαι.

ἢν δὲ ἄνευ φλεγμασίης , ἐπὶ διαφθορῇ ψύξι κραταιῇ γίγνεται εἰλεὸς, φλεβοτομίην μὲν ἴσχειν, τὰ δὲ λοιπὰ ἅμα πάντα πρήσσειν : ἐμέειν ἀπὸ ὕδατος θαμινὰ, συχνὸν πίνειν ἔλαιον, εἶτα αὖθις ἐξεμέειν. φύσας ἄγειν κάτω ἐρεθίσμασι : ἐρεθιστικὸν μὲν κυκλαμίνου χυλὸς, καὶ νίτρον, ἅλες: φυσέων δὲ ἀγωγὰ κύμινον, ἠδὲ πήγανον. χρὴ ὦν πάντα ὁμοῦ ξὺν Ρ῾ητίνῃ τῇ τοῦ τερμίνθου διαχρίειν τάδε, καὶ σπόγγοισι πυριῆν, τοῖσδε ὑποκλύζειν ξὺν ἐλαίῳ καὶ μέλιτι, καὶ ὑσσώπῳ, καὶ κολοκύν της ἀγρίας τῆς σαρκὸς ἑψήματι : κἢν ἐκκριθῇ κόπρος, αὖθις ἔλαιον θερμὸν ξὺν πηγάνῳ ἐνιέναι : τόδε γὰρ ἢν εἴσω μίμνῃ, πυρίημα τοῖσι ἐντέροισι εὐμενές. τέγγειν δὲ τὰ πονέοντα χωρία ἐλαίῳ ξὺν πηγάνῳ καὶ ἀνήθῳ ἄδην ἑψηθέντι. ἔστω δὲ καὶ πυρίη, φακῶν τῶν κεραμήων, χαλκέων, κέγχρου καὶ ἁλῶν φωχθέντων. ἐπιπλάσματα πρὸς τοῖσι ξυνοῖσι ἔστω αἴρης ἄλητον καὶ κύμινον καὶ ὑσσώπου ὀριγάνου κόμη: σικύαι δὲ κοῦφαι μὲν, συχναὶ δὲ, ἄλλη πρὸς ἄλλας τιθεμένη, ἐς τὸ ἐπιγάστριον, ἐς τὰς ἰξύας μέσφι βουβώνων: ἠδὲ κατόπιν ἐς ἰσχία πρὸς νεφροὺς καὶ Ρ῾άχιν. πάντη γὰρ ἀντισπᾶν τὸν πόνον ξυμφέροι.1 προπίνειν δὲ κυμίνου πηγάνου ἀφεψήματος , καὶ τοῦ σίσωνος, ξὺν τουτέοισι τῶν φαρμάκων τῶν ἀνωδύνων τινά: μυρία δὲ ἄλλοισι ἄλλα πείρῃ γεγόνασι πιστά. ἀγαθὸν δὲ καὶ τὸ δι᾽ ἐχιδνῶν φάρμακον, μέζον τοῦ μέτρου πρὸς τὸ ξύνηθες ποθέν: ἢν δὲ μήτε πόνος ἐνδιδῷ, μήτε φῦσα, μήτε κόπριον ἀναδοίη, τοῦ καθαρτηρίου τῆς ἱερῆς ὑπ᾽ ἀνάγκης διδόναι. γὰρ ἀπηλάθη ξὺν φλέγματι καὶ χολῇ τὸ φάρμακον, διῆλθεν ἐξάγον φύσας, σκύβαλα, φλέγμα, χολὴν, τοῦ κακοῦ τὰς [p. 190] ἐντάσιας. τροφὴ διεξάγουσα : ζωμοὶ ἀλεκτορίδων, κογχαρίων, πτισάνης χυλὸς κάθεφθος, ξὺν πολλῷ λίπαϊ ἀρχῆθεν προσεγχυθέντι τῆς ἑψήσιος : συνεψεῖν τῷδε,2 κύμινον, λίτρον, πράσον ξὺν τῇ κόμῃ: ἰητρείη ξὺν ζωμῷ τινι διαχωρητικῷ, κοχλίαι ἄκρως ἑφθοὶ, καὶ ωὐτῶν δὲ χυμὸς τελλίνης: ὕδωρ ποτὸν, ἢν πυρεταίνῃ, ξὺν ἀσάρῳ, νάρδῳ, κάγχρυ ἑψηθέν. καὶ γὰρ φύσης ἀγωγὰ, καὶ οὐρητικὰ, καὶ εὔπνοα: ἢν δὲ ἄπυρος ἔῃ, καὶ οἶνος ἔς τε τὴν τῶν ἐντέρων θέρμην, ἀτὰρ ἠδὲ ἐς ἀνάκλησιν τῆς δυνάμιος, ἀρήγει : καὶ μαράθρου Ρ῾ίζης ἕψημα ποθὲν, καὶ ἀδίαντον, καὶ κινάμωμον.

ἢν δὲ ἐς ἀπόστασιν τρέπηται φλεγμασίη, τῇδε ξυμβάλλειν ἄμεινον, τοῖσι ἐς ἀπόστασιν φαρμάκοισι χρεόμενον: γεγράφαται δὲ τάδε ἐν τοῖσι χρονίοισι, ἔνθα κωλικῶν θεραπείη ἐγράφη.

1 the common reading in all the mss. is ἄν τις πάντα, which was most felicitously amended as above by Wigan.

2 i here adopt the ingenious conjecture of Ermerins, in place of the common reading, ἔχειν ᾧδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: