previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ζ. Θεραπεία Συνάγχης.

δοιαὶ συνάγχης ἔασι ἰδέαι. μὲν σὺν θερμασίῃ καὶ μεγάλῃ πρήσιτῶν παρισθμίων, καὶ ἐξογκώσι ἔξω: ἀτὰρ καὶ γλῶσσα, καὶ γαργαρεὼν, καὶ πάντα τὰ τῇδε μέρεα ἐς ὄγκον ἀείρεται: δὲ ἑτέρη ξύμπτωσίς ἐστι τουτέων ἠδὲ ἐς τὸ ἔσω πίεσις, ξὺν ἀγχόνῃ μέζονι, ὡς δοκέειν τὴν φλεγμασίην εἴσω [p. 158] μέσφι τῆς κραδίης ἐρηρεῖσθαι . τῇδε χρὴ μάλιστα ὠκέως ἀρήγειν : τῇδε γὰρ καὶ ὠκέως θνήσκουσι.

ἢν μὲν ὦν ἀπὸ κραιπάλης καὶ οἰνοφλυγίης ἔωσι, ὑποκλύζειν αὐτῆμαρ. ἀλλὰ καὶ δισσοῖς κλύσμασι, τῷ μὲν ξυνήθεϊ, ὡς ἄγειν κοπρώδεα : τῷ δὲ ὡς ἀποσπᾶσθαί τι τῶν χυμῶν ἀπὸ τῶν παρισθμίων τε καὶ θώρηκος. ἔσται ὦν, ἀλλὰ μήτε ἀκρητεστέρη, ... 1 καὶ κενταυρίου καὶ ὑσσώπου ἑψήματα. τάδε γὰρ καὶ φλεγμάτων ἀγωγά. κἢν δὲ ἀπὸ λεπτῆς διαίτης ἔωσι, τάμνειν φλέβατὴν ἐπ᾽ ἀγκῶνι. μέζονα δὲ τὴν τομὴν σχάζειν, ὅκως Ρ῾οιζηδὸν ἠδὲ ἀθρόον Ρ῾έῃ τὸ αἷμα. ὅδε γὰρ Ρ῾όος ἱκανὸς μὲν ὡς ὤκιστα θερμασίην πρηϋναι, δυνατὸς δέ ἀγχόνην λῦσαι καὶ πάντα μειῶσαι. οὐκ ἀγεννὲς δὲ καὶ μέχρι λειποθυμίη ς ἄγειν, μὴ μέντοι λειποθυμέειν. μετεξέτεροι γὰρ ξὺν τῇ πληγῇ ἐξέθανον ἐπὶ τῇ λειποψυχίῃ ... δεσμοῖσι σφίγγοντες ὑπὲρ σφυρὰ καὶ γούνατα : ἄριστον δὲ καὶ ὑπὲρ καρποὺς ἐς πήχεας καὶ ὑπὲρ πήχεας ἐς βραχίονα: ἢν δὲ καταπίνειν Ρ῾ήϊστον , ἐλατήριον διδόναι ξὺν μελικρήτῳ καὶ ὀρρῷ γάλακτος, ὁκόσον ἂν καθῆραι ἱκανὸν τὸν ἄνθρωπον. ἐλατήριον δὲ τοῖσδε τῶν ἄλλων καθαρτηρίων κρέσσον : ξύμφορον δὲ καὶ κνέωρον καὶ νᾶπυ. τώδε γὰρ ἄμφω τὰς κοιλίας καθαίρει: ἐπὶ δὲ τοῖσι ἢν μὴ ἐνδίδωσι αἱ πρήσιες, πρὸς τὸν οὐρανὸν ἀνακλάσαντα τὴν γλῶσσαν τάμνειν τὰς ἐν αὐτέῃ φλέβας. κἢν εὐρόως καὶ πολλὸν Ρ῾υῇ τὸ αἷμα, τῶν ἄλλων μᾶλλον ἂν ὤνησε. τέγξιες ἐπὶ τοῖσι φλεγμαίνουσι, τὰ πρῶτα μὲν στύφουσαι, ὅκως ἐς παλίρροιαν ἴωσιν αἱ ὗλαι: ἔριά τ᾽ ὦν πιναρὰ ξὺν οἰσύπῳ, δευθέντα οἴνῳ καὶ ἀλείφατι τῷ ἀπὸ τῆς ἐλαίης τῆς ὄμφακος. ἀτὰρ καὶ τὰ ἐπιπλάσματα ἴκελα τῇ τέγξι, φοίνικες ἐν οἴνῳ δεδευμένοι , λεῖοι ξὺν Ρ῾οδίοισι πετάλοισι. ὡς δὲ γλίσχρον

[p. 159] τε καὶ μαλακὸν ἔῃ τὸ ἐπίπλασμα, καὶ ἄλητον ἔστω, λίνου σπέρμα, καὶ μέλι, καὶ ἔλαιον, ἐς τὴν ἁπάντων μίξιν. ἢν δὲ ἐς πύησιν τρέπηται, τοῖσι θερμοῖσι χρέεσθαι, οἷσπερ καὶ ἐπὶ τῆς ἑτέρης συνάγχης. τῆλις ὦν ἔστω τὸ ἄλητον, καὶ μάννα, καὶ Ρ῾ητίνη τὰ τηκτά: καὶ πολίου κόμη ἐμπασσέσθω . καὶ πυρίη θερμὴ σπόγγοισι δάφνης τοῦ καρποῦ καὶ ὑσσώπου ἑψήματι. ἐς δὲ ἐμπύησιν δυνατώτατον, πελιάδων κυνῶν κόπρον προσεπιπάσσειν λεπτὴν ἀπὸ κρησέρης: διακλύσματα δὲ, μελίκρητον ξὺν φακῆς ὑσσώπου ἑψήματι, Ρ῾όδων, φοινίκων, ὁμοὺ πάντων. ἐγχρίειν δὲ τὸ στόμα πᾶν μέχρι τῆς ἔσω φάρυγγος, ἁπλοῖσι μὲν, — χυλῷ μόρων, Ρ῾οιῶν ὕδατι λεανθέντων , φοινίκων ἑψήματι : φαρμάκοισι δὲ τῇ διὰ τῶν μόρων, καὶ τῇ βησασᾷ, καὶ χυλῷ Ρ῾οὸς, καὶ τῇ διὰ τῶν χελιδόνων. ἢν δὲ ἕλκεα ἐσχάρων ἔωσι, διακλύσματα τάδε καὶ ἀνακογχυλισμοὶ, ὑσσώπου ἀφεψήματι ἐν μελικρήτῳ, σύκων τῶν πιόνων ἐν ὕδατι καὶ ἐπὶ τοῖσδε ἄμυλος διεθεὶς ἐν μελικρή τῳ, πτισάνης χυλῷ, τράγου.

ἐπὶ δὲ τῆς μετὰ ξυμπτώσιος συνάγχης, ἔσωθεν ἔξω ἄγειν πάντα, καὶ ὕγρὰ, καὶ θέρμην, καὶ σάρκα πᾶσαν, ὡς ἐξογκέῃ ἔξω τὸ πᾶν. ἔστωσαν ὦν θερμαὶ αἱ τέγξιες ξὺν πηγάνῳ καὶ ἀνήθῳ, ἐμπασσομ έν ου νίτρου: καὶ ἐπιπλάσμα τα ξὺν τουτέοισι τὰ πρόσθεν. ἀγαθὸν δὲ κηρωτὴν σὺν νίτρῳ καὶ σινήπι τιθέναι ἐς θερμασίην. θερμασίη δὲ ἐς τὰ ἔξω τὰ τοιάδε ἰῆται. ἀτὰρ ἠδὲ ἐξογκέει ἐς τὸν αὐχένα: ὄγκος δὲ περιπνευμονίης Ρ῾ύεται ἐπαιωρεύμενος ἔξω: εἴσω δὲ τοῖσι συναγχι κοῖσι ὀλέθριον κακόν: ὁκόσοι δὲ ὑπ᾽ εὐλαβίης τῆς ἐπὶ τῆς συνάγχης πνιγὸς τὴν ἀρτηρίην ἔταμον ἐς ἄναπνοὴν, οὔ μοι δοκέουσι πείρῃ τὸ πρῆγμα πιστώσασθαι: τε γὰρ θερμασίη τῆς φλεγμασίης μέζων ἐκ τοῦ τρώματος γίγνεται καὶ προστιμωρέει τῇ πνιγὶ, καὶ βήσσουσι: ἢν δὲ καὶ ἄλλως ἐκφύγωσι τόνδε τὸν κίνδυνον, οὐ ξυνάγεται τοῦ τρώματος τὰ [p. 160] χείλεα. ἄμφω γὰρ χονδρώδεα καὶ ἀξύμφυτα.

1 Although some words certainly appear to be wanting here and a short distance below, there is no lacuna in either place, in any of our British mss.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: