previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. γ. Θεραπεία Καρδιακῶν.

ἐν συγκοπῇ μάλα χρὴ τὸν ἰητρὸν πρόνοιαν ἐπιτηδεύειν: μέλλουσαν μὲν γὰρ ἢν προγιγνώσκῃς, τά τε παρεόντα ἐπεσσυμένως συνεργοῖένσοι,1 ἀτὰρ ἠδὲ ἐξελάοις ἂν αὐτέην πρὶν ἥκειν. παρεοῦσαν δὲ οὐ Ρ῾ηϊδίως διδρήσκουσι οἱ νοσεῦντες . λύσιν γὰρ τῆς φύσιος τὴν συγκοπὴν ἔλεξα: οὐ παλίσσυτος δὲ φύσις λυθεῖσα. τήνδε ὦν μάλιστα μὲν μέλλουσαν κωλύειν : ἢν δὲ μὴ, ἄρτι ἀρχομένην. προγιγνώσκειν δὲ χρὴ τοῖσι ἐν τοῖσι ἀμφὶ τῶν ὀξεῶν νούσων λελεγμένοισι, εὖτε τὴν αἰτίην, ἀτὰρ ἠδὲ καὶ τὰ σημήϊα ἐφραζόμεθα . καῦσος μὲν γὰρ πυρετὸς ἀρχή. ἐπὶ δὲ τῷ καύσῳ κάκιστα σημήϊα, ξηρότης, ἀγρυπνίη, θερμασίη τῶν σπλάγχνων, ὅκως ἀπὸ πυρὸς, ψυχρὰ δὲ τὰ ἔξω: χεῖρες καὶ πόδες ἄκροι ψυχρότατοι : ἀναπνοὴ ἐς ὁλκὴν μακρή: ποθέουσι γὰρ ψυχρὸν ἠέρα, οὕνεκεν ἐκπνέουσι πῦρ. σφυγμοὶ μικροὶ, πυκνότατοι , τρομώδεες. ἐκ τῶνδε ὦν τεκμαιρόμενος ἠδ᾽ ὁκόσα μοι ἐν τοῖσι σημηΐοισι λέλεκται, αὐτίκ᾽ ἐξ ἀρχῆς ἀρήγειν.

ἢν ὦν μὴ πάντα κωλύῃ, ἕξις, ἡλικίη, ὥρη, ἀψυχίη τοῦ ἀνθρώπου, τάμνειν φλέβα: κἢν πολλὰ κωλύῃ, εἷς δέ τις ἀριθμὸς ἐπίκαιρος , ὁκοῖον γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ [p. 181] μἕλαινα : ἥδε τοι γὰρ τὰ εἴσω πάντα σημαίνει:2 ξυντεκμ αίρεσθαι δὲ ἐπὶ πᾶσι τὴν δύναμιν, εἰ μὴ προαπηύδηκε ἐκ τῆς νούσου πόνων τε καὶ διαίτης. οὐδὲ γὰρ οὐδὲ ἐνδείῃ μοῦνον, ἀλλὰ καὶ πνιγί. ἢν δ᾽ ὑπὸ πλήθεος γίγνηται συγκοπὴ, καὶ φλεγμασίη τις ὑποχονδρίου, ἥπατος, μέγα διασημαίνῃ , οὐδὲ ἀμβολῆς χρέος. τάμνειν δὲ τὴν ἐπ᾽ ἀγκῶνι τὴν κοίλην: ἀτὰρ ἠδὲ διὰ σμικρῆς τῆς σχάσιος ἀφαιρέειν, ὡς μὴ σφόδρα τῇ δυνάμει ἐπίδηλονᾖ. ἐλέγχει γὰρ τὴν φύσιν τὸ ἀθρόον: καὶ πολλόν τι μεῖον δι᾽ ἄλλας προφάσιας ἀφαιρέειν. ἢν γὰρ ἐπὶ συγκοπῇ καὶ σμικρὸν ἁμαρτῴη, Ρ῾ηϊδίως εἰς ᾄδου τρέπει. αὐτίκα ὦν διδόναι τροφὴν ἐς νεόχμωσιν τῆς δυνάμιος: γάνυται γὰρ φύσις καὶ τῇ τῶν παλαιῶν ἀπαλλαγῇ, καὶ τῇ τῶν ποταινίων προσθήκῃ.

ἢν δὲ φλεβοτομίην μὲν δύναμις ἀποτρέπῃ, φλεγμασίαι δὲ ἔωσι, σικύην τῇδε προσβάλλειν πολὺ πρόσθεν τῆς κρίσιος τοῦ νοσήματος. ἐν κρισίμοισι γὰρ συγκοπή: ἐπεὶ τῇσι αὐτέῃσι περιόδοισι αἵ τε φύσιες κρίνουσι, αἵ τε νοῦσοι κτείνουσι. κἢν γὰρ ἐς ἀνάγκην οἰνοποσίης ἥκῃ ἄνθρωπος, οὐ κάρτα ἀσφαλὲς ἐπὶ φλεγμον ῇσι οἰνοποτέειν. οἶνος γὰρ φλεγμαίνουσι μὲν πόνων ἐπίδοσις, ἀφλεγμάντοισι δὲ φύσιος αὔξησις. ἐπίπροσθεν δὲ τῆς σικύης, πρὸ μιῆς δευτέρης, ἐπιπλάσιος χρέος, ἔς τε ἄνεσιν τῶν μερέων, ἀτὰρ ἠδὲ ἐς εὐροὴν τοῦ αἵματος : μετεξετέροισι δὲ καὶ ἐπὶ τῇ σικύῃ ἐς τὴν δευτέρην ἐπιπλάσσειν. ἔστω δὲ καὶ τῇδε φειδώ: κίνδυνος γὰρ ωὐτὸς τοῦ αἵματος τῆς ἀμετρίης καὶ ἐπὶ τῇ σικύῃ. κλυσμοῖσι δὲ ἐπὶ σκυβάλοισι παλαοῖσι μοῦνον χρέο:3 τῆς δυνάμιος δὲ φείδεο.

[p. 182] τέγξιες κεφαλῆς ψυχραὶ, ὁκόσαι μοι ἐπὶ φρενιτι κοῖσι λελέχαται, ὅκως εὐμετρίης ὀλίγῳ μέζω. καθαρὸς ἠὴρ, ψυχρότερος , ἐς ἀνάπνευσιν. ὄψιος τερπωλὴ, φυτῶν, γραφῆς, ὑδάτων, ὡς ὁρῆσθαι τὰ πάντα ἡδέως. λαλιὴ τῶν παρεόντων φιλομει δής : ἡσυχίη, θυμηδίη τοῦ νοσέοντος. ὀσμαὶ εὐώδεες, ἀβαρέες ἐς κεφαλῆς αἴσθησιν. ἀτὰρ καὶ τῶν τρεφόντων ἔστωσαν ὀσμαὶ, ἀλφίτων ξὺν ὕδατι δευθέντων, ὄξεϊ: ἄρτων θερμῶν νεοπέπτων : οἴνῳ δὲ μὴ κάρτα κλύζειν στόμα, μηδὲ ἅμα εἴργειν.

ποτὸν θᾶσσον καὶ συνεχέστερον τοῖσι ἄλλοισι : τροφὴ ἀνὰ πᾶσαν ἡμέρην κούφη, εὔπεπτος, τὰ πολλὰ σιτώδης ἠδὲ καὶ ἡδεῖα, κἢν μικρὸν χείρων ἔῃ. τοῖσίδε γὰρ τῶν ἄλλων μᾶλλον χαριστέον. οὐχ ἥκιστα γὰρ τῷ στομάχῳ ἐς ἔκλυσιν νοῦσος ἐμφύνει. ἀσιτία δὲ, λιμὸς, οὐδαμᾶ. ἱκανὴ γὰρ νοῦσος τὰ πάντα λαφύξαι. ἢν δὲ ἥκῃ μὲν ἤδη περίοδος ἐς κρίσιν, νοτὶς δὲ κληϊδα καὶ μέτωπον ἱζάνῃ, καὶ ἄκρεα ψυχρὰ, σφυγμὸς δὲ σμικρότατος ἠδὲ πυκνότατος, ὁκοῖον ἕρπων, ἀμυδρὸς τὸν τόνον, μικρόν τι ἄρα λαβεῖν χρὴ σίτων, καὶ οἶνου ἐνεργῶς ἅπτεσθαι. χρὴ δὲ κεφαλὴν προησφαλίσθαι τέγξεσι, ἠδὲ τὴν κύστιν. λέλεκται δέ μοι τάδε τὰ ἄκεα ἐπὶ τοῖσι φρενιτι κοῖσι. διδόναι δὲ οἴνου μὴ χανδὸν, μηδὲ ἄδην. μετεξέτεροι δὲ πλησμονῆς ἀκαιρίῃ, ἀνορεξίῃτε, καὶ ἀδρανίῃ τοῦ φαγεῖν τε καὶ πιεῖν, ἀπώλοντο : πολλοῖσι δὲ, καὶ εὐσίτοισι ἐοῦσι, λελυμένης ἤδη τῆς φύσιος, οὐδὲν τὸ πλῆθος ἐς τὸ μὴ θανεῖν ἤρκεσε, ἐς μὲν τὴν γαστέρα κατιόντων τῶν σιτίων, οὐκ ἀνιόντων δὲ ἐς τὴν δύναμιν ἀπὸ τῆς κοιλίης. ἔστω ὦν σιτία μὲν ποικίλα, τὰ πολλὰ σιτώδεα, ὡς Ρ῾υμφάνειν μᾶλλον μασᾶσθαι: κἢν στερεὰ ἔῃ, ὀλισθηρὰ γιγνέσθω. ὠὰ μὴ κάρτα ξυνεστῶτα, μηδ᾽ ὀπτὰ ὅλα, τοῦ στερεοῦ γυμνά: ψωμοὶ διάβροχοι οἴνῳ, τὰ πρῶτα θερμῷ, δύο τρεῖς: ἐπὶ δὲ τοῖσι τὰ πάντα ψυχρὰ, ἢν μὴ ὑποικουρέωσι φλεγμοναί: οἶνος εὐώδης, μὴ κάρτα στύφων, παχὺς δὲ ὡς ἥκιστα. Ἑλληνικοὶ [p. 183] μὲν Χῖος, Λέσβιος, ὁκόσοι τε ἄλλοι νησιῶται λεπτοί: Ἰταλῶν δὲ, Σουρεντῖνος, Φουνδανὸς, Φαλερῖνος, Σιγνῖνος, ἢν μὴ σφόδρα στύφῃ: παραιτέεσθαι δὲ τῶνδε τὸν κάρτα παλαιὸν, νεώτερον. διδόναι ὦν, τὰ πρῶτα, θερμὸν, μὴ μεῖον κυάθων τεσσάρων, πρὸ τὴς κρίσιος, μηδὲ κοτύλης πλεῖον, κἢν εὔποτος ἔῃ: ἐπὶ δὲ τῶνδε σιτίον διδόντα, εἰ τὰ τῆς φλεγμασίης παρήκοι, αὖθις ψυχρὸν ὀρέγειν, ὅκως ἐς ἄκος δίψεος. πρὸς ἀνάγκην δὲ, μὴ μόνον μὲν, ξὺν σιτίῳ δέ: προυπερηρεῖσθαι δὲ χρὴ, ὡς μὴ ἅψιν φρενῶν οἶνος ποιέηται. καὶ ἐπὶ τοῖσι δὲ συνανέχειν : κἢν ἐκ διαστάσιος εὕδειν θέλῃ, ἡσυχίη προσακτέη. ἢν δὲ πουλὺς μὲν ἱδρὼς ἐκρέῃ, σφυγμοὶ δὲ πρὸς ἀκινησίην, ὀξεῖα δὲ φωνὴ, ἄθερμα δὲ καὶ τὰ στήθεα, διδόναι τοῦ οἴνου ὁκόσον ἂν δύνηται πιεῖν. μοῦνος γὰρ οἶνος ἐλπὶς ἐς ζωὴν ψυχροῖς. καὶ οἶνος ὦν ξυνήθης εἰ εἴη, ἄλλοτε μὲν πιεῖν, ἄλλοτε δὲ αὖ σιτίον ξὺν οἴνῳ φαγεῖν. ἐκ διαστήσιος μὲν ἐς ἀνάπαυλαν τοῦ καμάτου, τοῦ ἔκ τε τῆς νούσου καὶ τῆς τροφῆς. ἐν γὰρ σμικρῇ τῇ ἰσχύϊ μογέουσι κάρτα καὶ ἐπὶ τῇ ἐδωδῇ. χρὴ ὦν αὐτόν τε ἀλκήεντα καὶ εὔθυμον ἔμμεναι, καὶ τὸν ἰητρὸν ἔπεσι μὲν παραφάσθαι ἐς εὐελπιστίην ἔμμεναι, ὡς δὲ ἀρήγειν ποικίλῃ τροφῇ τε καὶ οἴνῳ.

χρὴ δὲ καὶ τῇ ἄλλῃ ἰητρείῃ ἐνεργῷ χρέεσθαι, ἔς τε τὴν τῶν ἱδρώτων κάθεξιν, καὶ τῆς δυνάμιος ἀνάστασιν ἐς τὸ ζώπυρον: ἔστω ὦν ἐπίθημα τῷ θώρηκι ἐς τὸν ἀριστερὸν μαστὸν, φοίνικες ἐν οἴνῳ λεῖοι, ξὺν ἀλόῃ καὶ μαστίχῃ, κηρωτῇ δὲ ξὺν νάρδῳ πεποιημένῃ ἀνειλήφθω τάδε: καὶ ἢν τόδε ἀσηρὸν γίγνηται, ἄλλο ἐπιτιθέναι ἐπίθημα, μήλων ἐξελόντα τὸ σπέρμα καὶ ὅτι περ ἂν σκληρὸν , θλάσαντα, ξυμμίσγειν ἀλφίτοισι εὐώδεσι. ἔπειτα ἀψινθίου κόμην, καὶ μυρσίνης, ἠδ᾽ ἀκακίης, καὶ μάννης σεσησμένων , ξυμμίσγειν : ὁμοῦ δὲ τὰ πάντα φυράσαντα, κηρωτῇ ἀναλαμβάνειν οἰνανθίνῃ: ἢν δὲ ὑπὸ τῶνδε μὴ ἴσχηται ἱδρὼς, ὄμφακος χυλὸς εἰς φύρησιν [p. 184] ξυντεθεὶς, 4 καὶ ἀκακίη, καὶ κόμμι, ἠδὲ Ρ῾οὸς τὸ ἐδώδιμον, καὶ στυπτηρίη, καὶ φοίνικες, καὶ Ρ῾όδων χυλὸς εὔπνοος: ἅμα πάντα νάρδῳ τε καὶ οἰνάνθης τῷ λίπαϊ, ἐς τὸν θώρηκα τιθέναι : καὶ γὰρ τόδε ἐμψύχει τε καὶ στύφει. κατακεέ σθω δὲ ἐν ἠέρι ψυχρῷ, εἴτε καὶ πρὸς ἄρκτον οἶκος: εἰ δὲ καὶ εἴη αὔρη βορέου ψυχρὴ ἐπιπνείουσα, ζωγρήσει κακῶς κεκαφηότα θυμόν.5 ἔστω δὲ καὶ εἰς λειμῶνας καὶ πηγὰς καὶ κελαρύζποντας ὀχετούς : καὶ γὰρ καὶ τὸ εὔπνοον τῶνδε καὶ θυμηδίη καὶ τὴν ψυχὴν θάλπει καὶ τὴν φύσιν ζωγρεῖ. ἀτὰρ καὶ πρόκλησις τοῦ φαγεῖν τε καὶ πιεῖν: ἢν δὲ ὑπ᾽ ἀπορίης μὴ τάδε τις εὐτυχῇ, μιμέεσθαι χρὴ καὶ αὔρην ψυχρὴν, πτόρθων εὐωδέων ἡδονῆς Ρ῾ιπίσι, καὶ ὥρην εἰαρὸς φύλλοισι ἠδ᾽ ἄνθεσι τοῖσι παρεοῦσι στορέσαντα τὴν γῆν. ἀτὰρ καὶ ἐπίβλημα ἔστω κοῦφον, παλαιὸν , ὡς δέχηται μὲν τὸν ἠέρα, διαπνέῃ δὲ τοῦ θώρηκος τὴν θέρμην. ἄριστον δὲ ὀθόνη παλαιή. πάσσειν δὲ αὐχένας καὶ κληῗδας ἀλφίτοισι, καὶ θώρηκα: τρέφειν μὲν τῷ εὐόσμῳ, τῷ δὲ αὐχμηρῷ ξυνέχειν. καὶ παιπάλῃ δὲ τοῦ σώματος τὸ ἀραιὸν ἐμπάσσειν. ἀτὰρ καὶ τὰ πρόσωπα τῇ γῇ τῇ Σαμίῃ, τῇ κρησέρῃ σεσησμένῃ ἐς ὀθόνην ἀραιὴν ἐνδήσαν τα, καταπάσσειν, ὡς διασήθηται ἐς τὰ μέτωπα καὶ τὰ μῆλα ἄχνη: καὶ τίτανον ἐσβεσμένην , καὶ γύψον ὀπτὴν, σησθέντα ἐν κρησέρῃ μικρῇ, ἐμβάλλειν ἐπὶ τοῖσι ἰκμαλέοισι : ἔστησέτε κοτὲ ἱδρῶτας καὶ σπογγίη ψυχροῦ ἐς τὰ πρόσωπα προσβληθεῖσα, πήξι μὲν τῶν διαρρεόντων ὑγρῶν, πυκνότητι δὲ τῆς ἀραιώσιος. διαχρίειν δὲ τὴν ἕδρην, ὅκως τοῦ ψυχροῦ φῦσα καὶ τῆς τροφῆς ἐκχέηται. ἠδὲ ἀνακαλέσασθαι τῶν ἄκρων τὴν θέρμην γλευκίνῳ σικυωνίῳ λίπαϊ ξὺν πεπέρεϊ, καὶ τῷ καστορίῳ, καὶ νίτρῳ,

[p. 185] καὶ κάχρυ, κηροῦ σμικρὸν ἐντήκοντα, ὡς ποθίζῃ τὸ χρῖσμα: καὶ διὰ τῆς λιμνήστιδος, ἠδ᾽ εὐφορβίου, καὶ δάφνης τοῦ καρποῦ ἀλείμματι, ἐπανάκλη σι ν θέρμης ποιέεσθα ι. ἀτὰρ καὶ βολβοὶ ὠμοὶ οἱ σμικροί τε καὶ ἐρυθροὶ ξὺν πεπέρεϊ καὶ ὄξους τρυγίῃ λείῃ ἄριστον ἐπίπλασμα τῶν ποδῶν, καθ᾽ ὥρην ξυνεχέστατα ἀείροντα: κίνδυνος γὰρ ἑλκέων ἠδὲ φλυκται νώσιος. ἐπὶ τοῖσι ἐλπὶς τὸν ὧδε νοσέοντα διαδρῆναι τὸν ὄλεθρον.

κἢν πάντα μὲν τὰ κατὰ λόγον ἰητρὸς ἔρδῃ, εὖ δὲ πάντα χωρέῃ, ξὺν τῇ ξυγκοπῇ καὶ εἰ φλεγμασίαι ἐπιέασι, ἐκλύονται : καὶ ἱδρὼς μὲν οὐδαμᾶ, θέρμης δὲ ἀνάκλησις πάντη, ἀτὰρ καὶ ἐς ἄκρους πόδας καὶ ἀνὰ Ρ῾ῖνα: τὸ δὲ πρόσωπον εὔχροον : σφυγμοὶ ἐς μέγεθος ἠρμένοι, ἄτρομοι, σφοδροί : φωνὴ δὲ ξυνήθης, εὔφωνος, καὶ τὰ πάντα ζωώδης: κάματος οὐκ ἀγεννὴς, ἀτὰρ ἠδ᾽ εὕδων ὁρᾶται: καὶ ἢν ἕλῃ μιν ὕπνος, ἐξέπεψε μὲν τὰ σιτία, ἐξένηψε δὲ τὴν αἴσθησιν, ἀτὰρ ἠδ᾽ ἐξεβλάστησε τὴν φυήν. κἢν ἐξ ὕπνου ἔγρηται, εὔπνοος , εὐσταλὴς, εὔτονος, ἀναπεμπάζεται δὲ, ὅκως περ ὄναρ, τὴν νοῦσον.

μετεξετέροισι δὲ πυρετοὶ ἀμαυροὶ ἐγκαταλείπονται, καί πη καὶ φλεγμασίαι σμικραὶ, καὶ γλῶσσα ξηρή: ἄνικμοι, Ρ῾ιγώδεες, νωθροὶ, διαλελυμένοι, οἷσι ἐς μαρασμὸν περιτροπή. εὖτε οὐ καταβλακεύειν χρὴ ἠρεμίῃ καὶ λεπτῇ διαίτῃ: ἀλλ᾽ ἐς κινήσιας ἄγειν, αἰώρης καὶ τρίψιος, καὶ λουτρῶν, ὅκως ἐκ τοῦ νεκρώδεος ἐνταθέῃ καὶ ἀνατραφέῃ τὸ ζώπυρον. διδόναι δὲ καὶ γάλα, μάλιστα μὲν γυναικὸς νεοτόκου καὶ κουροτρόφου. καὶ γὰρ οἵδε ἀνατροφῆς, ὅκως ἀρτίτοκοι παῖδες, δέονται. ἢν δὲ μὴ, ὄνου μὴ παλαιοτόκου: ἐξίτηλον γὰρ τὸ τοιόνδε γάλα. καὶ ἐπὶ τοῖσδε ἐς ἀνάληψιν ἄγειν καὶ τὰ συνήθεα.

1 the common reading, συνεργὰ ἔνσεο, is evidently inadmissible. Petit suggests ἐνστήσῃ. Ermerins has ἂν εἴη σοι.

2 In this clause I have found it necessary to follow the conjectural emendation of Petit, which is adopted also by Ermerins, whose annotations on this passage are highly important. The language would appear to be imitated from the Hippocratic treatise De Morbis, iii. 6.

3 This is evidently the true reading, and not χρέος.

4 In this place I have deleted these two words, ὀμφάκιον ἀκμαῖον instead of the former clause, ὄμφακος, κ. τ.λ., as is done by Ermerins. One thing seems clear — that both cannot stand, since they are synonymous.

5 iliad ... 696.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: