previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 186]

Κεφ. δ᾽. Θεραπεία Χολέρης.

ἐν χολέρῃ τῶν φερομέν ων ἐπίσχεσις κακόν: ἄπεπτα γὰρ. χρὴ ὦν ἡμᾶς Ρ῾ηϊδίως αὐτόματα δέχεσθαι: ἢν δὲ μὴ, ὀτρύνειν, διδόντας ὕδατος εὐκρήτου Ρ῾υμφαίνειν, ξυνεχές γε μὴν, ὀλίγον δὲ, ὅκως μὴ ἐντάσιες ἔωσι κεναὶ στομάχῳ, σπασμώδεες : ἢν δὲ καὶ στρόφοι ἔωσι, καὶ ποδῶν ψύξιες, τέγγειν μὲν τὴν κοιλίην λίπαϊ θερμῷ ξὺν πηγάνῳ καὶ κυμίνῳ ἑψηθέντι, ἐς τὰς τῶν φυσέων διακρίσιας, καὶ ἐπιτιθέναι εἴριον. καὶ τὼ πόδε λιπαίνον τα ἡσυχῇ τρίβειν, ἀμφαφόωντα μᾶλλον πιέζοντα. ἀτὰρ καὶ μέχρι τῶν γουνάτων γιγνέσθω τάδε, ἐς ἀνάκλησιν θέρμης. καὶ μέσφι μὲν κόπρια κάτωθεν διαχωρέει, ἄνωθεν δὲ χωρέει χολώδεα, τάδε χρὴ ποιέειν.

ἢν δὲ ὑπεληλύθῃ μὲν πᾶς παλαιὸς σῖτος, χολαὶ δὲ διΐωσι, καὶ χολώδης ἔμετος καὶ διάτασις ἔῃ, ἠδὲ καὶ ἄση, καὶ ἀπορίη, καὶ ἀδυναμίη, ψυχροῦ ὕδατος κυάθους δύο, τρεῖς, διδόναι, ἔς τε τὴν τῆς κοιλίης στῦψιν, ὅκως ἐπίσχῃ τὴν παλίρροιαν, ἠδὲ τὸν στόμαχον αἰθόμενον ἐμψύξῃ. ξυνεχέως δὲ τόδε, ἐπὴν τὸ ποθὲν ἐμέσῃ, πρήσσειν. Ρ῾ηϊδίως μὲν τὸ ψυχρὸν ἐν τῇ κοιλίῃ θάλπεται : ἀτὰρ ἠδὲ ἐξεμεῖ στόμαχος, ἀχθηδόνι τοῦ θερμοῦ καὶ ψυχροῦ: ξυνεχέως δὲ ποθέει ψυχρὸν ποτόν.

ἢν δὲ καὶ σφυγμοὶ μὲν ἐς τὸ μικρὸν ξυμπέσωσι, ἠδὲ ἐς τὸ ξυνεχὲς καὶ πυκνὸν διώκωνται, ἱδρὼς δὲ περὶ μέτωπα καὶ κληϊδας, καὶ πάντη τοῦ σώματος στάγδην Ρ῾έῃ, καὶ γαστὴρ μὴ ἐπίσχηται, καὶ στόμαχος ἐμέῃ ἔτι ξὺν τάσι καὶ λειποψυχίῃ, καὶ οἴνου βραχὺ ἐπιστάζειν τῷ ὕδατι τῷ ψυχρῷ, εὐώδεος, στύφοντος, ἔς τε τὴν τῆς αἰσθήσιος ἀνάκλησιν ὑπὸ τῆς ὀσμῆς καὶ ἐς τὴν τούτου Ρ῾ῶσιν1 ὑπὸ τῆς δυνάμιος, καὶ [p. 187]ἐς τὴν τοῦ σώματος πρόσθεσιν ὑπὸ τῆς θρέψιος. οἶνος γὰρ ὠκὺς μὲν ἐς τὴν ἄνω ἴξιν ὡς τὴν παλιρροίην σχέθειν : λεπτὸς δὲ, ὡς Ρ῾ηϊδίως χυθεὶς τῇ φύσι τὴν ἕξιν ἐρρῶσθαι. 2 κραταιὸς δὲ, ὡς δύναμιν στῆσαι Ρ῾έουσαν. ἐπιπάσσειν δὲ καὶ ἀλφίτων κοτὲ, νέων, εὐπνόων . ἢν δὲ ξυνεπείγῃ πάντα, ἱδρὼς καὶ ἔντασις, οὐ τοῦ στομάχου μοῦνον, ἀλλὰ καὶ νεύρων, λὺγξ κενεὴ, καὶ πόδες ξυντιταίνωνται, καὶ κοιλίη ὑποφέρῃ πολλὰ, καὶ ἀχλυώδης ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀκινησίην ἔωσι, τότε χρὴ φθάνειν τήνδε τὴν κατάστασιν : εἰ δὲ καὶ παρῇ, ψυχροῦ καὶ οἴνου πολλόν τι διδόναι, μὴ ἀκρητεστέρου δὲ, διὰ τὴν μέθην καὶ τὰ νεῦρα, ξὺν σιτίῳ ψωμοῖσι διαβρόχοισι: διδόναι δὲ καὶ τῆς ἄλλης τροφῆς, ὁκοῖα ἐν συγκοπῇ μοι λέλεκται, ὀπώρην στύφουσαν, οὖα, μέσπιλα , μῆλα κυδώνια, σταφυλήν.

ἢν δὲ τὰ πάντα ἐμέῃ, καὶ στόμαχος μηδὲν ἴσχῃ, ἐς τὰ θερμὰ καὶ ποτὰ καὶ βρώματα παλινδρομέειν: μετεξετέροισι γὰρ ἔστησεν μεταβολή: τὰ θερμὰ δὲ ἔστω θερμότατα: ἢν δὲ μηδέν τι τούτων ἀρήγῃ, σικύην ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων προσβάλλειν, καὶ κάτωθεν ὀμφαλοῦ τρέπειν: συνεχῶς δὲ τὰς σικύας μεθιζάνειν . ὀδυνηρὸν γὰρ τὸ ἐπίμονον καὶ κίνδυνον φέρον φλυκταινώσιος. ὤνησέ κοτε κίνησις αἰώρης εὔπνοος ὡς καὶ τὸ πνεῦμα ζωγρῆσαι, καὶ τὴν τροφὴν ἐν τῇ κοιλίῃ σχέθειν, καὶ εὔπνοον καὶ εὔσφυκτον τὸν νοσέοντα θέμεναι.

ἢν δὲ ἐπὶ μέζω γίγνηται τάδε, ἐπὶ τῆς κοιλίης καὶ τοῦ θώρηκος τιθέναι : καὶ τάδε ἔστω ὁκοῖα ἐς συγκοπὴν, φοίνικες ἐν οἴνῳ δεδευμένοι , ἀκακίη, ὑποκιστίς. τάδε ξὺν Ρ῾οδίνῃ κηρωτῇ ἀναλαβόντα , ἐγχρίσαντα δὲ ἐς ὀθόνην, ἐπὶ τὴν κοιλίην τιθέναι. ἐς δὲ τὸν θώρηκα, μαστίχην, ἀλόην, ἀψινθίου κόμην λείαν ξὺν κηρωτῇ ναρδίνῳ οἰνάνθης, ἐπιπλάσαι ὅλῳ τῷ θώρηκι: ἐς δὲ τοὺς πόδας καὶ τοὺς μύας, ἢν τιταίνωνται, [p. 188]

σικυώνιον, γλεύκινον, παλαιὸν ἄλειφα, ξὺν κηρῷ σμικρῷ χρίειν: ἐπιπάσσειν δὲ καὶ τοῦ κάστορος: ἢν δὲ καὶ ψυχροὶ ἔωσι οἱ πόδες, καὶ τῷ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου χρίειν ἀλείμματι, καὶ ἐρίοισι ἀμφελίσσειν, καὶ ψηλαφίῃ χειρῶν ἀπιθύνειν: ἀλλὰ καὶ τὴν Ρ῾άχιν, καὶ τοὺς τένοντα ς καὶ τοὺς μύας τῶν τε σιηγόνων, τοῖσι αὐτέοισι χρίειν.

κἢν μὲν ἐπὶ τοῖσι ἴσχηται μὲν ἱδρὼς καὶ γαστὴρ, τε στόμαχος δέχηται τὰ σιτία καὶ μὴ ἐμέῃ, σφυγμοὶ δὲ μεγάλοι τε καὶ εὔτονοι ἔωσι, καὶ ξύντασις ἀπολείπῃ, θέρμη δὲ καὶ πάντα ἀναίρῃ καὶ ἐς τὰ ἄκρα ἀφίκῃ, ὕπνος δὲ πάντα πέσσῃ, δευτέρῃ ἡμέρῃ τρίτῃ λούσαντα, τρέπειν ἐς τὰ ξυνήθεα : ἢν δὲ πάντα μὲν ἀπεμέῃ, ἱδρὼς δὲ ἄσχετος Ρ῾έῃ, ψυχρὸς δὲ καὶ πελιὸς γίγνηται ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀπόσβεσιν ἔωσι, καὶ ἀπηυδήκῃ, ἀγαθὸν ἐν τοῖσι τουτέοισι εὐπρεπέα εὑρέσθαι φυγήν.

1 Τούτου here refers to the stomach. Indeed, I felt inclined to change the text to τοῦ στομάχου. I do not approve of Ermerins' alteration to τοῦ σώματος.

2 I have adopted this reading from Petit and Ermerins, instead of συνέξειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: