previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τοῦζωρότερον δὲ κέραιε.1


γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτ᾽ αἰτίαν τοιαύτην ἐπιλέγων
οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
2 Νικήρατος μὲν οὖν ἑταῖρος ἡμῶν, Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο 3 μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸζωρόνἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα: καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δ᾽᾽ ποιητὴς, τοῦ Ἐμπεδοκλέους 4 ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίγνεσθαι
ζωρά τε τὰ πρὶν ἄκρητα,
μᾶλλον ἔφη τὸ εὔκρατον τὸ ἄκρατον ὑπὸ τἀνδρὸς 5 [p. 191] ζωρὸν λέγεσθαι, καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν εὔκρατον εἰς πόσιν τὸν οἶνον: εἰ δ᾽ ἀντὶ τοῦ ζωροῦζωρότερονεἶπεν, ὥσπερ δεξιτερὸν ‘’ ἀντὶ τοῦ δεξιοῦ καὶθηλύτερονἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς, Ἀντίπατρος δ᾽ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶςὥρουςλέγεσθαι, τὸ δὲ 6 ζα μέγεθος εἰωθέναι 7 σημαίνειν: ὅθεν τὸν πολυετῆ 8 καὶ οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι.


ἐγὼ δ᾽ ἀνεμίμνησκον αὐτούς, ὅτι τῷζωρότεροντὸ θερμὸν ἔνιοι σημαίνεσθαι λέγουσι τῷ δὲ θερμοτέρῳ τὸ τάχιον: ὥσπερ ἡμεῖς ἐγκελευόμεθα πολλάκις τοῖς διακονοῦσι θερμότερον ἅπτεσθαι τῆς διακονίας. ἀλλὰ μειρακιώδη τὴν φιλοτιμίαν αὐτῶν ἀπέφαινον, δεδιότων ὁμολογεῖν ἀκρατότερον εἰρῆσθαι τὸ ζωρότερον, ὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως; ἐσομένου καθάπερ Ἀμφιπολίτης Ζωίλος ὑπελάμβανεν, ἀγνοῶν ὅτι πρῶτον μὲν Ἀχιλλεὺς τὸν Φοίνικα καὶ τὸν Ὀδυσσέα πρεσβυτέρους ὄντας εἰδὼς οὐχ ὑδαρεῖ χαίροντας ἀλλ᾽ ἀκρατοτέρῳ καθάπερ οἱ ἄλλοι γέροντες, ἐπιτεῖναι κελεύει τὴν κρᾶσιν. ἔπειτα Χείρωνος ὢν μαθητὴς καὶ τῆς περὶ τὸ σῶμα διαίτης οὐκ ἄπειρος ἐλογίζετο δήπουθεν, ὅτι τοῖς ἀργοῦσι καὶ σχολάζουσι παρὰ τὸ εἰωθὸς σώμασιν ἀνειμένη καὶ μαλακωτέρα κρᾶσις ἁρμόζει. καὶ γὰρ τοῖς ἵπποις ἐμβάλλει μετὰ τῶν ἄλλων χορτασμάτων [p. 192] τὸ σέλινον οὐκ ἀλόγως, ἀλλ᾽ ὅτι βλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως; ἵπποι τοὺς πόδας: ἔστι δὲ τούτου μάλιστ᾽ ἴαμα τὸ σέλινον. ἄλλοις γοῦν οὐκ ἂν εὕροις παραβαλλόμενον ἵπποις ἐν Ἰλιάδι σέλινον τινα. τοιοῦτον χιλόν. ἀλλ᾽ ἰατρὸς ὢν Ἀχιλλεὺς τῶν θ᾽ ἵππων πρὸς τὸν καιρὸν οἰκείως ἐπεμέλετο 9 καὶ τῷ σώματι τὴν ἐλαφροτάτην δίαιταν, ὡς ὑγιεινοτάτην ἐν τῷ σχολάζειν, παρεσκεύαζεν: ἄνδρας δ᾽ ἐν μάχῃ καὶ ἀγῶνι δι᾽ ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε. καὶ μὴν οὐδὲ φύσει φαίνεται φίλοινος ἀλλ᾽ ἀπηνὴς Ἀχιλλεύς
οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ᾽ ἀγανόφρων, 10
ἀλλὰ μάλ᾽ ἐμμεμαώς:
καί που παρρησιαζόμενος ὑπὲρ αὑτοῦπολλάς11 φησὶνἀύπνους νύκτας ἰαῦσαι:’ βραχὺς δ᾽ ὕπνος οὐκ ἐξαρκεῖ τοῖς χρωμένοις ἀκράτῳ. λοιδορούμενος δὲ τῷ Ἀγαμέμνονι πρῶτον αὐτὸνοἰνοβαρῆ12 προσείρηκεν, ὡς μάλιστα τῶν νοσημάτων τὴν οἰνοφλυγίαν προβαλλόμενος. διὰ ταῦτα δὴ πάντα λόγον : εἶχεν αὐτὸν ἐννοῆσαι, τῶν ἀνδρῶν ἐπιφανέντων, μή ποτε συνήθης κρᾶσις αὐτῷ τοῦ οἴνου πρὸς ἐκείνους ἀνειμένη καὶ ἀνάρμοστός ἐστιν. [p. 193]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: