previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί τῶν μιμουμένων τοὺς ὀργιζομένους καὶ λυπουμένους ἡδέως ἀκούομεν, αὐτῶν δὲ τῶν ἐν τοῖς πάθεσιν ὄντων ἀηδῶς.


περὶ ὧν 1 ἐγένοντο λόγοι καὶ σοῦ παρόντος ἐν Ἀθήναις ἡμῖν, ὅτε Στράτων κωμῳδὸς εὐημέρησεν ἦν γὰρ αὐτοῦ πολὺς λόγος, ἑστιωμένων ἡμῶν παρὰ Βοήθῳ τῷ Ἐπικουρείῳ συνεδείπνουν δ᾽ οὐκ ὀλίγοι τῶν ἀπὸ τῆς αἱρέσεως 2. εἶθ᾽ οἱονεὶ 3 φιλολόγοις περιέστησεν τῆς κωμῳδίας μνήμη τὸν λόγον εἰς ζήτησιν αἰτίας, δι᾽ ἣν ὀργιζομένων λυπουμένων δεδιότων φωνὰς ἀκούοντες ἀχθόμεθα. καὶ δυσκολαίνομεν, οἱ δ᾽ ὑποκρινόμενοι ταῦτα τὰ πάθη καὶ μιμούμενοι τὰς φωνὰς αὐτῶν καὶ τὰς διαθέσεις εὐφραίνουσιν ἡμᾶς. ἐκείνων μὲν οὖν ἁπάντων σχεδὸν εἷς ἦν λόγος: ἔφασαν γάρ, ἐπειδὴ κρείττων μιμούμενός ἐστι τοῦ πάσχοντος ἀληθῶς καὶ τῷ μὴ πεπονθέναι διαφέρει, συνιέντας ἡμᾶς τούτου 4 τέρπεσθαι καὶ χαίρειν. [p. 180]


ἐγὼ δέ, καίπερ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθείς, εἶπον ὅτι φύσει λογικοὶ καὶ φιλότεχνοι γεγονότες πρὸς τὸ λογικῶς καὶ τεχνικῶς πραττόμενον οἰκείως διακείμεθα καὶ θαυμάζομεν, ἂν ἐπιτυγχάνηται. καθάπερ γὰρ μέλιττα τῷ φιλόγλυκυς εἶναι πᾶσαν ὕλην, τι 5 μελιτῶδες ἐγκέκραται, περιέπει καὶ διώκει: οὕτως ἄνθρωπος, γεγονὼς φιλότεχνος καὶ φιλόκαλος, πᾶν ἀποτέλεσμα καὶ πρᾶγμα νοῦ καὶ λόγου μετέχον ἀσπάζεσθαι καὶ ἀγαπᾶν πέφυκεν. εἰ γοῦν παιδίῳ μικρῷ 6 προθείη τις ὁμοῦ μικρὸν 7 μὲν ἄρτον, ὁμοῦ δὲ πεπλασμένον ἐκ τῶν αὐτῶν 8 ἀλεύρων κυνίδιον βοΐδιον, ἐπὶ τοῦτ᾽ ἂν ἴδοις φερόμενον καὶ ὁμοίως εἴ τις 9 ἀργύριον ἄσημον, ἕτερος δὲ ζῴδιον ἀργυροῦν ἔκπωμα παρασταίη διδούς, τοῦτ᾽ ἂν λάβοι μᾶλλον, τὸ τεχνικὸν καὶ λογικὸν ἐνορᾷ καταμεμιγμένον. ὅθεν καὶ τῶν λόγων τοῖς ᾐνιγμένοις χαίρουσι μᾶλλον οἱ τηλικοῦτοι καὶ τῶν παιδιῶν ταῖς περιπλοκήν τινα καὶ δυσκολίαν ἐχούσαις ἕλκει γὰρ ὡς οἰκεῖον ἀδιδάκτως τὴν φύσιν τὸ γλαφυρὸν καὶ πανοῦργον. ἐπεὶ τοίνυν μὲν ἀληθῶς ὀργιζόμενος λυπούμενος ἔν τισι κοινοῖς πάθεσι καὶ κινήμασιν 10 ὁρᾶται, τῇ δὲ μιμήσει πανουργία τις ἐμφαίνεται καὶ πιθανότης ἄνπερ ἐπιτυγχάνηται, τούτοις μὲν ἥδεσθαι πεφύκαμεν ἐκείνοις δ᾽ ἀχθόμεθα. καὶ γὰρ ἐπὶ τῶν θεαμάτων ὅμοια πεπόνθαμεν ἀνθρώπους μὲν γὰρ ἀποθνήσκοντας. καὶ [p. 181] νοσοῦντας ἀνιαρῶς ὁρῶμεν: τὸν δὲ γεγραμμένον Φιλοκτήτην καὶ τὴν πεπλασμένην Ἰοκάστην, ἧς φασιν εἰς τὸ πρόσωπον ἀργύρου τι συμμῖξαι τὸν τεχνίτην, ὅπως ἐκλείποντος 11 ἀνθρώπου καὶ μαραινομένου λάβῃ περιφάνειαν χαλκός, ἡδόμεθα καὶ θαυμάζομεν. ‘τοῦτο δ᾽εἶπονἄνδρες Ἐπικούρειοι, καὶ τεκμήριόν ἐστι μέγα τοῖς Κυρηναϊκοῖς πρὸς ὑμᾶς τοῦ μὴ περὶ τὴν ὄψιν εἶναι μηδὲ περὶ τὴν ἀκοὴν ἀλλὰ περὶ τὴν διάνοιαν ἡμῶν τὸ 12 ἡδόμενον 13 ἐπὶ τοῖς ἀκούσμασι καὶ θεάμασιν. ἀλεκτορὶς γὰρ βοῶσα συνεχῶς καὶ κορώνη λυπηρὸν ἄκουσμα καὶ ἀηδές ἐστιν, δὲ μιμούμενος ἀλεκτορίδα βοῶσαν καὶ κορώνην εὐφραίνει. καὶ φθισικοὺς μὲν ὁρῶντες δυσχεραίνομεν, ἀνδριάντας δὲ καὶ γραφὰς φθισικῶν ἡδέως θεώμεθα τῷ τὴν διάνοιαν ὑπὸ τῶν μιμημάτων ἄγεσθαι κατὰ 14 τὸ οἰκεῖον. ἐπεὶ τί πάσχοντες τίνος ἔξωθεν γενομένου πάθους τὴν ὗν τὴν 15 Παρμένοντος οὕτως ἐθαύμασαν, ὥστε παροιμιώδη γενέσθαι; καίτοι φασὶ τοῦ Παρμένοντος εὐδοκιμοῦντος ἐπὶ τῇ μιμήσει, ζηλοῦντας ἑτέρους ἀντεπιδείκνυσθαι: προκατειλημμένων δὲ τῶν ἀνθρώπων καὶ λεγόντωνεὖ μὲν ἀλλ᾽ οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν,’ ἕνα λαβόντα δελφάκιον ὑπὸ μάλης λης, προελθεῖν: ἐπεὶ δὲ καὶ τῆς ἀληθινῆς φωνῆς ἀκούοντες ὑπεφθέγγοντοτί οὖν αὕτη 16 πρὸς τὴν Παρμένοντος ὗν;’ ἀφεῖναι 17 τὸ δελφάκιον εἰς τὸ [p. 182] μέσον, ἐξελέγχοντα τῆς κρίσεως τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν. 18 μάλιστα δῆλόν ἐστιν, ὅτι ταὐτὸ 19 τῆς αἰσθήσεως πάθος οὐχ ὁμοίως διατίθησι τὴν ψυχήν, ὅταν μὴ προσῇ δόξα τοῦ λογικῶς φιλοτίμως περαίνεσθαι τὸ γενόμενον 20.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: