previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πότερον οἱ Ἰουδαῖοι σεβόμενοι τὴν ὗν δυσχεραίνοντες ἀπέχονται τῶν κρεῶν.


ἐπεὶ δὲ ταῦτ᾽ ἐρρήθη, βουλομένων τινῶν ἀντικατατείνειν, τὸν ἕτερον λόγον ἐκκρούων Καλλίστρατος ἔφηπῶς ὑμῖν δοκεῖ λελέχθαι τὸ πρὸς τοὺς Ἰουδαίους, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν;’ ‘ὑπερφυῶςἔφη Πολυκράτης, ‘ἐγὼ δὲ καὶ προσδιαπορῶ, πότερον οἱ ἄνδρες τιμῇ τινι τῶν ὑῶν μυσαττόμενοι τὸ ζῷον ἀπέχονται τῆς βρώσεως αὐτοῦ: τὰ γὰρ παρ᾽ ἐκείνοις λεγόμενα μύθοις ἔοικεν, εἰ μή τινας ἄρα λόγους σπουδαίους ἔχοντες οὐκ ἐκφέρουσιν.’


ἐγὼ μὲν τοίνυνεἶπεν Καλλίστρατοςοἶμαί τινα τιμὴν τὸ ζῷον ἔχειν παρὰ τοῖς ἀνδράσιν: εἰ δὲ δύσμορφον ὗς καὶ θολερόν, ἀλλ᾽ οὐ 1 κανθάρου καὶ γυπὸς 2 καὶ κροκοδείλου 3 καὶ αἰλούρου 4 τὴν ὄψιν ἀτοπώτερον 5 τὴν φύσιν ἀμουσότερον 6 οἷς ὡς ἁγιωτάτοις ἱερεῖς Αἰγυπτίων ἄλλοις 7 ἄλλοι προσφέρονται. τὴν δ᾽ ὗν ἀπὸ χρηστῆς αἰτίας [p. 168] τιμᾶσθαι 8 λέγουσι: πρώτη γὰρ σχίσασα τῷ προύχοντι τῆς ὀρυχῆς 9, ὥς φασι, τὴν γῆν ἴχνος ἀρόσεως ἔθηκε καὶ τὸ τῆς ὕνεως ὑφηγήσατο ἔργον: ὅθεν καὶ τοὔνομα γενέσθαι τῷ ἐργαλείῳ λέγουσιν ἀπὸ τῆς ὑός. οἱ δὲ τὰ μαλθακὰ καὶ κοῖλα τῆς χώρας Αἰγύπτιοι γεωργοῦντες οὐδ᾽ ἀρότρου δέονται τὸ παράπαν ἀλλ᾽ ὅταν Νεῖλος ἀπορρέῃ καταβρέξας τὰς ἀρούρας, ἐπακολουθοῦντες 10 τὰς ὗς κατέβαλον 11 αἱ δὲ χρησάμεναι πάτῳ καὶ ὀρυχῇ ταχὺ τὴν γῆν ἔστρεψαν ἐκ βάθους καὶ τὸν σπόρον ἀπέκρυψαν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ διὰ τοῦτό τινες ὗς οὐκ ἐσθίουσιν, ἑτέρων ζῴων μείζονας ἐπ᾽ αἰτίαις γλίσχραις, ἐνίων δὲ καὶ πάνυ γελοίαις, τιμὰς ἐχόντων παρὰ τοῖς βαρβάροις 12. τὴν μὲν γὰρ μυγαλῆν 13 ἐκτεθειάσθαι λέγουσιν ὑπ᾽ Αἰγυπτίων τυφλὴν οὖσαν, ὅτι τὸ σκότος τοῦ φωτὸς ἡγοῦντο πρεσβύτερον τίκτεσθαι δ᾽ 14 αὐτὴν ἐκ μυῶν πέμπτῃ γενεᾷ νουμηνίας οὔσης: ἔτι δὲ μειοῦσθαι τὸ ἧπαρ ἐν τοῖς ἀφανισμοῖς τῆς σελήνης. τὸν δὲ λέοντα τῷ ἡλίῳ συνοικειοῦσιν, ὅτι τῶν γαμψωνύχων τετραπόδων βλέποντα τίκτει μόνος: κοιμᾶται δ᾽ ἀκαρὲς χρόνου καὶ ὑπολάμπει τὰ ὄμματα καθεύδοντος: κρῆναι δὲ κατὰ χασμάτων 15 λεοντείων ἐξιᾶσι κρουνούς, ὅτι Νεῖλος ἐπάγει νέον ὕδωρ ταῖς Αἰγυπτίων ἀρούραις, ἡλίου τὸν λέοντα παροδεύοντος. τὴν δ᾽ ἶβίν φασιν ἐκκολαφθεῖσαν εὐθὺς ἕλκειν δύο [p. 169] δραχμάς, ὅσον ἄρτι παιδίου γεγονότος καρδίαν: ποιεῖ δὲ τῇ τῶν ποδῶν 16 ἀποτάσει πρὸς ἀλλήλους 17 καὶ πρὸς τὸ ῥύγχος ἰσόπλευρον τρίγωνον. καὶ τί ἄν τις Αἰγυπτίους αἰτιῷτο τῆς τοσαύτης ἀλογίας, ὅπου καὶ τοὺς Πυθαγορικοὺς ἱστοροῦσι καὶ ἀλεκτρυόνα λευκὸν σέβεσθαι καὶ τῶν θαλαττίων μάλιστα τρίγλης καὶ ἀκαλήφης ἀπέχεσθαι, τοὺς δ᾽ ἀπὸ Ζωροάστρου μάγους τιμᾶν μὲν ἐν τοῖς μάλιστα τὸν χερσαῖον ἐχῖνον, ἐχθαίρειν δὲ τοὺς ἐνύδρους μῦς καὶ τὸν ἀποκτείνοντα πλείστους θεοφιλῆ καὶ μακάριον νομίζειν; οἶμαι δὲ καὶ τοὺς Ἰουδαίους, εἴπερ ἐβδελύττοντο τὴν ὗν, ἀποκτείνειν ἄν, ὥσπερ οἱ μάγοι τοὺς μῦς ἀποκτείνουσι: νῦν δ᾽ ὁμοίως τῷ φαγεῖν τὸ ἀνελεῖν ἀπόρρητόν ἐστιν αὐτοῖς. καὶ ἴσως ἔχει λόγον, ὡς τὸν ὄνον 18 ἀναφήναντα πηγὴν αὐτοῖς ὕδατος τιμῶσιν, οὕτω καὶ τὴν ὗν σέβεσθαι σπόρου καὶ ἀρότου διδάσκαλον γενομένην εἰ μή 19, νὴ Δία, καὶ τοῦ λαγωοῦ φήσει 20 τις ἀπέχεσθαι τοὺς ἄνδρας, ὡς μυσαρὸν καὶ ἀκάθαρτον δυσχεραίνοντας τὸ ζῷον.’


οὐ δῆτ᾽ἔφη 21 Λαμπρίας ὑπολαβώνἀλλὰ τοῦ μὲν λαγωοῦ φείδονται 22 διὰ τὴν πρὸς τὸν μένον ὑπ᾽ αὐτῶν μυ ... 23 στα θηρίον ἐμφερέστατον 24. γὰρ λαγὼς μεγέθους ἔοικε καὶ πάχους ἐνδεὴς [p. 170] ὄνος 25 εἶναι: καὶ γὰρ χρόα καὶ τὰ ὦτα καὶ τῶν ὀμμάτων λιπαρότης καὶ τὸ λαμυρὸν 26 ἔοικε θαυμασίως: ὥστε μηδὲν 27 οὕτω μηδὲ μικρὸν μεγάλῳ τὴν μορφὴν ὅμοιον γεγονέναι. εἰ μὴ νὴ Δία, καὶ πρὸς τὰς ὁμοιότητας αἰγυπτιάζοντες τὴν ὠκύτητα τοῦ ζῴου θεῖον ἡγοῦνται καὶ τὴν ἀκρίβειαν τῶν αἰσθητηρίων: τε γὰρ ὀφθαλμὸς ἄτρυτός 28 ἐστιν αὐτῶν 29, ὥστε καὶ καθεύδειν ἀναπεπταμένοις τοῖς ὄμμασιν ὀξυηκοΐᾳ δὲ δοκεῖ διαφέρειν, ἣν Αἰγύπτιοι θαυμάσαντες ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκοὴν σημαίνουσιν οὖς λαγωοῦ 30 γράφοντες. τὸ δ᾽ ὕειον κρέας οἱ ἄνδρες ἀφοσιοῦσθαι δοκοῦσιν 31, ὅτι μάλιστα ... 32 οἱ βάρβαροι τὰς ἐπιλευκίας 33 καὶ λέπρας δυσχεραίνουσι, καὶ τῇ προσβολῇ τὰ τοιαῦτα καταβόσκεσθαι πάθη τοὺς ἀνθρώπους οἴονται. πᾶσαν 34 δ᾽ ὗν ὑπὸ τὴν γαστέρα λέπρας ἀνάπλεων καὶ ψωρικῶν ἐξανθημάτων 35 ὁρῶμεν: δή, καχεξίας τινὸς ἐγγενομένης 36 τῷ σώματι καὶ φθορᾶς, ἐπιτρέχειν δοκεῖ τοῖς σώμασιν. οὐ μὴν ἀλλὰ καὶ τὸ θολερὸν περὶ τὴν δίαιταν τοῦ θρέμματος ἔχει τινὰ πονηρίαν οὐδὲν γὰρ ἄλλο βορβόρῳ χαῖρον οὕτω καὶ τόποις ῥυπαροῖς καὶ ἀκαθάρτοις ὁρῶμεν, ἔξω λόγου τιθέμενοι τὰ 37 τὴν γένεσιν καὶ [p. 171] τὴν φύσιν ἐν αὐτοῖς ἔχοντα τούτοις. λέγουσι δὲ καὶ τὰ ὄμματα τῶν ὑῶν οὕτως ἐγκεκλάσθαι 38 καὶ κατεσπάσθαι ταῖς ὄψεσιν, ὥστε μηδενὸς ἀντιλαμβάνεσθαι μηδέποτε τῶν ἄνω μηδὲ προσορᾶν τὸν οὐρανόν, ἂν μὴ φερομένων ὑπτίων ἀναστροφήν τινα παρὰ φύσιν αἱ κόραι λάβωσι: διὸ καὶ μάλιστα κραυγῇ χρώμενον τὸ ζῷον ἡσυχάζειν, ὅταν οὕτω φέρηται, καὶ σιωπᾶν κατατεθαμβημένον ἀηθίᾳ τὰ οὐράνια καὶ κρείττονι, φόβῳ τοῦ βοᾶν συνεχόμενον. εἰ δὲ δεῖ καὶ τὰ μυθικὰ προσλαβεῖν, λέγεται μὲν Ἄδωνις ὑπὸ τοῦ συὸς διαφθαρῆναι: τὸν δ᾽ Ἄδωνιν οὐχ ἕτερον ἀλλὰ 39 Διόνυσον εἶναι νομίζουσι, καὶ πολλὰ τῶν τελουμένων ἑκατέρῳ περὶ τὰς ἑορτὰς βεβαιοῖ τὸν λόγον. οἱ δὲ παιδικὰ τοῦ Διονύσου γεγονέναι: καὶ Φανοκλῆς 40, ἐρωτικὸς ἀνήρ, ὧδέ που 41 πεποίηκεν
εἰδὼς 42 θεῖον Ἄδωνιν ὀρειφοίτης Διόνυσος
ἥρπασεν, ἠγαθέην Κύπρον 43 ἐποιχόμενος.

1 ἀλλ᾽ οὐ Turnebus: 3-5 Vd 8 E

2 γυπὸς W: γρυ 5 Vd 8 E. γρύλλου Turnebus, sed cf. p. 1096 a: κάνθαροι καὶ γῦπες

3 καὶ κροκοδείλου Basileensis: ἐκκροκοδείλου

4 αἰλούρου eadem: 5 Vd 8 E υρου

5 ἀτοπωτάτην mei

6 ἀμουσότερον] μυσαρώτερον Hirschigius

7 ἄλλοις Basileensis

8 scripsi cum Madvigio: ἀποχρηστῆσαι καὶ τιμᾶσθαι cf. Symb.

9 τη-ς ὀρυχῆς] τοῦ ῥύγχους R

10 ἐπακολουθοῦντες add. καὶ σπείροντες Doehnerus

11 εἰσέβαλον Hirschigius coll. Herod. 2, 14

12 post βαρβάροις lac. 2 Vd

13 μυγάλην vel μεγάλην mei

14 δέ R

15 em. Ex. Turnebi: κρῆναι δὲ καὶ κατασχάμματα τῶν

16 πόνων mei

17 ἄλλους iidem

18 ὄνον Basileensis: ὄνον δὲ

19 εἰ μὲ X

20 em. R: φησί

21 οὐ δῆτα ἔφη idem: ουδ 6-8 Vd

22 φείδονται Doehnerus: 2-3 Vd 6 E

23 lac. 4 Vd 7 E

24 διὰ τὴν πρὸς - ἐμφερέστατον] διὰ τὴν πρὸς τὸν ὄνον τιμώμενον ὑπ᾽ αὐτῶν μάλιστα θηρίων ἐμφέρειαν Frankius

25 πάχους ἐνδεὴς ὄνος Doehnerus: τάχους ἐν δεινοῖς

26 em. R: ἀλμυρὸν

27 μηδὲ] del. Doehnerus

28 ἄτρυτος] ἄγρυπνος Ruhnkenius

29 αὐτῷ R

30 οὖς λαγωοῦ idem: τοὺς λαγωοὺς

31 δοκοῦσιν S: 3-4 Vd 12 E κουσιν

32 lac. 3 Vd 7 E. Supplet οἱ Ἀσιανοὶ βάρβαροι Doehnerus. Malim πάντων

33 ἐπιλευκίας] ἐπι 5-7 Vd λευκίας. Sed fort. nulla est lac. propter proximas margines (2-3 + 3-4)

34 πᾶσαν] ἐξ ἂν mei

35 ἐξανθησάντων mei

36 em. R: ἐκγεγομένης

37 τὰ idem: μετὰ

38 ἐγκεκλᾶσθαι mei

39 ἀλλὰ] ἀλλ᾽ ?

40 Φανοκλῆς] cf. Stob. Flor. 64, 14

41 ου 1-2 Vd δήπου (Vd) vel οὐ δήπου mei

42 εἶδος Emperius

43 Κύπρον Amyotus: κύπριν sed cf. Hom. E 330

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: