previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί τὰ ὕδνα δοκεῖ τῇ βροντῇ γίγνεσθαι, καὶ διὰ τί τοὺς καθεύδοντας οἴονται μὴ κεραυνοῦσθαι.


ὕδνα παμμεγέθη δειπνοῦσιν ἡμῖν Ἀγέμαχος παρέθηκεν ἐν Ἤλιδι. θαυμαζόντων δὲ τῶν παρόντων , ἔφη τις ὑπομειδιάσαςἄξιά γε τῶν βροντῶν τῶν ἔναγχος γενομένωνὡς δὴ καταγελῶν τῶν λεγόντων τὰ ὕδνα τὴν γένεσιν ἐκ βροντῆς λαμβάνειν. ἦσαν οὖν οἱ φάσκοντες ὑπὸ βροντῆς τὴν γῆν διίστασθαι, καθάπερ ἥλῳ 1 τῷ ἀέρι χρωμένην, εἶτα ταῖς ῥωγμαῖς τεκμαίρεσθαι τοὺς τὰ ὕδνα μετιόντας: ἐκ δὲ τούτου δόξαν ἐγγενέσθαι τοῖς πολλοῖς, ὅτι τὸ ὕδνον αἱ βρονταὶ γεννῶσιν οὐ δεικνύουσιν: ὥσπερ εἴ τις οἴοιτο τοὺς κοχλίας ποιεῖν τὸν ὄμβρον, ἀλλὰ μὴ προάγειν 2 μηδ᾽ ἀναφαίνειν. δ᾽ Ἀγέμαχος ἰσχυρίζετο τῇ ἱστορίᾳ καὶ τὸ θαυμαστὸν ἠξίου μὴ [p. 151] ἄπιστον ἡγεῖσθαι. καὶ γὰρ ἄλλα πολλὰ θαυμάσια βροντῆς ἔργα καὶ κεραυνοῦ καὶ τῶν περὶ ταῦτα διοσημιῶν 3 εἶναι, χαλεπὰς καταμαθεῖν παντελῶς ἀδυνάτους τὰς αἰτίας ἔχοντα. ‘καὶ γὰρ γελώμενος οὑτοσὶ καὶ παροιμιώδης 4ἔφηβολβὸς οὐ μικρότητι διαφεύγει τὸν κεραυνὸν, ἀλλ᾽ ἔχων δύναμιν ἀντιπαθῆ, καθάπερ συκῆ καὶ τὸ δέρμα τῆς φώκης ὥς φασι καὶ τὸ τῆς ὑαίνης 5, οἷς τὰ ἄκρα τῶν ἱστίων 6 οἱ ναύκληροι, καταδιφθεροῦσι. τὰ δ᾽ ἀστραπαῖα τῶν ὑδάτων εὐαλδῆ καλοῦσιν οἱ γεωργοὶ καὶ νομίζουσι. καὶ ὅλως εὔηθές ἐστι ταῦτα θαυμάζειν τὸ πάντων ἀπιστότατον ἐν τοῖς πάθεσι τούτοις καθορῶντας, ἐκ μὲν ὑγρῶν φλόγας, ἐκ δὲ μαλακῶν νεφῶν 7 ψόφους σκληροὺς ἀναδιδομένους. ταῦτα δ᾽εἶπενἀδολεσχῶ, παρακαλῶν ὑμᾶς ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας, ἵνα μὴ πικρὸς γένωμαι 8 συμβολὰς τῶν ὕδνων πρασσόμενος.’


αὐτὸν μὲν οὖν ἐγὼ ἔφην τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον: οὐδὲν γὰρ ἒν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, 9 ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. αἰτία δ᾽ τῆς θερμότητος ἀνάμιξις: τὸ μὲν γὰρ ὀξὺ καὶ καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δ᾽ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖ 10 τὴν ψυχρότητα καὶ [p. 152] συνεκπονεῖ 11 τὸ ὑγρόν: ὥστε μάλιστα τὸ 12 προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν. ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖ 13 τὰ τοιαῦτα τοῖς ἀρδομένοις 14: ὥσπερ αἵ τε δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν, καὶ τὰ 15 τὴν ἶριν ἐξανθοῦντα νέφη, καθ᾽ ὧν ἂν ἐπερείσῃ 16 ξύλων, εὐωδίας ἀναπίμπλησι: καὶ ταύτῃ γνωρίζοντες οἱ παρ᾽ ἡμῖν ἰρίσκηπτα καλοῦσι, τὴν ἶριν 17 ὑπολαμβάνοντες ἐπισκήπτειν πολλῷ 18 μᾶλλον εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητες 19 αἱματώδεις ἐνδημιουργοῦσιν. οὐ γὰρ ἔοικε φυτῷ 20 τὸ ὕδνον οὐδ᾽ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλ᾽ ἄρριζον καὶ ἀβλαστές 21 ἐστι 22 καὶ ἀπολελυμένον, τῷ καθ᾽ ἑαυτὸ σύστασιν 23 ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης. ‘εἰ δέ γε γλίσχροςἔφην λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων: διὸ καὶ [p. 153] μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητος 24 πρόσεστι.’


παρὼν δ᾽ ῥήτωρ Δωρόθεοςὀρθῶςἔφηλέγεις: οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρ᾽ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτ᾽ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγε, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξε τὸ νόμισμα 25 πᾶν καὶ συνέχεε: φιλοσόφῳ δὲ 26 παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον: τὸν δ᾽ ἀφοσιωσάμενον καὶ κελεύσαντα τὰ 27 καθ᾽ ἑαυτὸν δρᾶν 28 καὶ προσεύχεσθαι τοῖς θεοῖς. ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι: καὶ κυλιχνίων 29 ἀργυρῶν ξυλίνοις ἐγκειμένων 30 ἐλύτροις τὸν μὲν 31 ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι. καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή: πάντων δὲ θαυμασιώτατον, πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει: πολλοὶ γὰρ [p. 154] οὔτε κάουσιν οὔτε κατορύττουσιν, ἀλλ᾽ ἐῶσι περιφράξαντες, ὥσθ᾽ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί: τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσαν
φίλος δέ μοι
32 ἄλουτος 33 ἐν φάραγξι σήπεται νέκυς.
ὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν ὑφ᾽ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων. ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθω 34: τὰ δὲ λοιπὰ τοῦτονἔφηπαρακαλῶμεν 35, ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ Ἀνδροκύδους 36. ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέστατα 37 καὶ κάλλιστα 38 τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον τέχνῃ 39 κεχρῆσθαι: φύσει γὰρ ἦν φίλοψος: οὕτω φήσει 40 τις καὶ ἡμᾶς ὑφ᾽ ἡδονῆς φιλοσοφήσαντας 41 περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς ... 42 ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν ... 43 προδήλῳ τῷ εἶναι πειθούσης.’


[p. 155] ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸν 44 εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλοντας 45 παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν, τὰ μὲν ἄλλα παρίεσαν 46 συνομολογοῦντες, περὶ δὲ τῶν ἐν τοῖς καθεύδουσι μὴ κεραυνουμένων ἀκοῦσαί τι βουλόμενοι λιπαρεῖς ἦσαν. ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίγνετο τῆς αἰτίας ἁψαμένῳ κοινὸν ἐχούσης τὸν λόγον: ὅμως δ᾽ οὖν ἔφην ὡς τὸ κεραύνιον πῦρ ἀκριβείᾳ καὶ λεπτότητι θαυμαστὸν ἐστιν, αὐτόθεν περὶ τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας, καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν γεῶδες αὐτῷ τῆς περὶ τὴν 47 κίνησιν ὀξύτητος; ἀποσειομένης καὶ διακαθαιρούσης. ‘διόβλητον μὲν οὐδένὥς φησι Δημόκριτος 48 ‘ ... 49 παρ᾽ αἰθρίης στέγειν ... 50 σέλας.’ τὰ μὲν οὖν πυκνὰ τῶν σωμάτων, σίδηρος 51, χαλκός, ἄργυρος, χρυσός 52, ἀποστέγει καὶ φθείρεται καὶ τήκεται, πάσχοντα τῷ προσμάχεσθαι καὶ ἀντερείδειν 53 τῶν δ᾽ ἀραιῶν καὶ πολυπόρων καὶ χαλώντων ὑπὸ μανότητος ἀψαυστὶ διεκθεῖ, καθάπερ ἱματίων 54 καὶ ξύλων αὔων: τὰ δὲ χλωρὰ κάει, τῆς ὑγρότητος ἀντιλαμβανομένης καὶ συνεξαπτομένης. εἴπερ οὖν τὸ τοὺς καθεύδοντας μὴ [p. 156] ἀποθνήσκειν ὑπὸ κεραυνῶν ἀληθές ἐστιν, ἐνταῦθα δεῖ ζητεῖν οὐκ ἀλλαχόθι τὴν αἰτίαν. μᾶλλον γὰρ ἔρρωται καὶ συνέστηκε καὶ ἀντερείδει τὰ σώματα τῶν ἐγρηγορότων, ἅτε δὴ πᾶσι τοῖς μέρεσι πεπληρωμένα πνεύματος: ὑφ᾽ οὗ καὶ τὰς αἰσθήσεις ἐπιστρέφοντος ὥσπερ ἐν ὀργάνῳ καὶ σφίγγοντος εὔτονον γέγονε καὶ συνεχὲς αὑτῷ καὶ πυκνὸν τὸ ζῷον. ἐν δὲ τοῖς ὕπνοις ἐξανεῖται, καὶ μανὸν 55 καὶ ἀνώμαλον 56 καὶ ἄτονον καὶ διακεχυμένον, καὶ πόρους ἔσχηκε πολλούς, τοῦ πνεύματος ἐνδιδόντος; καὶ ἀπολείποντος, δι᾽ ὧν φωναί τε καὶ ὀσμαὶ διεκθέουσι μηδεμίαν αἴσθησιν ἑαυτῶν παρέχουσαι. τὸ γὰρ ἀντερεῖδον καὶ τῷ ἀντερείδειν πάσχον οὐκ ἀπαντᾷ τοῖς προσφερομένοις, ἣκιστα δὲ τοῖς ὑπὸ λεπτότητος καὶ ὠκύτητος τοιαύτης ὥσπερ κεραυνὸς διιπταμένοις 57. τὰ μὲν γὰρ ἧττον ἰσχυρὰ δυσπαθείαις φύσις ἀμύνεται, σκληρότητας προβαλλομένη καὶ πυκνότητας: ὧν δ᾽ ἄμαχος δύναμίς ἐστιν, ὑπὸ τούτων ἧττον ἀδικεῖται τὰ εἴκοντα τῶν ἀνθισταμένων. ‘πρόσλαβε 58 δὲ τούτοιςἔφηνοὔτι μικρὰν 59 ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφ᾽ ὧν πολλοὶ μηδὲν ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι ἀποθανεῖν 60 ἀπέθανον. καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ [p. 157] συννεύειν: τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς; ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλ᾽ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἔοικεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματος
πολλοὺς γάρὡς Εὐριπίδης φησὶβροντῆς πνεῦμ᾽ 61 ἄναιμον ὤλεσε
καὶ γὰρ 62 ἄλλως 63 τῶν αἰσθητηρίων ἀκοὴ παθητικώτατὸν ἐστι, καὶ μεγίστας οἱ διὰ ψόφου θόρυβοι καὶ φόβοι ταραχὰς ἐπιφέρουσιν ὧν τῷ καθεύδοντι πρόβλημα τὸ ἀναίσθητόν ἐστιν. οἱ δ᾽ ἐγρηγορότες καὶ ταῖς προπαθείαις ἀναλίσκονται καί, τοῦ δέους τὸ σῶμα συνδέοντος ὡς ἀληθῶς καὶ συνάγοντος καὶ πυκνοῦντος, ἰσχυρὰν ποιοῦσι τὴν πληγὴν τῷ ἀντερείδειν.’

1 ἥλῳ X: ἡλίῳ

2 προάγειν] subiectum est τὸν ὄμβρον

3 *: διοσημείων

4 παρομοιώδης mei

5 ὑιαίνης iidem

6 τῶν ἰστῶν Reichardtius

7 νεφῶν Turnebus: 3 Vd 7 E

8 πικρὰς φαίνωμαι?

9 om. mei

10 em. Emperius: ἐξαιρεῖ

11 συνεκπονεῖ *: συνεκπίνει cf. Xen. Cyr. 1, 2, 16: ἐκπονοῦντες τὸ ὑγρόν

12 τὸ μάλιστα aut μάλιστα R

13 R: ἐμποιεῖν

14 ἀρχομένοις mei

15 τα *

16 ἂν ἐπερείσῃ] περ ἄν ὕσῃ W

17 *: ἱερεῖς αὐτὰ (ἐρίσκηπτα Salmasius); ἰρισκηπτα enim vocari debent ligna οἷς ἂν ἷρις ἐπισκήπτῃ

18 πολλῷ *: πολλῶν δὲ nam hinc incipit apodosis ad ἐπεὶ δὲ καὶ κεράσεων κἑ (vid. lin. 2)

19 post ὑγρότητες dat 3 litt. lac. unus Vd quae nulla esse vid. propter marg.

20 φυτῷ Exemplum Turnebi: 3-4 Vd 7 E τῷ

21 ἀβλαστὲς idem: 6-7 Vd 9 E

22 ἐστι Vulcobius: ἔτι

23 σύστασιν Ex. Turnebi: τὴν στάσιν

24 θειότης mei

25 em. Turnebus: ὑπεζωσμένους τὸ νόμισμα idem: τονο 3-4 Vd 7-8 E μα

26 δὲ] δὴ Herwerdenus. Abesse malim ut προσελθόντα (fort. add. τινὰ) ab οἶδα pendeat

27 τὰ W

28 δρᾶν Doehnerus: ὁρᾶν

29 κυλιχνίων Basileensis: λυχνίων

30 eadem: ἐγκειμένοις

31 ib. τὸ μὲν mei

32 Nauck. p. 612

33 ἄλουτος Musgravius: ἀλλ᾽ οὗτος ib. φάραξι mei

34 em. R: παρατετάχθω

35 παρακαλῶμεν] add. ἐπιμετρεῖν R

36 Ἀνδροκύδους] cf. Athen. p. 341 a

37 Anonymus: ἐνεργέστερα

38 καὶ μάλιστα mei

39 τέχνῃ] τῇ τέχνῃ R

40 em. Ex. Turnebi: φησί

41 φιλοσοφήσαντας] φιλοσοφῆσαι τὰ W

42 lac. 3 Vd 4 P

43 lac. 2-3 solus Vd. Fort. supplendum ὡς ὁρᾷς: ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπαθείας καὶ τὴν αἰτίαν (sc. τῆς εὐπαθείας) ἐᾶν πρόδηλόν πως εἶναι πειθούσης

44 fort. ἐμοῦ δὲ παρακελευομένοις λέγοντος ἄκαιρον cett.

45 ἐμβάλλοντα mei

46 πάρεισι iidem

47 περὶ τὴν] τὴν M: περιττὴν R

48 Δημόκριτος] Mullach. 1 p. 359

49 lac. 5 Vd 8 E

50 lac. 4-5 Vd 6 E. Supplet μὴ τὸ παρ᾽ αἰθ στέγει σέλας W. Malim οἶον μὴ τὸ π. αἰ. στέγειν λαμπρὸν (vel simile quid) σέλας

51 σίδηρος Turnebus: 5-7 Vd 7 E

52 χρυσὸς] idem: 5 Vd 6 E

53 ἀντερείδειν Basileensis: 2-3 Vd. 7 E τερείδειν

54 em. X: καθαριματίων

55 καὶ μανὸν] malim μανὸν ὂν

56 ἀνώμαλον] ἀμαλὸν vel ἁπαλόν ἐστι R. Potius ἀνειμένον, nam adiectivum requiritur cui oppositum sit συνεχὲς

57 em. Turnebus: διισταμένοις Malim διαπταμένοις

58 προσέλαβε mei

59 οὔτι μικρὰν *: ἔτι μικρὰν cf. οὔτι μικρῷ p. 784 d

60 malim θανεῖν

61 πνεῦμ᾽] τραῦμ᾽ Theo Expos. rerum math p. 48, 3. πλῆγμ᾽ F. G. Schmidtius. Malim πῦρ quod cum πμ᾽ facile confundi potuit cf. Nauck. p. 677

62 γάρ] δὲ Theo

63 ἄλλους mei

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: