previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τοῦ πέντε πίνειν τρί᾽ μὴ τέσσαρα.


ἐμοῦ δὲ ταῦτ᾽ εἰπόντος, Ἀρίστων 1 ἀναβοήσας ὥσπερ εἰώθειπέφανταιεἶπενεἰς τὰ συμπόσια τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρων 2 κάθοδος, ὑπὸ δή τινος καιροῦ νήφοντος ὥσπερ τυράννου πεφυγαδευμένῳ πολὺν χρόνον. καθάπερ γὰρ οἱ περὶ λύραν κανονικοὶ τῶν λόγων φασὶ τὸν μὲν ἡμιόλιον τὴν διὰ πέντε συμφωνίαν παρασχεῖν τὸν δὲ διπλάσιον τὴν διὰ πασῶν, τὴν δὲ διὰ τεσσάρων ἀμυδροτάτην οὖσαν ἐν ἐπιτρίτῳ συνίστασθαι: οὕτως οἱ περὶ τὸν Διόνυσον ἁρμονικοὶ τρεῖς κατεῖδον οἴνου συμφωνίας πρὸς ὕδωρ, διὰ πέντε καὶ διὰ τριῶν καὶ διὰ τεσσάρων, οὕτω μὲν λέγοντες καὶ ᾁδοντες
πέντε 3 πίνειν τρί᾽ 4 μὴ τέσσαρα.
πέντε γὰρ ... 5 ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένων 6 πρὸς δύ᾽ οἴνου: τρία δ᾽ 7 ἐν διπλασίῳ πρὸς ἕνα μιγνυμένων 8 δυεῖν: τέσσαρα δ᾽, εἰς ἕνα τριῶν ὕδατος ἐπιχεομένων, οὗτός ἐστιν ἐπίτριτος [p. 131] λόγος, ἀρχόντων τινῶν 9 ἐν πρυτανείῳ νοῦν ἐχόντων διαλεκτικῶν τὰς ὀφρῦς ἀνεσπακότων, ὅταν τὰς μεταπτώσεις τῶν λόγων ἀνασκοπῶσι 10, νηφάλιος καὶ ἀδρανὴς κρᾶσις 11. ἐκείνων δὲ τῶν ἄλλων 12 μὲν δυεῖν πρὸς ἕνα τὸν ταρακτικὸν τοῦτον καὶ ἀκροθώρακα τῆς μέθης ἐπάγει τόνον
κινοῦντα χορδὰς τὰς ἀκινήτους φρενῶν
13 οὔτε γὰρ ἐᾷ νήφειν οὔτε καταδύειν παντάπασι τὸ ἀνόητον 14 εἰς τὸν ἄκρατον: δὲ δυεῖν πρὸς τρία μουσικωτάτη 15, πᾶσ᾽ ὑπνοφόρος; καὶ λαθικηδὴς καὶ κατὰ τὴν Ἡσιόδειον ἐκείνηνἀλεξιάρην παίδων εὐκηλήτειραν16 τῶν ἐν ἡμῖν ἀγερώχων καὶ ἀκόσμων παθῶν διὰ βάθους ποιοῦσα γαλήνην καὶ ἡσυχίαν;’


πρὸς ταῦτα τῷ Ἀρίστωνι 17 ἀντεῖπε μὲν οὐδείς: δῆλος γὰρ ἦν παίζων: ἐγὼ δ᾽ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν παῖς ὑπήχει τὴν ἄκρατον: δ᾽ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν. μέντοι πατὴρ τοσοῦτον ἐπεῖπε τοῖς εἰρημένοις, ὅτι δοκοῦσιν αὐτῷ καὶ οἱ παλαιοὶ τοῦ μὲν Διὸς δύο ποιεῖν τιθήνας 18, τὴν Ἴτην 19 καὶ τὴν Ἀδράστειαν, τῆς δ᾽ Ἥρας μίαν, τὴν Εὔβοιαν ἀμέλει δὲ [p. 132] καὶ τοῦ Ἀπόλλωνος δύο, τὴν Ἀλήθειαν καὶ τὴν Κορυθάλειαν τοῦ δὲ Διονύσου πλείονας, ὅτι δεῖ τὸν θεὸν τοῦτον ἐν πλείοσι μέτροις νυμφῶν τιθασευόμενον καὶ παιδευόμενον ἡμερώτερον ποιεῖν καὶ φρονιμώτερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: