previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εἰ ψυχρότερος τῇ δυνάμει οἶνος.


οὐ μὴν ἀλλὰ τὸ μὲν περὶ τῶν γυναικῶνἔφη 1καὶ πρὸς τοὐναντίον ἀνδρικῶς ἐπικεχείρηται 2. [p. 114] τὸν δ᾽ οἶνον ἐπιθυμῶ μαθεῖν 3, ὁπόθεν ὑπόνοιαν ἡμῖν τοῦ 4 ψυχρὸς εἶναι παρέσχεν’ ‘οἴει γάρἔφην ἐγὼτοῦτον ἡμέτερον εἶναι τὸν λόγον;’ ‘ἀλλὰ τίνοςεἶπενἑτέρου;’ ‘μέμνημαι μὲν οὖνἔφην ἐγὼκαὶ Ἀριστοτέλους ἐντυχὼν οὐ νεωστὶ λόγῳ 5 περὶ τούτου τοῦ προβλήματος ἀλλ᾽ ἱκανῶς πάλαι. διείλεκται δὲ καὶ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ 6 πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν ὡς ἐγᾦμαι τοιόνδε. φησὶ γὰρ οὐκ εἶναι θερμὸν αὐτοτελῶς τὸν οἶνον, ἀλλ᾽ ἔχειν τινὰς ἀτόμους ἐν αὑτῷ θερμασίας ἀποτελεστικὰς ἑτέρας δ᾽ αὖ ψυχρότητος: ὧν τὰς μὲν ἀποβάλλειν, ὅταν εἰς τὸ σῶμα παραγένηται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν 7 ἔχωσι κράσεως ἡμῖν φύσεως ὁμιλῆσαι, ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι τοὺς δὲ τοὐναντίον πάσχειν μεθυσκομένους.’


ταῦτ᾽εἶπεν 8 Φλῶροςἄντικρυς εἰς τὸν Πύρρωνα διὰ τοῦ Πρωταγόρου φέρει ἡμᾶς 9: δῆλον γὰρ ὅτι καὶ περὶ ἐλαίου καὶ περὶ γάλακτος μέλιτὸς τε καὶ ὁμοίως τῶν ἄλλων διεξιόντες ἀποδρασόμεθα τὸ λέγειν περὶ ἑκάστου, ὁποῖον τῇ φύσει ἐστί 10, μίξεσι ταῖς πρὸς ἄλληλα καὶ κράσεσιν ἕκαστον γίγνεσθαι φάσκοντες. ἀλλὰ σὺ πῶς ἐπιχειρεῖς τὸ 11 ψυχρὸν εἶναι τὸν οἶνον;’ ‘οὕτωςἔφηνὑπὸ 12 δυεῖν τότε [p. 115] προσηναγκασμένος αὐτοσχεδιάσαι. πρῶτον δ᾽ ὑπῄει 13 μοι τὸ γιγνόμενον ὑπὸ τῶν ἰατρῶν: τοῖς γὰρ ἐκλελυμένοις καὶ τόνου τινὸς δεομένοις κατὰ τὰς ἀρρωστίας στομάχου 14 θερμὸν μὲν οὐδὲν προσφέρουσιν οἶνον δὲ διδόντες βοηθοῦσιν: ὡς δ᾽ αὕτως καὶ τὰς ῥύσεις καὶ ἐφιδρώσεις οἴνῳ καταπαύουσιν, ὡς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῆς χιόνος ἱστάντι καὶ κρατύνοντι τῷ ψύχειν καὶ περιστέλλειν φερομένην τὴν ἕξιν. εἰ δὲ καὶ φύσιν καὶ δύναμιν εἶχε θερμαντικήν, ὅμοιον ἦν οἶμαι χιόνι πῦρ καὶ καρδίᾳ 15 προσφέρειν ἄκρατον. ἔπειτα τὸν μὲν ὕπνον οἱ πλεῖστοι περιψύξει γίγνεσθαι λέγουσι καὶ ψυκτικὰ τὰ 16 πλεῖστα τῶν ὑπνωτικῶν φαρμάκων ἐστίν, ὡς μανδραγόρας καὶ τὸ μηκώνιον: ἀλλὰ ταῦτα μὲν σφόδρα καὶ βίᾳ πολλῇ συνωθεῖ καὶ πήγνυσιν, δ᾽ οἶνος ἠρέμα καταψύχων ἵστησι μεθἡδονῆς καὶ ἀναπαύει 17 τὴν κίνησιν ἐν τῷ μᾶλλον καὶ ἧττον οὔσης 18 πρὸς ἐκεῖνα 19 τῆς διαφορᾶς. ἔτι δὲ τὸ μὲν θερμὸν γόνιμον: εὔροιαν γὰρ ὑγρότης ἴσχει, καὶ τόνον τὸ πνεῦμα καὶ δύναμιν ὑπὸ τῆς θερμότητος ἐξοργῶσαν. οἱ δὲ πίνοντες πολὺν ἄκρατον ἀμβλύτεροι πρὸς τὰς συνουσίας εἰσὶ καὶ σπείρουσιν οὐθὲν εἰς γένεσιν ἰσχυρὸν οὐδὲ κεκρατημένον, ἀλλ᾽ ἐξίτηλοι καὶ ἀτελεῖς εἰσιν αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι αὐτῶν 20 διὰ φαυλότητα καὶ κατάψυξιν τοῦ [p. 116] σπέρματος. καὶ μὴν ὅσα πάσχουσιν ἄνθρωποι ὑπὸ κρύους, πάντα συμβαίνει τοῖς μεθυσκομένοις, τρόμοι, βαρύτητες, ὠχριάσεις, σάλοι τοῦ περὶ τὰ γυῖα πνεύματος, ἀσάφεια γλώττης, ἔντασις τῶν περὶ τοῖς ἄκροις νεύρων καὶ ἀπονάρκησις: τοῖς δὲ πλείστοις εἰς πάρεσιν αἱ μέθαι τελευτῶσιν, ὅταν ἐκπλήξῃ 21 παντάπασι καὶ κατασβέσῃ τὸ θερμὸν ἄκρατος. ἰῶνταὶ γε μὴν τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων καὶ κραιπαλώντων 22 κακώσεις, εὐθὺς μὲν ὡς ἔοικε περιστολῇ καὶ κατακλίσει συνθάλποντες, μεθ᾽ ἡμέραν δὲ λουτρῷ καὶ ἀλείμματι καὶ σιτίοις, ὅσα μὴ ταράττοντα τὸν ὄγκον ἅμα 23 πράως ἀνακαλεῖται τὸ θερμὸν ὑπὸ τοῦ οἴνου διεσπασμένον καὶ πεφυγαδευμένον ἐκ τοῦ σώματος. ὅλως δ᾽ εἰπεῖν 24, ἐν τοῖς φαινομένοις καὶ ὁμοιότητας 25 ἀδήλους ἐξιχνεύομεν καὶ δυνάμεις. οὐδὲν δὲ περὶ τῆς μέθης δεῖ διαπορεῖν, ὁποῖὸν ποτ᾽ ἐστίν: ὡς γὰρ ἔοικε, μάλιστα 26, ὡς εἰρήκαμεν, ἐοίκασι τοῖς πρεσβύταις οἱ 27 μεθύοντες: διὸ καὶ πρωιαίτατα γηρῶσιν οἱ φίλοινοι: τοὺς δὲ πολλοὺς αὐτῶν καὶ φαλακρώσεις ἄωροι καὶ πολιαὶ πρὸ ἡλικίας; ἔχουσι: πάντα δὲ ταῦτα δοκεῖ θερμότητος ἐνδείᾳ καταλαμβάνειν τὸν ἄνθρωπον. ἔτι τοίνυν τὸ ὄξος οἴνου τινός 28 ἐστι φύσις καὶ δύναμις: οὐδὲν δὲ τῶν σβεστηρίων ὄξους πυρὶ μαχιμώτερον, ἀλλὰ μάλιστα πάντων ἐπικρατεῖ καὶ συμπιέζει τὴν φλόγα δι᾽ [p. 117] ὑπερβολὴν ψυχρότητος: καὶ τῶν ἄλλων δὲ καρπῶν τοῖς οἰνώδεσι μᾶλλον ὡς ψυκτικοῖς χρωμένους τοὺς ἰατροὺς ὁρῶμεν ὥσπερ ῥόαις καὶ μήλοις. αὐτὴν δὲ τὴν τοῦ μέλιτος φύσιν οὐχὶ πρὸς ὄμβριον ὕδωρ καὶ χιόνα συμμιγνύοντες οἰνοποιοῦσι, τοῦ ψυχροῦ τὸ γλυκὺ διὰ συγγένειαν εἰς τὸ αὐστηρόν, ὅταν κρατήσῃ, φθείροντος; οἱ παλαιοὶ δ᾽ οὐχὶ διὰ τοῦτο τῶν ἑρπετῶν τὸν δράκοντα καὶ τῶν φυτῶν τὸν κιττὸν ἀνέθεσαν τῷ θεῷ καὶ καθιέρωσαν, ὥς τινος ψυχρᾶς; καὶ κρυώδους δυνάμεως 29; ἐὰν δέ, ὅτι τὸ κώνειον ἐπιπινόμενος ἰᾶσθαι 30 δοκεῖ πολὺς ἄκρατος, οἴωνται τοῦτο θερμότητος εἶναι τεκμήριον, ἡμεῖς αὖ φήσομεν ἀναστρέψαντες, ὅτι συγκραθὲν αὐτῷ 31τοῦτο φάρμακον ἀνίατόν ἐστι καὶ καθάπαξ ἀποκτείνει τοὺς πίνοντας ὥστε μηδὲν μᾶλλον εἶναι δοκεῖν τῷ ἀντιπράττειν θερμὸν τῷ συνεργεῖν ψυχρόν, εἴ γε δὴ 32 ψυχρότητι τὸ κώνειον οὐκ ἄλλῃ τινὶ φύσει καὶ δυνάμει μᾶλλον πιθανόν ἐστιν ἀναιρεῖν τοὺς πιόντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: