previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πότερον ψυχρότεραι τῇ κράσει τῶν ἀνδρῶν θερμότεραὶ εἰσιν αἱ γυναῖκες.


μὲν οὖν Σύλλας 1 ταῦτ᾽ εἶπεν. δὲ τακτικὸς Ἀπολλωνίδης ἔφη τὸν μὲν περὶ τῶν γερόντων [p. 111] ἀποδέχεσθαι λόγον: ἐν δὲ ταῖς γυναιξὶν αὐτῷ δοκεῖν παραλελεῖφθαι τὸ τῆς ψυχρότητος, 2 θερμότατον 3 ἄκρατον ἀποσβέννυσθαι καὶ ἀποβάλλειν τὸ πλῆττον καὶ πυρῶδες. πιθανοῦ δὲ καὶ τούτου δοκοῦντος, Ἀθρΐλατος 4 Θάσιος; ἰατρὸς ἐμβαλών τινα τῇ ζητήσει διατριβὴν εἶναί τινας ἔφησεν, οἳ τὰς γυναῖκας οὐ ψυχρὰς ἀλλὰ θερμοτέρας τῶν ἀνδρῶν ὑπολαμβάνουσιν, ἑτέρους δὲ μᾶλλον 5 οἳ τὸν οἶνον οὐ θερμὸν ἀλλὰ καὶ ψυχρὸν ἡγοῦνται.


θαυμάσαντος δὲ τοῦ Φλώρου, ‘τὸν μὲν περὶ τοῦ οἴνου λόγονεἶπενἀφίημι τούτῳδείξας ἐμέ: καὶ γὰρ ἐτυγχάνομεν ὀλίγαις ἡμέραις πρότερον εἰς τοῦτο διειλεγμένοι: ‘τῶν δὲ γυναικῶνἔφητὴν θερμότητα πρῶτον ἀπὸ τῆς ψιλότητος οἴονται δεικνύναι, καταναλισκομένου τοῦ περιττώματος ὑπὸ τῆς θερμότητος, πλεονάζον εἰς τρίχας τρέπεται: δεύτερον δὲ τῷ πλήθει τοῦ αἵματος, πηγὴ μὲν εἶναι 6 τῆς ἐν τῷ σώματι θερμότητος, ἔστι δὲ τοσοῦτον ταῖς γυναιξίν, ὥστ᾽ αὐτὰς καταπιμπράναι καὶ περιφλέγειν, εἰ μὴ πολλαὶ καὶ ταχεῖαι συμβαίνοιεν καθάρσεις. τρίτον τοῦτο τὸ περὶ τὰς ταφὰς αἱρεῖ θερμότερα 7 τὰ θήλεα τῶν ἀρρένων εἶναι: λέγεται γὰρ ὑπὸ τῶν σκευωρουμένων τάδε 8 συντίθεσθαι παρὰ δέκα 9 νεκροὺς; ἀνδρῶν ἕνα γυναικὸς καὶ συνεξάπτειν, δᾳδῶδές τι καὶ λιπαρὸν αὐτῶν τῆς [p. 112] σαρκὸς ἐχούσης, ὥσθ᾽ ὑπέκκαυμα γίγνεσθαι τῶν ἄλλων. ἔτι δ᾽, εἰ θερμότερον τὸ γονιμώτερον αἱ δὲ παρθένοι τῶν παίδων ὀργῶσι πρότερον καὶ σαλεύονται πρὸς τὸ γεννᾶν, οὐδ᾽ αὕτη 10 τις ἀσθενὴς ἀπόδειξις ἂν εἴη τῆς θερμότητος. ἔτι δὲ μείζων καὶ πιθανωτέρα τὸ πρὸς τὰ κρύη καὶ τοὺς χειμῶνας εὐφόρως ἔχειν: ἧττον γὰρ αἱ πλεῖσται ῥιγοῦσι τῶν ἀνδρῶν καὶ παντάπασιν ἱματίων ὀλίγων δέονται.’


ἀλλ᾽ ἀπ᾽ αὐτῶν οἶμαι τούτων Φλῶρος ἔφητῶν ἐπιχειρημάτων ἐλέγχεσθαι τὸ δόγμα. πρῶτον μὲν γὰρ ἀντέχουσι τῷ ψύχει μᾶλλον, ὅτι πολλάκις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου δυσπαθέστερόν ἐστιν: ἔπειτα μέντοι καὶ τὸ σπέρμα μὴ προγεγονέναι 11 τὸ γόνιμον διὰ κατάψυξιν, ἀλλ᾽ ὕλην μόνον καὶ τροφὴν παρέχειν τῷ ἀπὸ τοῦ ἄρρενος. ἔπειτα λήγουσι τίκτουσαι πολὺ πρότερον γεννῶντες οἱ ἄνδρες. κάονται δὲ βέλτιον ὑπὸ πιμελῆς, δοκεῖ ψυχρότερον 12 εἶναι τοῦ σώματος: ἥκιστα γοῦν οἱ νέοι: καὶ γυμναστικοὶ πιμελώδεις. δ᾽ ἔμμηνος 13 κάθαρσις οὐ πλήθους ἀλλὰ διαφθορᾶς καὶ φαυλότητὸς ἐστιν αἵματος: τὸ γὰρ ἄπεπτον αὐτοῦ καὶ περιττωματικὸν οὐκ ἔχον ἵδρυσιν οὐδὲ σύστασιν ἐν τῷ σώματι δι᾽ ἀσθένειαν ἐκπίπτει , παντάπασιν ἀμβλὺ καὶ θολερὸν ἀρρωστίᾳ τοῦ θερμοῦ γιγνόμενον. δηλοῖ γοῦν καὶ τὸ ῥιγοῦν καὶ τὸ ὑποφρίττειν ὡς ἐπὶ πολὺ τὰς καθαιρομένας, ὅτι ψυχρόν ἐστι καὶ [p. 113] ἄπεπτον τὸ κεκινημένον καὶ ἀποχωροῦν ἐκ τοῦ σώματος. τὴν δὲ ψιλότητα τίς ἂν εἴποι, ὅτι 14 θερμότητος οὐχὶ 15 μᾶλλον ψυχρότητός ἐστι τὸ πάθος, ὁρῶν τὰ θερμότατα τοῦ σώματος μέρη δασυνόμενα; πάντα γὰρ ἐξωθεῖται 16 τὰ τοιαῦτα τῷ θερμῷ, χαράσσοντι καὶ ἀναστομοῦντι τὴν ἐπιφάνειαν. δὲ λειότης 17 πυκνότητι γέγονεν ὑπὸ ψυχρότητος: ὅτι δ᾽ εἰσὶ πυκνότεραι τῶν ἀνδρῶν, φίλ᾽ Ἀθρυΐλατε, πυθοῦ παρὰ τῶν ἔτι συναναπαυομένων γυναιξὶν μύρον ἀληλιμμέναις ἔλαιον: ἀναπίμπλανται γὰρ αὐτοῦ τοῦ 18 χρίσματος ἐν τῷ συγκαθεύδειν, κἂν μὴ θίγωσι μηδὲ προσάψωνται τῶν γυναικῶν, διὰ θερμότητα καὶ μανότητα τοῦ σώματος ἕλκοντος 19.’ ...

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: