previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί τὰ κρέα σήπεται μᾶλλον ὑπὸ τὴν σελήνην τὸν ἥλιον.


Εὐθύδημος Σουνιεὺς 1 ἑστιῶν ἡμᾶς σῦν ἄγριον εὐμεγέθη παρέθηκεν ἐπιθαυμασάντων δὲ τῶν παρόντων, ἄλλον ἔφη πολὺ μείζονα κομιζόμενον ὑπὸ τῆς σελήνης διαφθαρῆναι καὶ σφόδρα γε περὶ τῆς αἰτίας διαπορεῖν οὐ γὰρ εἰκὸς εἶναι μὴ τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν θερμότερον ὄντα τῆς σελήνης. δὲ Σάτυροςοὐ τοῦτ᾽ἔφημάλιστα θαυμάσειεν ἄν τις, ἀλλὰ μᾶλλον τὸ ὑπὸ τῶν κυνηγῶν γιγνόμενον: ὅταν γὰρ σῦν ἔλαφον καταβαλόντες πόρρωθεν εἰς πόλιν ἀποστέλλωσι, χαλκοῦν ἐμπηγνύουσιν ἧλον ὡς βοηθοῦντα πρὸς τὴν σῆψιν.’


ὡς οὖν ἐπαυσάμεθα δειπνοῦντες, καὶ πάλιν Εὐθύδημος ἐπιμνησθεὶς τοῦ διαπορηθέντοςΜοσχίωνἔφηφησὶν 2 ἰατρὸς τὴν σῆψιν τῆξιν καὶ [p. 133] ῥύσιν σαρκὸς εἰς ὑγρὸν φθορᾷ 3 μεταβαλούσης, καὶ ὅλως ὑγραίνεσθαι τὰ σηπόμενα: θερμασίαν δὲ πᾶσαν, ἂν μὲν μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν 4: ἂν δ᾽ πυρώδης, τοὐναντίον ἀπισχναίνειν τὰς σάρκας. ἐκ δὲ τούτων φανερὸν εἶναι τὸ ζητούμενον τὴν γὰρ σελήνην ἠρέμα χλιαίνουσαν ἀνυγραίνειν τὰ σώματα, τὸν δ᾽ ἣλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν πρὸς καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶς
ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καθαυανεῖ
5 ὀξὺς ἐλλάμπων:
ἔτι δὲ σαφέστερον Ὅμηρον ἐπὶ τοῦ Ἕκτορος, κειμένῳ νεφέλην τινὰ σκιερὰν Ἀπόλλων ἐπήγαγε,
μὴ πρὶν μένος ἠελίοιο
6 σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν:
τὴν δὲ σελήνην ἀδρανεστέρας ἀφιέναι τὰς αὐγάς
μέλας γὰρ. αὐταῖς οὐ πεπαίνεται βότρυς
7 κατὰ τὸν Ἴωνα.’


λεχθέντων δὲ τούτων, ἐγὼτἄλλα μένἔφηνεἴρηται καλῶς: τῇ δὲ ποσότητι καὶ τῷ μᾶλλον καὶ ἧττον τῆς θερμασίας κρίνειν τὸ σύμπαν 8 οὐ δεῖ: καὶ γὰρ 9 ἥλιον ὁρῶμεν ἧττον 10 ἐν 11 τῷ χειμῶνι θάλποντα [p. 134] καὶ μᾶλλον ἐν τῷ θέρει σήποντα τὰ σώματα: τοὐναντίον δ᾽ ὤφειλε ποιεῖν, εἰ μαλακότητι τῆς θερμασίας αἱ σήψεις ἐγίνοντο: νυνὶ δέ, ὅτε μᾶλλον ἐντείνει τὸ καῦμα, θᾶσσον διαφθείρει 12 τὰς σάρκας. οὐκοῦν οὐδ᾽ σελήνη δι᾽ ἔνδειαν ἀλέας καὶ ἀσθένειαν εἰς σῆψιν ἄγει τὰ νεκρὰ τῶν σωμάτων, ἀλλ᾽ ἰδιότητα μᾶλλον αἰτιατέον τοῦ φερομένου ῥεύματος ἀπ᾽ αὐτῆς. ὅτι γὰρ οὐ μίαν ἔχει ποιότητα πᾶν τὸ θερμόν, αὐτῷ μόνῳ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαν, ἀλλ᾽ εἰσὶ πάμπολλαι τοῦ πυρὸς δυνάμεις οὐδὲν ἀλλήλαις ἐοικυῖαι, δῆλον ἀπὸ τῶν προχειροτάτων. οἱ μὲν γὰρ χρυσοχόοι διὰ τῆς ἀχυρίνης φλογὸς 13 ἐργάζονται τὸν χρυσόν, οἱ δ᾽ ἰατροὶ μάλιστα τῇ κληματίνῃ τὰ συνεψόμενα τῶν φαρμάκων ὑποχλιαίνουσι: πρὸς δὲ τὴν τοῦ ὑέλου μάλαξιν καὶ τύπωσιν εὐάρμοστον εἶναι δοκεῖ τὸ μυρίκινον: τὸ δ᾽ ἀπὸ τῆς ἐλαίας τὰ μὲν σώματα ταῖς πυρίαις εὖ διατίθησι, τοῖς δὲ βαλανείοις πολέμιόν ἐστι καὶ λυμαίνεται τὴν πινάκωσιν αὐτῶν καὶ τοὺς θεμελίους ὑποκαόμενον. ὅθεν οἱ χαρίεντες ἀγορανόμοι τοὺς ἐργολαβοῦντας οὐκ ἐῶσιν ἐλαΐνοις ξύλοις χρῆσθαι, καθάπερ οὐδ᾽ αἴρας 14 ἐμβαλεῖν εἰς τὴν ὑπόκαυσιν: αἱ γὰρ ἀπὸ τούτων ἀναθυμιάσεις καρηβαρίας; καὶ σκοτώματα τοῖς λουομένοις ἐμποιοῦσιν. οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὴν σελήνην τοῦ ἡλίου διαφέρειν, τοῦ μὲν ξηραντικὰ τῆς δὲ χαλαστικὰ καὶ κινητικὰ τῶν ἐν τοῖς 15 σώμασιν ὑγρῶν ἀφιείσης ῥεύματα. [p. 135] διὸ τὰ μὲν νήπια παντάπασιν αἱ τίτθαι 16 δεικνύναι πρὸς 17 τὴν σελήνην φυλάττονται: πλήρη γὰρ ὑγρότητος ὄντα, καθάπερ τὰ χλωρὰ τῶν ξύλων, σπᾶται καὶ διαστρέφεται. τοὺς δὲ κατακοιμηθέντας ἐν αὐγῇ σελήνης μόλις ἐξανισταμένους οἷον ἐμπλήκτους ταῖς αἰσθήσεσι καὶ ναρκώδεις ὁρῶμεν γὰρ ὑγρότης ὑπὸ τῆς σελήνης διαχεομένη βαρύνει τὰ σώματα. λέγεται δὲ καὶ πρὸς εὐτοκίαν συνεργεῖν, ὅταν διχόμηνος, ἀνέσει τῶν ὑγρῶν μαλακωτέρας παρέχουσα τὰς ὠδῖνας. ὅθεν οἶμαι καὶ τὴν Ἄρτεμιν 18 λοχείαν καὶ Εἰλείθυιαν, οὐκ οὖσαν ἑτέραν τὴν σελήνην, ὠνομάσθαι. Τιμόθεος δ᾽ ἄντικρὺς
διὰ κυάνεον πόλον ἄστρων,
19 διὰ τ᾽ ὠκυτόκοιο σελάνας.
γίγνεται δὲ καὶ περὶ τὰ ἄψυχα τῶν σωμάτων ἐπίδηλος τῆς σελήνης δύναμις: τῶν τε γὰρ ξύλων τὰ τεμνόμενα ταῖς πανσελήνοις ἀποβάλλουσιν οἱ τέκτονες ὡς ἁπαλὰ καὶ μυδῶντα ταχέως δι᾽ ὑγρότητα: τοὺς δὲ πυροὺς οἱ γεωργοῦντες σπεύδουσι φθίνοντος τοῦ μηνὸς ἐκ τῆς ἅλω συναίρειν, ἵνα παγέντες 20 τῇ ξηρότητι μᾶλλον πρὸς τὸν χρόνον 21 ἀντέχωσιν: οἱ δ᾽ ἀκμῇ τῆς σελήνης διακομιζόμενοι κόπτονται μάλιστα 22: διὰ τὴν ὑγρότητα μαλακώτεροι γιγνόμενοι. λέγουσι δὲ καὶ τἄλευρον ἐν ταῖς [p. 136] πανσελήνοις ζυμοῦσθαι βέλτιον: γὰρ ζύμωσις ὀλίγον ἀποδεῖ σῆψις εἶναι 23: κἂν ἀποβάλῃ τὸ μέτρον, ἐπὶ τὴν αὐτὴν φθορὰν ἀραιοῦσα καὶ λεπτύνουσα τὸ φύραμα προήγαγεν. αἱ δὲ σηπόμεναι σάρκες οὐδὲν ἄλλο πάσχουσιν, , τοῦ συνεκτικοῦ πνεύματος μεταβάλλοντος εἰς ὑγρόν, ἐξαραιοῦνται 24 καὶ ῥέουσι. τοῦτο δὲ καὶ τὸν ἀέρα πάσχοντα θεωροῦμεν δροσοβολεῖ γὰρ ταῖς πανσελήνοις μάλιστα διατηκόμενος, ὥς που καὶ Ἀλκμὰν μελοποιὸς αἰνιττόμενος τὴν δρόσον ἀέρος θυγατέρα καὶ σελήνης
οἷα φησί Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας σελάνας 25.
26 οὕτω πανταχόθεν μαρτυρεῖται τὸ τῆς σελήνης φῶς ἄγαν ὑγραντικὴν ἔχον 27 καὶ μαλακτικὴν δύναμιν. δὲ χαλκοῦς ἧλος, εἴ γε διελαυνόμενος, ὥς φασιν, ἀσηπτότερα διατηρεῖ τὰ κρέα, φαίνεται μὲν ἔχων τι 28 στυπτικὸν ἐν αὑτῷ 29: τῷ γὰρ ἰῷ πρὸς τὰ τοιαῦτα χρῶνται τῶν φαρμάκων ἰατροί 30, καὶ τούς γε διατρίβοντας ἐν τοῖς χαλκωρυχείοις 31 ἱστοροῦσιν ὠφελεῖσθαι τὰ ὄμματα καὶ βλεφαρίδας ἐκφύειν τοὺς ἀποβεβληκότας: γὰρ ἀπιοῦσα τῆς χαλκίτιδος ἄχνη καὶ προσπίπτουσα 32 τοῖς βλεφάροις ἀδήλως ἀναστέλλει τὰ [p. 137] ῥεύματα καὶ περιστύφει τὸ δάκρυον. διὸ καί φασινεὐήνορακαὶνώροπα χαλκὸνὑπὸ τοῦ ποιητοῦ 33 προσαγορεύεσθαι. Ἀριστοτέλης 34: δὲ καὶ τὰ τραύματὰ φησι τἀπὸ 35 τῶν χαλκῶν ἐπιδορατίδων καὶ μαχαιρῶν ἧττον εἶναι δυσαλγῆ 36 καὶ ῥᾴον᾽ ἰᾶσθαι τῶν ἀπὸ τοῦ σιδήρου διὰ τὸ φαρμακῶδες ἔχειν τι τὸν χαλκὸν ἐν ἑαυτῷ καὶ τοῦτο ταῖς πληγαῖς εὐθὺς ἐναπολείπειν. ὅτι δὲ 37 καὶ τῷ σήποντι τὸ στῦφον 38 καὶ τὸ θεραπεῦον τῷ φθείροντι τὴν ἐναντίαν ἔχει δύναμιν, οὐκ ἄδηλον: εἰ μή τις ἄρα τῇ διελάσει φαίη τὸν ἧλον ἐφ᾽ ἑαυτὸν τὰ ὑγρὰ συνάγειν, ἐπιφορᾶς ἀεὶ γιγνομένης πρὸς τὸ πάσχον. διὸ καὶ περὶ αὐτὸν ἐκεῖνον τὸν τόπον οἷόν τινα μώλωπα καὶ σπῖλον ὁρᾶσθαί φασι: καὶ λόγον ἔχει 39 τὴν ἄλλην σάρκα διαμένειν ἀπαθῆ, τῆς φθορᾶς ἐκεῖ συντρεχούσης.’

1 Σουνιεὺς] συνιερεὺς W ex p. 700e

2 ἔφη φησὶν W: ἔφη Vd

3 φθορᾶ R: φθορᾶς

4 κωλύειν] χαλᾶν W. διαλύειν an μωλύειν?

5 Bergk. 2 p. 399

6 Hom. Ψ 190

7 Nauck. p. 744

8 σύμπαν] συμβὰν Madvigius probabiliter

9 καὶ τῷ μᾶλλον - οὐ δεῖ: καὶ γὰρ W: καὶ τὸ μᾶλλον κατὰ τὸν τῆς θερμασίας καιρὸν τὸ σύμπαν: οὐ δεῖ γὰρ cf. Macrob. 7, 16, 20

10 ἤττω mei

11 ἐν Hirschigius

12 Hirschigius: ἐνδιαφθείρει

13 φλογὸς] ὡς λόγος mei

14 ἀρὰς (ἀρᾶς E) mei

15 τῶν ἐν τοῖς R: ἐνίοις

16 τίτθαι Aldina: τιτθαὶ

17 πρὸς Basileensis

18 καὶ τὴν Ἀρτεμιν οἶον ἀερότεμιν Λοχείαν cett.

19 Bergk. 3 p. 620

20 παγέντες M: πάντες

21 τὸν χρόνον W: 2-3 Vd 6 E νον

22 τάχιστα W

23 ἀποδεῖ σῆψις εἶναι Herwerdenus: ἀποδεὴς εἶναι ἀποβάλη mei. Malim ὑπερβάλῃ, si modum excedat, ut de re deadem p. 289 f. dixit πλεονάσασα

24 em. Basileensis: ἐξαιροῦνται

25 καὶ δίας Σελάνας effeci ex καὶ ἀσελάνας librorum

26 Bergk. 3 p. 54

27 ἄγαν ὑγραντικὴν ἔχον *: ἀνυγροντι 2-3 Vd 5 E κὴν

28 τι M: καὶ

29 αὐτῷ *: αὐτῷ

30 οἱ ἰατροί?

31 χαλκωρυχίοις

32 em. R: καὶ πίπτουσα Macrobius legisse vid. κἀμπίπτουσα

33 ποιητοῦ] cf. B 577. ν 19. ω 467. 500

34 Ἀριστοτέλης] p. 863, 28a sq.

35 τἀπὸ *: τὰ ἀπὸ

36 δυσαλδῆ R

37 δὲ X

38 στῦφον] ἄτυφον mei

39 ἔχει R: ἔχειν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: