previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εἰ χρηστέον ἀνθίνοις στεφάνοις παρὰ πότον.


ἐγένοντο γάρ ποτε καὶ περὶ στεφάνων λόγοι τὸ δὲ συμπόσιον ἦν Ἀθήνησιν, Ἐράτωνος τοῦ ἁρμονικοῦ ταῖς Μούσαις τεθυκότος καὶ πλείονας ἑστιῶντος, παντοδαπῶν γὰρ μετὰ τὸ δειπνῆσαι στεφάνων περιφερομένων, Ἀμμώνιος ἐπέσκωψέ πως ἡμᾶς ἀντὶ τοῦ δαφνίνου τοῖς ῥοδίνοις ἀναδησαμένους ὅλως γὰρ εἶναι τοὺς ἀνθίνους κορασιώδεις καὶ παιζούσαις μᾶλλον ἐπιτηδείους; παρθένοις καὶ γυναιξὶν συνουσίαις φιλοσόφων καὶ μουσικῶν ἀνδρῶν. ‘θαυμάζω δὲ 1 καὶ Ἐράτωνα τουτονὶ τὰς μὲν ἐν τοῖς μέλεσι παραχρώσεις βδελυττόμενον καὶ κατηγοροῦντα τοῦ καλοῦ Ἀγάθωνος, ὃν πρῶτον εἰς τραγῳδίαν φασὶν ἐμβαλεῖν καὶ ὑπομῖξαι τὸ χρωματικὸν, ὅτε τοὺς Μυσοὺς 2 ἐδίδασκεν, αὐτὸς δ᾽ ἡμῖν ὁρᾶτε ὡς 3 ποικίλων χρωμάτων καὶ ἀνθηρῶν τὸ συμπόσιον ἐμπέπληκε, καὶ τὴν διὰ τῶν ὢτων ἀποκλείει τρυφὴν καὶ ἡδυπάθειαν τῆ αὐλείῳ, τὴν 4 κατὰ τὰ ὄμματα καὶ [p. 97] τὰς ῥῖνας, ὥσπερ καθ᾽ ἑτέρας θύρας, ἐπεισάγων τῇ ψυχῇ καὶ τὸν στέφανον ἡδονῆς ποιῶν οὐκ εὐσεβείας. καίτοι τό γε μύρον τοῦτο τῆς ἀνθίνης ταύτης καὶ μαραινομένης ἐν ταῖς χερσὶ τῶν στεφανηπλόκων σπουδαιοτέραν ἀναδίδωσιν εὐωδίαν. ἀλλ᾽ οὐκ ἔχει χώραν ἐν συμποσίῳ φιλοσόφων ἀνδρῶν ἡδονὴ πρὸς μηδεμίαν συμπεπλεγμένη χρείαν μηδ᾽ ἀκολουθοῦσα φυσικῆς ὀρέξεως ἀρχῇ. καθάπερ γὰρ 5 οἱ μὲν ὑπὸ τῶν κεκλημένων ἀγόμενοι φίλων ἐπὶ τὸ δεῖπνον ἔθει φιλανθρώπῳ τυγχάνουσι τῶν αὐτῶν, ὥσπερ Ἀριστόδημος ὑπὸ Σωκράτους εἰς 6 Ἀγάθωνος ἀχθεὶς ἑστιῶντος: εἰ δέ τις ἀφ᾽ αὑτοῦ βαδίζοι, τούτῳ δεῖ τὴν θύραν κεκλεῖσθαι: οὕτως αἱ μὲν περὶ τὴν ἐδωδὴν καὶ πόσιν ἡδοναὶ κεκλημέναι ὑπὸ τῆς φύσεως ταῖς: ὀρέξεσιν ἑπόμεναι τόπον ἔχουσι, ταῖς δ᾽ ἄλλαις ἀκλήτοις καὶ σὺν οὐδενὶ λόγῳ φιληδονίαις 7 ἀπηλλάχθαι προσήκει 8.’


πρὸς ταῦθ᾽ οἱ μὲν ἀήθεις τοῦ Ἀμμωνίου νεανίσκοι διαταραχθέντες ἡσυχῆ παρελύοντο τοὺς στεφάνους: ἐγὼ δ᾽ εἰδὼς ὅτι γυμνασίας ἕνεκα καὶ ζητήσεως καταβέβληκεν ἐν μέσῳ τὸν λόγον Ἀμμώνιος, προσαγορεύσας Τρύφωνα τὸν ἰατρὸν τᾶνεἶπον 9 10 καταθέσθαι δίκαιος εἶ μεθ᾽ ἡμῶν τουτονὶ τὸν καλὸν ἄνθεσι 11 φλέγοντα τοῖς ῥοδίνοις στέφανον, λέγειν, ὥσπερ εἴωθας ἑκάστοτε πρὸς ἡμᾶς, ὅσας [p. 98] ἔχουσιν οἱ ἄνθινοι στέφανοι πρὸς τὸ πίνειν βοηθείας.’ ὑπολαβὼν δ᾽ Ἐράτωνοὕτω γάρεἶπεδέδοκται μηδεμίαν ἡδονὴν ἀσύμβολον δέχεσθαι, ἀλλ᾽ εὐφραινομένους δυσκολαίνειν, ἂν μὴ μετά τινος μισθοῦ τοῦτο πάσχωμεν τὸ μὲν μύρον εἰκότως ὑποδυσωπούμεθα καὶ τὴν πορφύραν διὰ τὴν ἐπίθετον πολυτέλειαν ὡς δολερὰ εἵματα καὶ χρίματα 12 κατὰ τὴν τοῦ βαρβάρου φωνήν, αἱ δ᾽ αὐτοφυεῖς χρόαι καὶ ὀσμαὶ τὸ 13 ἀφελὲς ἔχουσι καὶ καθαρὸν καὶ οὐδὲν ὀπώρας διαφέρουσι; μὴ γὰρ εὔηθες τοὺς μὲν χυμοὺς δρέπεσθαι καὶ ἀπολαύειν τῆς φύσεως διδούσης, ὀσμὰς δὲ καὶ χρόας ἃς ὧραι φέρουσι 14, διὰ τὴν ἐπανθοῦσαν ἡδονὴν ταῦτα 15 καὶ χάριν ἀτιμάζειν, ἂν μή τι χρειῶδες ἔξωθεν ἄλλο συνεπιφέρωσιν. ... 16 ἓν γὰρ αὐτὸ δοκεῖ τοὐναντίον, εἰ μηδὲν φύσις, ὡς ὑμεῖς φατε ... 17 μάτην πεποίηκε, ταῦτα τῆς ἡδονῆς πεποιῆσθαι χάριν, μηδὲν ἄλλο χρήσιμον ἔχοντα μόνον εὐφραίνειν πέφυκε. σκόπει δ᾽ ὅτι τοῖς φυομένοις καὶ βλαστάνουσι τὰ μὲν φύλλα σωτηρίας ἕνεκα τοῦ καρποῦ καὶ ὅπως ὑπ᾽ αὐτῶν τὰ δένδρα θαλπόμενα καὶ ψυχόμενα μετρίως φέρῃ τὰς μεταβολὰς; γέγονε: τοῦ δ᾽ ἄνθους ὄφελος οὐδὲν ἐπιμένοντος 18, πλὴν εἴ τι χρωμένοις ἡμῖν ἐπιτερπὲς ὀσφρέσθαι 19 καὶ ἰδεῖν ἡδὺ παρέχει, θαυμαστὰς [p. 99] μὲν ὀσμὰς ἀφιέντα, ποικιλίαν δ᾽ 20 ἀμιμήτοις χρώμασι καὶ βαφαῖς ἀνοιγόμενα. διὸ τῶν μὲν φύλλων ἀποσπωμένων οἷον ἀλγεῖ καὶ δάκνεται τὰ φυτὰ καὶ γίγνεται περὶ αὐτὰ βλάβη τις ἑλκώδης καὶ ψίλωσις ἀπρεπής: καὶ οὐ μόνης ὡς ἔοικε κατ᾽ Ἐμπεδοκλέα 21τῆς δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι χρή,’ ἀλλὰ καὶ τῶν ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας; αὐτῶν. αἱ δὲ τῶν ἀνθέων 22 ἀφαιρέσεις τρυγήσεσιν ἐοίκασι καὶ βλάπτουσιν οὐδέν, ἀλλὰ κἂν μὴ λάβῃ τις ἐν ὥρᾳ, περιερρύη μαρανθέντα. καθάπερ οὖν οἱ βάρβαροι τῶν θρεμμάτων τοῖς δέρμασιν ἀντὶ τῶν ἐρίων ἀμφιέννυνται, οὕτω μοι δοκοῦσιν οἱ μᾶλλον ἐκ τῶν φύλλων τῶν ἀνθέων ὑφαίνοντες τοὺς στεφάνους οὐ κατὰ λόγον χρῆσθαι τοῖς φυτοῖς. ἐγὼ μὲν οὖν ταῦτα συμβάλλομαι ταῖς στεφανοπώλισιν οὐ γάρ εἰμι γραμματικός, ὥστ᾽ ἀπομνημονεύειν ποιημάτων, ἐν οἷς τοὺς παλαιοὺς ἱερονίκας ἀναγιγνώσκομεν ἀνθινοῖς; ἀναδουμένους 23 στεφάνοις: πλὴν ὅτι γε ταῖς Μούσαις τῶν ῥόδων στέφανος ἐπιπεφήμισται, μεμνῆσθαί μοι δοκῶ Σαπφοῦς λεγούσης πρός τινα τῶν ἀμούσων καὶ ἀμαθῶν γυναικῶν
κατθάνοισα 24 δὲ κείσεαι: [p. 100]
οὐ γὰρ πεδέχεις ῥόδων
τῶν ἐκ Πιερίας 25.
εἰ δέ τινα καὶ Τρύφων ἀπὸ τῆς ἰατρικῆς δίδωσι μαρτυρίαν, ἀκουστέον.’


ἐκ τούτου δεξάμενος τρύφων τὸν λόγον οὐδενὸς ἔφη τούτων ἀσκέπτους γεγονέναι τοὺς παλαιούς, ἅτε δὴ πλείστῃ κεχρημένους ἀπὸ φυτῶν ἰατρικῇ: ‘τεκμήρια δ᾽ ἔστι τιν᾽ ἔτι νῦν. Τύριοι μὲν 26 Ἀγηνορίδῃ 27 Μάγνητες δὲ Χείρωνι, τοῖς πρώτοις ἰατρεῦσαι λεγομένοις, ἀπαρχὰς; κομίζουσι:; ῥίζαι γάρ εἰσι καὶ 28 βοτάναι, δι᾽ ὧν ἰῶντο τοὺς κάμνοντας. δὲ Διόνυσος οὐ μόνον τῷ τὸν οἶνον εὑρεῖν, ἰσχυρότατον φάρμακον καὶ ἥδιστον, ἰατρὸς ἐνομίσθη μέτριος, ἀλλὰ καὶ τῷ τὸν κιττὸν ἀντιταττόμενον μάλιστα τῇ δυνάμει πρὸς τὸν οἶνον εἰς τιμὴν προαγαγεῖν καὶ στεφανοῦσθαι διδάξαι τοὺς βακχεύοντας ὡς ἧττον ὑπὸ τοῦ οἴνου ἀνιῷντο 29, τοῦ κιττοῦ κατασβεννύντος τὴν μέθην τῇ ψυχρότητι. δηλοῖ δὲ καὶ τῶν ὀνομάτων ἔνια τὴν περὶ ταῦτα πολυπραγμοσύνην τῶν παλαιῶν: τήν τε γὰρ καρύαν οὕτως ὠνόμασαν, ὅτι πνεῦμα βαρὺ καὶ καρωτικὸν ἀφιεῖσα λυπεῖ τοὺς ὑπ᾽ αὐτῆς 30 παρακεκλιμένους: καὶ τὸν νάρκισσον ὡς ἀμβλύνοντα τὰ νεῦρα καὶ βαρύτητας ἐμποιοῦντα ναρκώδεις: διὸ καὶ Σοφοκλῆς 31 αὐτόνἀρχαῖον μεγάλων θεῶν 32 στεφάνωματουτέστι τῶν [p. 101] χθονίων, προσηγόρευκε. φασὶ δὲ καὶ τὸ πήγανον ἀπὸ τῆς δυνάμεως ὠνομάσθαι: πήγνυσι γὰρ ξηρότητι διὰ θερμότητα τὸ σπέρμα καὶ ὅλως πολέμιόν ἐστι ταῖς κυούσαις. οἱ δὲ καὶ τὴν ἀμέθυστον οἰόμενοι τῷ πρὸς τὰς οἰνώσεις βοηθεῖν αὐτήν τε καὶ τὴν ἐπώνυμον αὐτῆς λίθον οὕτω κεκλῆσθαι διαμαρτάνουσι: κέκληται γὰρ ἀπὸ τῆς χρόας ἑκατέρα: οὐ γάρ 33 ἐστιν αὐτῆς τὸ φύλλον ἀκράτῳ 34, ἀλλ᾽ ἀοίνῳ καὶ ὑδαρεῖ τὴν κρᾶσιν οἴνῳ προσεοικός. ἄλλα 35 36 μέντοι πάμπολλα λαβεῖν ἔστιν, οἷς παρέσχον τὰς κλήσεις αἱ δυνάμεις: ἀρκεῖ δὲ κἀκεῖνα τὴν τῶν παλαιῶν ἐπιμέλειαν ὑποδηλῶσαι καὶ πολυπειρίαν, ἀφ᾽ ἧς ἐχρήσαντο τοῖς παροίνοις στεφάνοις. μάλιστα μὲν γὰρ ἄκρατος, ὅταν τῆς κεφαλῆς καθάψηται καὶ τονώσῃ τὰ σώματα πρὸς τὰς τῶν αἰσθήσεων ἀρχάς 37, ἐπιταράσσει τὸν ἄνθρωπον αἱ δὲ τῶν ἀνθέων ἀπορροαὶ 38 πρὸς τοῦτο θαυμασίως βοηθοῦσι καὶ ἀποτειχίζουσι τὴν κεφαλὴν 39 ἀπὸ τῆς μέθης ὡς ἀκρόπολιν, τῶν μὲν θερμῶν μαλακῶς ἀναχαλώντων τοὺς πόρους καὶ ἀναπνοὴν τῷ οἴνῳ διδόντων, ὅσα δ᾽ ἡσυχῆ ψυχρὰ τῷ μετρίως 40 ἐπιψαύειν ἀνακρουομένων τὰς ἀναθυμιάσεις, ὥσπερ τῶν ἴων καὶ ῥόδων στέφανος: στύφει γὰρ ἀμφότερα καὶ συστέλλει 41 τῇ ὀσμῇ τὰς καρηβαρίας. τὸ δὲ τῆς κύπρου ἄνθος 42 [p. 102] καὶ κρόκος καὶ βάκκαρις εἰς ὕπνον ἄλυπον ὑπάγει τοὺς πεπωκότας: ἔχει γὰρ ἀπορροὴν λείαν καὶ προσηνῆ καὶ τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων ἀνωμαλίας καὶ τραχύτητας ἡσυχῆ διαχέουσαν, ὥστε, γιγνομένης γαλήνης, ἀμβλύνεσθαι καὶ συνεκπέττεσθαι τὸ κραιπαλῶδες. ἐνίων δ᾽ ἀνθέων ὀσμαῖς ἄνω σκιδναμέναις περὶ τὸν ἐγκέφαλον, οἵ τε πόροι τῶν αἰσθητηρίων ἐκκαθαίρονται καὶ λεπτύνεται τὰ ὑγρὰ πράως ἄνευ πληγῆς καὶ σάλου τῇ θερμότητι διακρινόμενα, καὶ φύσει ψυχρὸς ὢν ἐγκέφαλος ἀναθάλπεται. διὸ μάλιστα τοὺς ἀνθίνους ἐκ τῶν τραχήλων καθάπτοντεςὑποθυμίδαςἐκάλουν, καὶ τοῖς ἀπὸ τούτων μύροις ἔχριον τὰ στήθη: μαρτυρεῖ δ᾽ Ἀλκαῖος 43 κελεύωνκαταχέαι τὸ μύρον αὐτοῦ κατὰ τᾶς πόλλα παθοίσας κεφάλας καὶ τῶ πολίω 44 στήθεος.’ οὕτω καὶ ἐντεῦθεν αἱ ὀσμαὶ τοξεύουσιν ὑπὸ θερμότητος; εἰς τὸν ἐγκέφαλον ἁρπαζόμεναι 45 ταῖς ὀσφρήσεσιν. οὐ γάρ, ὅτι τῇ καρδίᾳ τὸν θυμὸν ἐνστρατοπεδεύειν ᾤοντο, τοὺς περιδεραίους τῶν στεφάνων ὑποθυμίδας ἐκάλουν 46 ἐπιθυμίδας 47 γὰρ αὐτοῖς διὰ γε τοῦτο μᾶλλον ἦν καλεῖσθαι προσῆκον 48, ἀλλ᾽ ὡς λέγω διὰ τὴν ἀποφορὰν καὶ ὑποθυμίασιν. μὴ θαυμάζωμεν δ᾽ εἰ τοσαύτην αἱ τῶν στεφάνων ἀποφοραὶ δύναμιν ἔχουσιν: ἱστοροῦσι γάρ, ὅτι καὶ σκιὰ σμίλακος ἀποκτίννυσιν ἀνθρώπους ἐγκαταδαρθόντας 49, [p. 103] ὅταν ὀργᾷ μάλιστα πρὸς τὴν ἄνθησιν 50: καὶ τὸ τῆς μήκωνος ἀπορρέον πνεῦμα μὴ φυλαξαμένοις τοῖς τὸν ὀπὸν τρυγῶσι συνέβη καταπεσεῖν. τὴν δ᾽ ἄλυσσον καλουμένην βοτάνην καὶ 51 λαβόντες εἰς τὴν χεῖρα μόνον 52, οἱ δὲ καὶ προσβλέψαντες, ἀπαλλάττονται λυγμοῦ: λέγεται δὲ καὶ ποιμνίοις ἀγαθὴ καὶ αἰπολίοις, παραφυτευομένη ταῖς μάνδραις. τὸ δὲ ῥόδον ὠνόμασται δήπουθεν, ὅτι ῥεῦμα πολὺ τῆς ὀδωδῆς ἀφίησι: διὸ καὶ τάχιστα μαραίνεται. ψυκτικὸν δ᾽ ἐστὶ δυνάμει τῇ δ᾽ ὄψει πυρωπόν, οὐκ ἀλόγως: λεπτὸν γὰρ αὐτῷ περιανθεῖ τὸ θερμὸν ἐπιπολῆς ἐξωθούμενον ὑπὸ τῆς ψυχρότητος.’

1 δ᾽ ἔφη? em. W: τοῦτον εἰ

2 τοὺς Μυσοὺς] cf. Nauck. p. 763

3 ὁρᾶτε ὡς *: ὡς ὁρᾶτε cf. Praefat. p. LVIII

4 τῇ αὐλείῳ τὴν (τῇ αὐλείῳ Duebnerus)*: ταῦτα τὴν

5 γὰρ M

6 εἰς Basileensis: καὶ

7 φιληδονίαις Emperius: φιληδονίας Sed malim φιληδονίαις παρούσαις

8 ἀπηλλάχθαι προσήκει scripsi cum eodem: ἀπήλλακται lac. 2 solus Vd

9 εἶπον*

10 Leonicus: εἰ

11 ἄνθεσι Turnebus: 6 Vd E

12 χρώματα mei. χρίματα Clem. Alex. p. 344 Pott. cf. Herod. 3, 22

13 τὸ] οὐ τὸ mei

14 ἃς - φέρουσι] cf. p. 1007e et Bywater. p. 14 ὥραν mei

15 ταῦτα] ταύτας an delendum?

16 lac. 4-5 Vd. Fort. μᾶλλον γὰρ

17 lac. 3-4 Vd 2 E. Fort. φατε δήπου

18 τῶν δ᾽ ἀνθῶν - ἐπιμενόντων Turnebus

19 idem: ὅσφρεσθαι. Ceterum ἀφιέντα et ἐνοιγόμενα deleverim ut librarii additamenta

20 δὲ] malim δ᾽ ἐν

21 Ἐμπεδοκλέα] Mullach. 1 p. 13 vs. 450, qui δάφνης γὰρ χλωρῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθε versum effecit

22 ἀνθέων * hic et infra: ἀνθῶν

23 ἀναδουμένοις mei quidem

24 κατθανοῖσα libri cf. Bergk. 3 p. 111

25 Πιερίας Stob. Flor. 4, 12: πιερίης

26 μὲν γὰρ?

27 Ἀγήνορι X

28 εἰσι καὶ] εἰσιν αἱ mei

29 ἀνιῷντο ὑπὸ τοῦ οἴνου Doehnerus

30 malim ὑπ᾽ αὐτῇ

31 Σοφοκλῆς] O C 684

32 μεγάλαιν θεαῖν ἀρχαῖον Sophocles

33 οὐ γὰρ Turnebus: 4-5 Vd 5 E

34 em. W: ἄκρατον Sed malim ἀκράτῳ τὸ φύλλον

35 καὶ ἄλλα W

36 em. Basileensis: ἀλλανίνω 8 em. W: προσέοικεν

37 πρὸς τὰς - ἀρχὰς] vid. Symb. meas

38 *: ἀπόρροιαι

39 em. Vulcobius: τῆς κεφαλῆς

40 cf. Clem. Alex. p. 212 Pott. em. Basileensis: μετρίῳ

41 συστέλλει scripsi ex Clem. 1. 1.: στέλλει

42 τῆς δὲ κύπρου τὸ ἄνθος Doehnerus ex eodem

43 Ἀλκαῖος] Bergk. 3 p. 166

44 idem: πολλὰ - κεφαλᾶς - τῶ πολιῶ (τῶι πολιῶι Vd)

45 ἀναρπαζόμεναι?

46 cf. Bergk. 3 p. 162

47 ἐπιθυμίδας] ἐπιθυμίαις mei

48 προσὸν iidem

49 ἐγκαταδαρθέντας iidem

50 αἴσθησιν mei

51 καὶ] οἱ Doehnerus

52 μόνον] post προσβλέψαντες collocat W

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: