previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί τὰ γράμματα πόρρωθεν οἱ πρεσβύτεροι μᾶλλον ἀναγιγνώσκουσιν.


ταῦτα δ᾽ ἡμῶν εἰς τὸ προκείμενον εὑρησιλογούντων 1, ἐδόκει τὸ τῆς ὄψεως ς ἀντιπίπτειν. οἱ [p. 38] γὰρ πρεσβύτεροι πόρρω τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἀναγιγνώσκουσιν, ἐγγύθεν δ᾽ οὐ δύνανται: καὶ τοῦτο παραδηλῶν Αἰσχύλος 2 φησὶν
οὐδὲ ἀπὸ ... 3 αὐτόν: οὐ γὰρ ἐγγύθεν 4
ἐνδηλότερον δὲ 5 Σοφοκλῆς 6 ταὐτὸ 7 περὶ τῶν γερόντων:
βαρεῖα 8 μὲν γὰρ ἐν λόγοισι προσβολὴ
μόλις δι᾽ ὠτὸς ἔρχεται τρυπωμένου 9,
πόρρω δὲ λεύσσων, ἐγγύθεν δὲ πᾶς τυφλός.
εἴπερ οὖν πρὸς τὴν ἐπίτασιν καὶ σφοδρότητα μᾶλλον ὑπακούει τὰ 10 τῶν γερόντων αἰσθητήρια, πῶς ἐν τῷ ἀναγιγνώσκειν τὸν ἐγγύθεν ἀντιφωτισμὸν οὐ φέρουσιν, ἀλλὰ παράγοντες 11 ἀπωτέρω τὸ βιβλίον ιο ἐκλύουσι τὴν λαμπρότητα τῷ ἀέρι καθάπερ οἶνον ὕδατι κατακεραννυμένην;


ἦσαν μὲν οὖν οἳ πρὸς τοῦτ᾽ ἔλεγον 12, ὡς ἀπάγουσι τῶν ὄψεων τὸ βιβλίον, οὐ μαλακώτερον τὸ φῶς ποιοῦντες, ἀλλ᾽ οἷον ἐπιδραττόμενοι καὶ περιλαμβάνοντες αὐγὴν πλείονα καὶ πληροῦντες ἀέρος λαμπροῦ τὴν μεταξὺ τῶν ὀμμάτων καὶ τῶν γραμμάτων χώραν. ἕτεροι δὲ τοῖς συμβάλλουσι τὰς [p. 39] αὐγὰς μετεῖχον ἐπεὶ γὰρ ἀποτείνεται τῶν ὀφθαλμῶν ἑκατέρου κῶνος, πρὸς τῷ ὄμματι τὴν κορυφὴν ἔχων, ἕδραν δὲ καὶ βάσιν 13 περιλαμβάνει τὸ ὁρώμενον, ἄχρι μέν τινος εἰκός ἐστιν ἰδίᾳ τῶν κώνων ἑκάτερον φέρεσθαι: γενόμενοι δ᾽ ἀπωτέρω καὶ συμπεσόντες ἀλλήλοις ἓν τὸ φῶς ποιοῦσι: διὸ καὶ τῶν ὁρωμένων ἕκαστον ἓν οὐ δύο φαίνεται, καίπερ ἀμφοτέροις ἅμα τοῖς ὄμμασι καταφαινόμενον: αἰτία γὰρ τῶν κώνων σύναψις εἰς ταὐτὸ καὶ σύλλαμψις ἐκ δυεῖν μίαν ὄψιν ἀπειργασμένη. τούτων δ᾽ οὕτως ἐχόντων, οἱ μὲν ἐγγὺς προσάγοντες τὰ γράμματα πρεσβῦται, μηδέπω τῶν αὐγῶν 14 συγκεχυμένων, ἀλλ᾽ ἑκατέρᾳ 15 χωρὶς ἐπιθιγγάνοντες ἀσθενέστερον ἐπιλαμβάνονται: οἱ δ᾽ ἀπωτέρω προθέμενοι 16, μεμιγμένου τοῦ φωτὸς ἤδη καὶ πολλοῦ γεγονότος, μᾶλλον ἐξακριβοῦσιν ὥσπερ οἱ ταῖς δυσὶν ὁμοῦ χερσὶ κατέχοντες, τῇ ἑτέρᾳ μὴ δύνανται.


Λαμπρίας δ᾽ ἀδελφὸς 17 τὴν Ἱερωνύμου ... 18 οὐκ ἀνέγνωκεν ... 19 εὐφυΐαν ἐμπεσὼν, ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσι 20 πρὸς τὴν ὄψιν ὁρῶμεν, πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ: διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν ἀνενεχθέντων δ᾽ εἰς [p. 40] τὸν ἀέρα καὶ λαβόντων διαστήματα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθ᾽ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθέων ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν: ἂν δ᾽ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδ᾽ ἄκρατον ὀδώδασιν. αἴτιον δ᾽ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένην: ἂν δ᾽ ἄπωθεν, τὰ μὲν 21 θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δ᾽ εἰλικρινὲς καὶ θερμὸν αὐτοῦ 22 ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.


ἡμεῖς δὲ τὴν Πλατωνικὴν 23 φυλάττοντες ἀρχὴν ἐλέγομεν 24 ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπίπτον ἀνακίρναται 25 τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθ᾽ ἓν ἐξ ἀμφοῖν σῶμα δι᾽ ὅλου συμπαθὲς γενέσθαι. κεράννυται δ᾽ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳ 26 καὶ ποσότητος: οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλ᾽ ἀπ᾽ ἀμφοῖν ἔς τι 27 μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων μίαν δύναμιν ἀποτελεσθῆναι. ὄντος οὖν τοῦ τῶν 28 παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς εἴτ᾽ αὐγήν, ἀσθενοῦς καὶ ἀδρανοῦς, οὐ γίγνεται 29 [p. 41] κρᾶσις πρὸς αὐτὸ τῷ 30 ἐκτὸς οὐδὲ μῖξις ἀλλὰ φθορὰ καὶ σύγκρισις 31, ἂν μὴ μακρὰν τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἐκλύωσι τὴν ἄγαν λαμπρότητα τοῦ φωτός, ὥστε μὴ πολλὴν μηδ᾽ ἄκρατον ἀλλ᾽ ὁμοιοπαθῆ καὶ σύμμετρον ἀπαντῆσαι πρὸς τὴν ὄψιν. δὴ καὶ τοῦ περὶ τὰ νυκτίνομα τῶν ζῴων παθήματος αἴτιόν ἐστιν γὰρ ὄψις αὐτῶν ὑπὸ τοῦ μεθημερινοῦ φωτὸς ἀδρανὴς οὖσα κατακλύζεται καὶ κρατεῖται, μὴ δυναμένη πρὸς πολὺ καὶ ἰσχυρὸν ἀπ᾽ 32 ἀσθενοῦς καὶ ὀλίγης ἀρχῆς κεράννυσθαι: πρὸς δὲ τὸ ἀμαυρὸν καὶ λεπτὸν οἷον ἀστέρος φῶς αὐγὴν 33 διαρκῆ καὶ σύμμετρον ἐξίησιν, ὥστε κοινωνεῖν καὶ συνεργεῖσθαι τὴν αἴσθησιν.

1 ita scripsi: εὐρεσιλογούντων

2 Αἰσχύλος] Nauck. p. 107 quem miror cur lacunas sibi notas non enotaverit

3 lac. 6 Vd 8 E

4 lac. 6 Vd 15 E. Fort. supplendum οὐ δέλτον εἶδον αὐτός: οὐ γὰρ ἐγγύθεν ἦν μοι: γέρων δὲ γραμματεὺς ἔγνω σ᾽ φῄς

5 δὲ] δ᾽ ?

6 em. R: ἐνδηλότερον Σοφοκλῆς] cf. Nauck. p. 312

7 ταὐτὸ *: τὸ αὐτὸ

8 em. Herwerdenus: βραδεῖα

9 τρυπωμένου] corruptum

10 τὰ M

11 malim ἀλλ᾽ ἀπάγοντες

12 ἔλεγον] λέγουσιν mei

13 Doehnerus

14 αὐγῶν] αὐτῶν mei

15 ἑκατέρᾳ (sc. τῇ αὐγῇ) Doehnerus: ἑκατερα

16 προτιθέμενοι?

17 ἀδελφὸς S: 5 Vd 7 E

18 ib. lac. 5-6 Vd 10 E. μόνον S. Malim δόξαν καὶ οὐκ ἀνεγνωκὼς ὅμως ἔτυχε δι᾽ εὐφυϊαν ἐμπεσών cett.

19 lac. 7 Vd E. Post ἐμπεσὼν unus Vd dat 2-3 lac., quae propter proximam marg. nulla esse vid.

20 εἴδεσι S: 4 Vd 6 E

21 ἄπωθεν τὰ μὲν] ἀπὸ μὲν mei

22 αὐτῶν i.e. τῶν ἀνθῶν Benselerus

23 Πλατωνικὴν] Tim. p. 45c sqq

24 em. W: λέγομεν

25 *: ἀνακιρνᾶται

26 τε λόγῳ R: λόγῳ τε

27 ἔς τι X: ἔστι

28 τούτων mei

29 οὐ γίγνεται] ἐγγίνεται iidem

30 αὐτὼ τῷ] 6-7 Vd 8 E τὸ

31 σύγκρισις] σύγχυσις M. σύγκλυσις?

32 ἀπ᾽ R

33 δυναμένης - αὐγῆς (pro ἀρχῆς) M

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: