previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ποῖόν τινα δεῖ τὸν συμποσίαρχον εἶναι.


Κράτων γαμβρὸς ἡμῶν καὶ Θέων ἑταῖρος ἔν τινι πότῳ παροινίας ἀρχὴν λαβούσης εἶτα παυσαμένης, λόγον ἐποιήσαντο περὶ τῆς συμποσιαρχίας, οἰόμενοί με δεῖν στεφανηφοροῦντα μὴ περιιδεῖν 1 [p. 23] ἔθος ἐκλειφθὲν παντάπασιν, ἀλλ᾽ ἀνακαλεῖν καὶ καταστῆσαι πάλιν τῆς ἀρχῆς τὴν νενομισμένην ἐπιστασίαν περὶ τὰ συμπόσια καὶ διακόσμησιν. ἐδόκει δὲ ταῦτα καὶ τοῖς ἄλλοις, ὥστε θόρυβον ἐκ πάντων καὶ παράκλησιν γενέσθαι. ‘ἐπεὶ τοίνυνἔφην ἐγὼδοκεῖ ταῦτα πᾶσιν, ἐμαυτὸν αἱροῦμαι συμποσίαρχον ὑμῶν καὶ κελεύω τοὺς μὲν ἄλλους, ὡς βούλονται, πίνειν ἐν τῷ παρόντι, Κράτωνα δὲ καὶ Θέωνα, τοὺς εἰσηγητὰς καὶ νομοθέτας τοῦ δόγματος, ἒν τινι τύπῳ βραχέως διελθεῖν, ὁποῖον ὄντα δεῖ τὸν συμποσίαρχον αἱρεῖσθαι, καὶ τί ποιούμενος τέλος αἱρεθεὶς ἄρξει, καὶ πῶς χρήσεται 2 τοῖς κατὰ συμπόσιον: διελέσθαι δὲ τὸν λόγον αὐτοῖς 3 ἐπιτρέπω. 4


μικρὰ μὲν οὖν ἠκκίσαντο παραιτούμενοι: κελευόντων δὲ πάντων πείθεσθαι τῷ ἄρχοντι καὶ ποιεῖν τὸ προσταττόμενον, ἔφη πρότερος Κράτων, ὅτι δεῖ τὸν μὲν φυλάκων ἄρχοντα φυλακικώτατον, ὥς φησιν Πλάτων 5, εἶναι: τὸν δὲ συμποτῶν συμποτικώτατον. ‘ἔστι δὲ τοιοῦτος, ἂν μήτε τῷ μεθύειν εὐάλωτος μήτε πρὸς τὸ πίνειν ἀπρόθυμος: ἀλλ᾽ ὡς Κῦρος 6 ἔλεγε πρὸς Λακεδαιμονίους γράφων, ὅτι τὰ τ᾽ ἄλλα τοῦ ἀδελφοῦ βασιλικώτερος 7 εἴη καὶ φέροι καλῶς πολὺν ἄκρατον. τε γὰρ παροινῶν ὑβριστὴς καὶ ἀσχήμων, τ᾽ αὖ παντάπασι νήφων ἀηδὴς καὶ παιδαγωγεῖν μᾶλλον συμποσιαρχεῖν [p. 24] ἐπιτήδειος. μὲν οὖν Περικλῆς, ὁσάκις ᾑρημένος στρατηγὸς ἀναλαμβάνοι τὴν χλαμύδα, πρῶτος εἰώθει διαλέγεσθαι πρὸς αὑτὸν 8 ὥσπερ ὑπομιμνήσκωνὅρα, Περίκλεις ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, Ἀθηναίων ἄρχεις.’ δὲ συμποσίαρχος ἡμῶν ἐκεῖνα λεγέτω πρὸς αὑτὸνφίλων ἄρχεις,’ ἵνα μήτ᾽ ἀσχημονεῖν ἐπιτρέπῃ μήτε τὰς ἡδονὰς ἀφαιρῇ. δεῖ δὲ καὶ σπουδῆς τὸν ἄρχοντα πινόντων οἰκεῖον εἶναι καὶ παιδιᾶς μὴ ἀλλότριον, ἀλλ᾽ εὖ πως συγκεκραμένον πρὸς ἀμφότερα, σμικρῷ 9 δὲ μᾶλλον, ὥσπερ οἶνον ἀστεῖον, ἀπονεύοντα τῇ φύσει πρὸς τὸ αὐστηρόν: γὰρ οἶνος ἄξει τὸ ἦθος εἰς τὸ μέτριον μαλακώτερον ποιῶν καὶ ἀνυγραίνων. ὥσπερ γὰρ Ξενοφῶν 10 ἔλεγε τοῦ Κλεάρχου τὸ σκυθρωπὸν καὶ ἄγροικον ἄλλως ἐν ταῖς μάχαις ἡδὺ καὶ φαιδρὸν ἐπιφαίνεσθαι διὰ τὸ θαρραλέον οὕτως μὴ φύσει πικρὸς ἀλλὰ σεμνὸς καὶ αὐστηρός, ἐν τῷ πίνειν ἀνιέμενος ἡδίων γίγνεται καὶ προσφιλέστερος, ἔτι τοίνυν αὐτῷ δεῖ προσεῖναι τὸ μάλιστα μὲν ἑκάστου τῶν συμποτῶν ἐμπείρως ἔχειν, τίνα λαμβάνει μεταβολὴν ἐν οἴνῳ καὶ πρὸς τί πάθος ἀκροσφαλής ἐστι καὶ πῶς φέρει τὸν ἄκρατον. οὐ γὰρ οἴνου μὲν ἔστι πρὸς ὕδωρ ἑτέρου 11 ἑτέρα μῖξις, ἣν οἱ βασιλικοὶ γιγνώσκοντες οἰνοχόοι νῦν μὲν πλέον νῦν δ᾽ ἔλαττον ὑποχέουσιν: ἀνθρώπου δὲ πρὸς οἶνον οὐκ ἔστ᾽ ἰδία κρᾶσις 12 ἣν τῷ συμποσιάρχῳ γιγνώσκειν [p. 25] προσήκει καὶ γιγνώσκοντι φυλάττειν, ἵν᾽ ὥσπερ ἁρμονικὸς τὸν μὲν ἐπιτείνων τῇ πόσει τὸν δ᾽ ἀνιεὶς καὶ ὑποφειδόμενος, εἰς ὁμαλότητα καὶ συμφωνίαν ἐκ διαφορᾶς καταστήσῃ τὰς φύσεις: ὅπως μὴ κοτύλῃ μηδὲ κυάθοις τὸ ἴσον, ἀλλὰ καιροῦ τινι μέτρῳ καὶ σώματος δυνάμει τὸ οἰκεῖον ἑκάστῳ καὶ πρόσφορον ἀπονέμηται. εἰ δὲ τοῦτό 13 δύσκολον, ἐκεῖνα γε 14 πάντως ἐξειδέναι τῷ συμποσιάρχῳ προσήκει, τὰ κοινὰ περὶ τὰς φύσεις καὶ τὰς ἡλικίας: οἷον πρεσβῦται τάχιον μεθύσκονται νέων, σαλευόμενοι δ᾽ 15 ἠρεμούντων, ἔλλυποι 16 δὲ γιγνώσκων ἄν τις 17 μᾶλλον τοῦ ἀγνοοῦντος εὐσχημοσύνην καὶ ὁμόνοιαν συμποσίου πρυτανεύσειε. καὶ μὴν ὅτι γε δεῖ τὸν συμποσίαρχον οἰκείως ἔχειν καὶ φιλικῶς πρὸς ἅπαντας ὕπουλον δὲ μηδενὶ μηδ᾽ ἀπεχθῆ τῶν ἑστιωμένων εἶναι, παντί που δῆλον οὔτε γὰρ ἐπιτάττων ἀνεκτὸς οὔτ᾽ ἀπονέμων ἴσος οὔτε προσπαίζων ὅμως 18 ἀνέγκλητος ἔσται. τοιοῦτονἔφη 19σοι, Θέων, ἐγὼ τὸν ἄρχοντα συμποσίου πλάσας ὥσπερ ἐκ κηροῦ τοῦ λόγου παραδίδωμι.’


καὶ Θέωνἀλλὰ δέχομαι μένεἶπενοὕτω μᾶλλον 20 ἀπειργασμένον τὸν ἄνδρα καὶ συμποτικόν: [p. 26] εἰ δὲ χρήσομαι κατὰ πᾶν αὐτῷ 21 καὶ μὴ καταισχυνῶ 22 τοὔργον, οὐκ οἶδα: κοσμιώτατον δέ μοι δοκεῖ τοιοῦτος ὢν τὸ συμπόσιον διαφυλάξειν ἡμῖν καὶ μὴ περιόψεσθαι 23 νῦν μὲν ἐκκλησίαν δημοκρατικὴν νῦν δὲ σχολὴν σοφιστοῦ γενομένην 24 αὖθις δὲ κυβευτήριον, εἶτά που σκηνὴν καὶ θυμέλην. γὰρ οὐχ ὁρᾶτε τοὺς μὲν δημαγωγοῦντας καὶ δικαζομένους παρὰ δεῖπνον, τοὺς δὲ μελετῶντας καὶ ἀναγιγνώσκοντας αὑτῶν τινα συγγράμματα, τοὺς δὲ μίμοις καὶ ὀρχησταῖς ἀγωνοθετοῦντας; Ἀλκιβιάδης δὲ καὶ Θεόδωρος τελεστήριον ἐποίησαν τὸ Πολυτίωνος συμπόσιον, ἀπομιμούμενοι δᾳδουχίας καὶ ἱεροφαντίας. ὧν οὐδὲν οἶμαι τῷ ἄρχοντι περιοπτέον: ἀλλὰ καὶ λόγοις καὶ θεάμασι καὶ παιδιαῖς δώσει τόπον ἐκείνοις μόνοις, ὅσα πρὸς τὸ συμποτικὸν τέλος ἐξικνεῖται: τοῦτο δ᾽ ἦν φιλίας ἐπίτασιν γένεσιν δι᾽ ἡδονῆς ἐνεργάσασθαι τοῖς παροῦσι: διαγωγὴ γάρ ἐστιν ἐν οἴνῳ τὸ συμπόσιον εἰς φιλίαν ὑπὸ χάριτος τελευτῶσα. ἐπεὶ δὲ πανταχοῦ τὸ πλήσμιον καὶ πολλαχοῦ βλαβερὸν τὸ ἄκρατον, δὲ μῖξις, οἷς ἂν ἐν καιρῷ καὶ μετὰ μέτρου παραγένηται πράγμασιν, ἀφαιρεῖ τἄγαν , καὶ βλάπτει 25 τὰ ἡδέα καὶ λυπεῖ τὰ ὠφέλιμα: δῆλον ὅτι καὶ τοῖς πίνουσιν ἐπιστάτης μεμιγμένην τινὰ παρέξει διαγωγήν. ἀκούων οὖν πολλῶν λεγόντων, [p. 27] ὅτι πλοῦς μὲν παρὰ γῆν περίπατος; δ᾽ παρὰ θάλατταν ἣδιστός ἐστιν, οὕτω παραβαλεῖ 26 τῇ σπουδῇ τὴν παιδιάν, ὅπως οἵ τε παίζοντες ἁμωσγέπως σπουδῆς τινος ἔχωνται καὶ πάλιν οἱ σπουδάζοντες ἀναθαρρῶσιν, ὥσπερ οἱ ναυτιῶντες ἐγγύθεν εἰς γῆν 27 τὴν παιδιὰν ἀποβλέποντες. ἔστι γὰρ καὶ γέλωτι χρῆσθαι πρὸς πολλὰ τῶν ὠφελίμων καὶ σπουδὴν ἡδεῖαν παρασχεῖν,
ὡς ἀν᾽ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν 28
φύονται μαλακῶν ἄνθεα λευκοΐων.
ὅσαι δ᾽ ἄνευ σπουδῆς ἐπεισκωμάζουσι τοῖς συμποσίοις παιδιαί, ταύτας ἐπιμελῶς διακελεύσεται τοῖς συμπόταις εὐλαβεῖσθαι, μὴ λάθωσιν ὕβριν καὶ ἀσέλγειαν 29 καθάπερ ὑοσκύαμον λαβόντες 30 οἴνῳ τοῖς 31 λεγομένοις προστάγμασιν ἐξυβρίζωσι, προστάττοντες ᾁδειν ψελλοῖς κτενίζεσθαι φαλακροῖς ἀσκωλιάζειν χωλοῖς. ὥσπερ Ἀγαπήστορι τῷ Ἀκαδημαϊκῷ λεπτὸν ἔχοντι καὶ κατεφθινηκὸς τὸ σκέλος ἐπηρεάζοντες οἱ ξυμπόται πάντας ἐκέλευσαν ἐπὶ τοῦ δεξιοῦ ποδὸς ἑστῶτας ἐκπιεῖν τὸ ποτήριον ζημίαν καταβαλεῖν τοῦ δὲ προστάσσειν περιελθόντος εἰς αὐτόν, ἐκέλευσε πάντας οὕτω πιεῖν, ὡς ἂν αὐτὸν ἴδωσι:; καὶ κεραμίου στενοῦ 32 κομισθέντος, εἰς τοῦτο τὸν ἀσθενῆ πόδα καθεὶς ἐξέπιε τὸ ποτήριον, οἱ δ᾽ ἄλλοι [p. 28] πάντες, ὡς ἐφαίνετο πειρωμένοις ἀδύνατον, ἀπέτισαν τὴν ζημίαν. χαρίεις οὖν Ἀγαπήστωρ καὶ ποιητέον εὐκόλους οὕτω καὶ ἱλαρὰς τὰς ἀμύνας, ἀλλὰ μὴν καὶ 33 προστάγμασιν ἐθιστέον χρῆσθαι πρὸς ἡδονὴν καὶ ὠφέλειαν, τὰ οἰκεῖα καὶ δυνατὰ καὶ κοσμοῦντα τὸν δρῶντα προστάσσοντας, ᾠδικοῖς ᾆσαι, ῥητορικοῖς εἰπεῖν, φιλοσόφοις λῦσαί τι τῶν ἀπορουμένων, ποιηταῖς προενέγκασθαι στίχους. ἡδέως γὰρ εἰς τοῦθ᾽ ἕκαστος ἄγεται καὶ προθύμως,
ἵν᾽ αὐτὸς αὑτοῦ 34 τυγχάνει 35 κράτιστος ὤν
36 μὲν οὖν τῶν Ἀσσυρίων βασιλεὺς ἆθλον ὑπὸ κήρυκος κατήγγειλε τῷ καινὴν ἡδονὴν ἐξευρόντι: συμποσίου δὲ βασιλεὺς; ἀστεῖον ἆθλον ἂν καὶ γέρας προθείη 37 τῷ παιδιὰν ἀνύβριστον εἰσηγησαμένῳ καὶ τέρψιν ὠφέλιμον καὶ γέλωτα μὴ μώμου μηδ᾽ ὕβρεων ἀλλὰ χάριτος καὶ φιλοφροσύνης ἑταῖρον: ἐν οἷς τὰ πλεῖστα ναυαγεῖ συμπόσια μὴ τυχόντα παιδαγωγίας ὀρθῆς. ἔστι δὲ σώφρονος ἀνδρὸς ἔχθραν φυλάττεσθαι καὶ ὀργήν, ἐν ἀγορᾷ τὴν ἐκ πλεονεξίας ἐν γυμνασίοις καὶ παλαίστραις ἐκ φιλονεικίας ἐν δ᾽ ἀρχαῖς καὶ φιλοτιμίαις ἐκ φιλοδοξίας ἐν δὲ δείπνῳ καὶ παρὰ πότον ἐκ παιδιᾶς ἐπιτιθεμένην. ’

1 lac. 6 dant Vd P (=Palatinus) Fort. suppl. παλαιὸν

2 χρήσεται M: χρῆσθαι

3 αὐτοῖς] lac. 4 Vd αὐτοῖς

4 ἐπιτρέπω M: ἐπιτρέπων

5 Πλάτων] Rep. p. 412 c

6 Κῦρος] cf. Vit. Artax. c. 6

7 βασιλικώτατος mei

8 αὐτὸν Turnebus: αὐτόν

9 σμικρῶς

10 Ξενοφῶν] Exped. 2, 6, 11

11 ἑτέρου Vulcobius: ἕτερον Malim ἑτέρου μίξις ἑτέρα

12 ἔστ᾽ ἰδία κρᾶσις *: ἔστι διάκρασις

13 τοῦτο M: τοῦτό γε

14 γε idem: δὲ

15 δὲ Salmasius

16 ἔλλυποι] ἄλυποι mei. ἄυπνοι X

17 ἄν τις scripsi cum Emperio: μέν τις

18 ὅμως] ὅλως?

19 ἔφην mei

20 μᾶλλον] καλὸν R

21 αὐτῷ] add. τοιούτῳ R

22 καταισχύνω mei

23 *: τὸ ἔργον κοσμιώτατον - περιόψεσθαι *: lac. 6 Vd 8 E τὸν δέ μοι δοκεῖ τοι lac. 3 Vd 6 E σων τὸ συμπόσιον 6 Vd E ἄξειν ἡμῖν καὶ μὴ ὄψεσθαι

24 malim γιγνομένην

25 ἐπεὶ δὲ πανταχοῦ - βλάπτει *: ἐπεὶ δὲ πανταχοῦ πλήσμιον καὶ πολλαχοῦ βλαβ. τὸ ἄκρατον, δὲ μϊξις - ἀφαιρεῖται ἄνω καὶ βλάπτει

26 παραβάλλει mei

27 γῆν Doehnerus

28 Bergk. 3 p. 689

29 καὶ ἀσέλγειαν S: lac. 7 Vd E

30 ἐμβαλόντες Doehnerus. προσλαβόντες?

31 τοῖς] καὶ τοῖς W. Praeferenda mihi vid. W emendatio. Malim ὡς τοῖς et deinde ἐξυβρίζουσι cum plurimus libris

32 στενοῦ Amyotus: κενοῦ

33 ἀλλὰ μὴν καὶ *: lac. 6-7 Vd 8 E

34 αὐτοῦ mei

35 τυγχάνει *: τυγχάνοι

36 Nauck. p. 413

37 προθείη Vulcobius: προσθείη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: