previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πότερον αὐτὸν δεῖ κατακλίνειν τοὺς ἑστιωμένους τὸν ὑποδεχόμενον ἐπ᾽ αὐτοῖς ἐκείνοις ποιεῖσθαι.


Τίμων ἀδελφὸς ἑστιῶν πλείονας ἕκαστον ἐκέλευε τῶν εἰσιόντων ὅποι βούλεται παρεμβάλλειν καὶ κατακλίνεσθαι, διὰ τὸ καὶ ξένους καὶ πολίτας καὶ συνήθεις 1 καὶ οἰκείους; καὶ ὅλως παντοδαποὺς τοὺς κεκλημένους εἶναι. πολλῶν οὖν ἤδη παρόντων, ξένος τις ὥσπερ εὐπάρυφος ἐκ κωμῳδίας ἐσθῆτί τε περιττῇ καὶ ἀκολουθίᾳ παίδων ὑποσολοικότερος, ἧκεν ἄχρι τῶν θυρῶν τοῦ ἀνδρῶνος, καὶ κύκλῳ ταῖς ὄψεσιν ἐπελθὼν τοὺς κατακειμένους οὐκ ἠθέλησεν εἰσελθεῖν ἀλλ᾽ ᾤχετ᾽ ἀπιών: καὶ πολλῶν [p. 11] μεταθεόντων, οὐκ ἔφη τὸν ἄξιον ἑαυτοῦ τόπον ὁρᾶν λειπόμενον. ἐκεῖνον μὲν οὖν πολλῷ γέλωτι
χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων
2 ἐκέλευον οἱ κατακείμενοι: καὶ γὰρ ἦσαν πολλοὶ μετρίως ὑποπεπωκότες. 3


ἐπεὶ δὲ τὰ περὶ τὸ δεῖπνον τέλος εἶχεν, πατὴρ ἐμὲ πορρωτέρω κατακείμενον προσειπώνΤίμωνἔφηκἀγὼ κριτήν σε πεποιήμεθα διαφερόμενοι: πάλαι γὰρ ἀκούει κακῶς ὑπ᾽ ἐμοῦ διὰ τὸν ξένον εἰ γὰρ διετάττετο ἀπ᾽ ἀρχῆς, ὥσπερ ἐκέλευον ἐγώ, τὰς κλίσεις, οὐκ ἂν εὐθύνας ὑπείχομεν ἀταξίας ἀνδρὶ δεινῷ:
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
4 καὶ γὰρ δὴ Παῦλον Αἰμίλιον στρατηγὸν λέγουσιν, ὅτε Περσέα καταπολεμήσας ἐν Μακεδονίᾳ πότους συνεκρότει, κόσμῳ τε θαυμαστῷ περὶ πάντα καὶ τῇ λοιπῇ τάξει χρώμενον, εἰπεῖν ὅτι ταὐτοῦ 5 ἀνδρός ἐστι καὶ φάλαγγα συστῆσαι φοβερωτάτην καὶ συμπόσιον ἣδιστον: ἀμφότερα γὰρ εὐταξίας εἶναι. καὶ τοὺς ἀρίστους καὶ τοὺς βασιλικωτάτους ποιητὴς εἴωθεκοσμήτορας λαῶν6 προσαγορεύειν. καὶ τὸν μέγαν θεὸν ὑμεῖς πού φατε τὴν ἀκοσμίαν εὐταξίᾳ μεταβαλεῖν εἰς κόσμον, οὔτ᾽ ἀφελόντα τῶν ὄντων οὐδὲν οὔτε προσθέντα, τῷ δ᾽ ἕκαστον ἐπὶ τὴν προσήκουσαν χώραν καταστῆσαι τὸ κάλλιστον ἐξ ἀμορφοτάτου σχῆμα περὶ τὴν φύσιν ἀπεργασάμενον. ἀλλὰ [p. 12] ταῦτα μὲν τὰ σεμνότερα καὶ μείζονα παρ᾽ ὑμῶν μανθάνομεν αὐτοὶ δὲ καὶ τὴν περὶ τὰ δεῖπνα δαπάνην ὁρῶμεν οὐδὲν ἔχουσαν ἐπιτερπὲς οὐδ᾽ ἐλευθέριον, εἰ μὴ τάξεως μετάσχοι. διὸ καὶ γελοῖόν ἐστι τοῖς μὲν ὀψοποιοῖς καὶ τραπεζοκόμοις σφόδρα μέλειν τί πρῶτον τί δεύτερον μέσον τελευταῖον ἐπάξουσι, καὶ νὴ Δία μύρου τινὰ καὶ στεφάνων καὶ ψαλτρίας, ἂν τύχῃ παροῦσα, χώραν καὶ τάξιν: εἶναι: τοὺς δ᾽ ἐπὶ ταῦτα καλουμένους εἰκῆ καὶ ὡς ἔτυχε κατακλίναντα χορτάζειν, μήθ᾽ ἡλικίᾳ μήτ᾽ ἀρχῇ μήτ᾽ ἄλλῳ τινὶ τῶν ὁμοίων τὴν ἁρμόττουσαν ἀποδιδόντα τάξιν, ἐν τιμᾶται μὲν προύχων 7 ἐθίζεται δ᾽ δευτερεύων 8, γυμνάζεται δ᾽ τάττων πρὸς διάκρισιν καὶ στοχασμὸν τοῦ πρέποντος. οὐ γὰρ ἕδρα μὲν ἔστι καὶ στάσις τοῦ κρείττονος, κατάκλισις δ᾽ οὐκ ἔστιν οὐδὲ προπίεται ἑτέρῳ 9 πρὸ ἑτέρου μᾶλλον ἑστιῶν, περὶ δὲ τὰς κατακλίσεις παρόψεται τὰς διαφοράς, εὐθὺς ἐν ἀρχῇ τὴν λεγομένηνμίαν Μύκονον 10 ἀποφήνας τὸ συμπόσιον.’’ μὲν οὖν τοῦ πατρὸς δικαιολογία τοιαύτη τις ἦν.


δ᾽ ἀδελφὸς εἶπεν ὅτι τοῦ Βίαντος οὐκ εἴη σοφώτερος, ὥστ᾽, ἐκείνου δυεῖν φίλων ἀπειπαμένου δίαιταν, αὐτὸς ὁμοῦ τοσούτων μὲν οἰκείων τοσούτων δ᾽ ἑταίρων γίγνεσθαι κριτής, οὐ περὶ χρημάτων ἀλλὰ περὶ πρωτείων ἀποφαινόμενος, ὥσπερ οὐ φιλοφρονήσασθαι παρακεκληκὼς ἀλλ᾽ ἀνιᾶσαι [p. 13] τοὺς ἐπιτηδείους. ‘ἄτοπος μὲν οὖνἔφηκαὶ παροιμιώδης Μενέλαος 11, εἴ γε σύμβουλος ἐγένετο μὴ παρακεκλημένος: ἀτοπώτερος δ᾽᾽ ποιῶν ἑαυτὸν ἀνθ᾽ ἑστιάτορος δικαστὴν καὶ κριτὴν τῶν οὐκ ἐπιτρεπόντων οὐδὲ κρινομένων, τίς ἐστι βελτίων τίνος χείρων: οὐ γὰρ εἰς ἀγῶνα καθείκασιν ἀλλ᾽ ἐπὶ δεῖπνον ἥκουσιν. ἀλλ᾽ οὐδ᾽ εὐχερὴς διάκρισίς ἐστι, τῶν μὲν ἡλικίᾳ τῶν δὲ δυνάμει τῶν δὲ χρείᾳ τῶν δ᾽ οἰκειότητι διαφερόντων: ἀλλὰ δεῖ, καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικήν, τοὺς Ἀριστοτέλους τόπους τοὺς Θρασυμάχου ὑπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα, καὶ τὰ μὲν ἄλλα πάθη πειρώμενον ἀνιέναι 12 συνουσίᾳ, τὸν δὲ τύχηι 13 ἐπισκευάζοντα, ... 14 ον πολὺ μᾶλλον οἶμαι προσήκει 15 τῆς ψυχῆς τὸν πηλὸν ἀπονιψαμένους τῶν ποδῶν ἐλαφρῶς καὶ ἀφελῶς παρὰ πότον ἀλλήλοις συμφέρεσθαι, νῦν δὲ τὴν μὲν ἐξ ὀργῆς τινος πραγμάτων ἔχθραν πειρώμεθα τῶν κεκλημένων ἀφαιρεῖν, τῇ δὲ φιλοτιμίᾳ πάλιν ὑπεκκάομεν καὶ ἀναζωπυροῦμεν, τοὺς μὲν ταπεινοῦντες τοὺς δ᾽ ὀγκοῦντες. καίτοι γ᾽, εἰ μὲν ἀκολουθήσουσι τῇ κατακλίσει προπόσεις τε συνεχέστεραι καὶ [p. 14] παραθέσεις ἔτι δ᾽ ὁμιλίαι καὶ προσαγορεύσεις, παντάπασι γενήσεται σατραπικὸν ἡμῖν ἀντὶ φιλικοῦ τὸ συμπόσιον: εἰ δὲ περὶ τἄλλα τὴν ἰσότητα τοῖς ἀνδράσι φυλάξομεν, τί οὐκ ἐντεῦθεν ἀρξάμενοι πρῶτον ἐθίζομεν ἀτύφως καὶ ἀφελῶς; κατακλίνεσθαι μετ᾽ ἀλλήλων, εὐθὺς ἀπὸ τῶν θυρῶν ὁρῶντας, ὅτι δημοκρατικῶς 16 ἐπὶ τὸ δεῖπνον, καὶ 17 οὐκ ... ἐξαίρετον 18 ὡς ... 19 πόλιν, ἐφ᾽ οὗ κατακλιθεὶς πλούσιος ἐν τῇ 20 κατακλίσει τοῖς εὐτελεστάτοις 21;’ 22


ἐπεὶ δὲ καὶ ταῦτ᾽ ἐρρήθη καὶ τὴν κρίσιν ἀπῄτουν οἱ παρόντες, ἔφην ἐγώ, διαιτητὴς ᾑρημένος οὐ κριτὴς, βαδιεῖσθαι διὰ μέσου. ‘νέους μὲν γάρεἶπονἑστιῶντας καὶ πολίτας καὶ συνήθεις ἐθιστέον, ὥς φησι Τίμων, ἀφελῶς καὶ ἀτύφως κατανέμειν αὑτοὺς 23 εἰς ἣν ἂν τύχωσι χώραν, καλὸν εἰς φιλίαν ἐφόδιον τὴν εὐκολίαν λαμβάνοντας: ἐν δὲ ξένοις ἄρχουσιν πρεσβυτέροις φιλοσοφοῦντες 24 δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας: ἐν καὶ συνηθείᾳ τι 25 καὶ νόμῳ δοτέον. καὶ προπόσεις καὶ προσαγορεύσεις ἀνέλωμεν, αἷς πρὸς τοὺς ἐπιτυγχάνοντας οὐδ᾽ ἀκρίτως 26 ἀλλ᾽ ὡς ἐνδέχεται μάλιστα 27 χρώμενοι τιμῶμεν [p. 15]
ἕδρῃ τε κρέασὶν τ᾽ ἠδὲ πλείοις δεπάεσσιν
28 ὥς φησιν τῶν Ἑλλήνων βασιλεύς, τὴν τάξιν ἐν πρώτῃ τιμῇ τιθέμενος. ἐπαινοῦμεν δὲ καὶ τὸν Ἀλκίνουν, ὅτι τὸν ξένον ἱδρύει παρ᾽ αὑτὸν 29
υἱὸν ἀναστήσας, ἀγαπήνορα Λαοδάμαντα 30,
31 ὃς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε 32.
τὸ γὰρ εἰς τὴν τοῦ φιλουμένου χώραν καθίσαι τὸν ἱκέτην ἐπιδέξιον ἐμμελῶς καὶ φιλάνθρωπον. ἔστι δὲ καὶ παρὰ τοῖς θεοῖς διάκρισις τῶν τοιούτων μὲν γὰρ Ποσειδῶν, καίπερ ὕστατος εἰς τὴν ἐκκλησίαν παραγενόμενος
ἷζεν ἄρ᾽ 33 ἐν μέσσοισιν
34 ὡς ταύτης αὐτῷ τῆς χώρας προσηκούσης. δ᾽ Ἀθηνᾶ φαίνεται τὸν πλησίον ἀεὶ τοῦ Διὸς τόπον ἐξαίρετον ἔχουσα καὶ τοῦτο παρεμφαίνει μὲν ποιητὴς δι᾽ ὧν ἐπὶ τῆς Θέτιδός φησιν
δ᾽ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ᾽ Ἀθήνη,
35 διαρρήδην δ᾽ Πίνδαρος 36 λέγει
πῦρ πνέοντος ἅτε κεραυνοῦ
ἄγχιστα ἡμένη.
καίτοι φήσει 37 Τίμων οὐ δεῖν ἀφαιρεῖσθαι τῶν ἄλλων ἑνὶ προσνέμοντα τὴν τιμήν. ὅπερ αὐτὸς ἔοικε ποιεῖν μᾶλλον: ἀφαιρεῖται γὰρ κοινὸν ποιῶν τὸ ἴδιον ἴδιον δὲ τὸ κατ᾽ ἀξίαν ἑκάστου, καὶ ποιεῖ δρόμου [p. 16] καὶ σπουδῆς τὸ πρωτεῖον, ἀρετῇ καὶ συγγενείᾳ καὶ ἀρχῇ καὶ τοῖς τοιούτοις ὀφειλόμενον. καὶ τὸ λυπηρὸς 38 εἶναι τοῖς κεκλημένοις φεύγειν δοκῶν μᾶλλον ἐφέλκεται καθ᾽ αὑτοῦ λυπεῖ γὰρ ἀποστερῶν τῆς συνήθους τιμῆς ἕκαστον. ἐμοὶ δ᾽ οὐ λίαν χαλεπὸν εἶναι δοκεῖ τὸ περὶ τὴν διάκρισιν: πρῶτον μὲν γὰρ ἐφάμιλλοι τοῖς ἀξιώμασι πολλοὶ πρὸς μίαν κλῆσιν οὐ ῥᾳδίως ἀπαντῶσιν ἔπειτα πλειόνων τόπων ἐν δόξῃ γεγονότων, ἀφθονία τῆς διανομῆς ἔστιν, ἄν τις εὐστοχεῖν δύνηται, τὸν μὲν ὅτι πρῶτος, τὸν δ᾽ ὅτι μέσος, τὸν δ᾽ ὅτι παρ᾽ αὑτὸν μετὰ φίλου τινὸς συνήθους καθηγητοῦ, διδοὺς ἑκάστῳ τῶν ἀξιωματικῶν λεγομένων τοῖς δ᾽ ἄλλοις δωρεὰς καὶ φιλοφροσύνην 39 ἔλιπον ἂν 40 ἀνάπαυλαν μᾶλλον τῆς τιμῆς. ἂν δὲ δυσδιάκριτοι 41 μὲν αἱ ἀξίαι δύσκολοι δ᾽ οἱ ἄνδρες ὦσιν, ὅρα τίνα μηχανὴν ἐπάγω: κατακλίνω γὰρ εἰς τὸν ἔνδοξον 42 μάλιστα τόπον, ἂν μὲν πατήρ, τοῦτον ἀράμενος εἰ δὲ μή, πάππον πενθερὸν πατρὸς ἀδελφόν, τινα τῶν ὁμολογουμένην 43 καὶ ἰδίαν ἐχόντων παρὰ τῷ δεχομένῳ 44 τιμῆς ὑπεροχήν: ἐκ τῶν Ὁμήρου τὸ θεώρημα τοῦτο λαμβάνων καθηκόντων. καὶ γὰρ ἐπεῖ 45 δήπουθεν Ἀχιλλεὺς τὸν Μενέλεων καὶ τὸν Ἀντίλοχον περὶ τῶν δευτερείων τῆς ἱπποδρομίας ὁρῶν διαφερομένους καὶ δεδοικὼς μὴ πορρωτέρω προέλθωσιν ὀργῆς καὶ φιλονεικίας ἑτέρῳ βούλεται τὸ ἔπαθλον ἀποδιδόναι, λόγῳ μὲν [p. 17] Εὔμηλον οἰκτίρων καὶ τιμῶν, ἔργῳ δὲ τῆς ἐκείνων διαφορᾶς τὴν αἰτίαν ἀφαιρῶν.’


ἐμοῦ δὲ τοιαῦτα λέγοντος, Λαμπρίας ἐκ παραβύστου καθήμενος; καθάπερ εἰώθει μέγα φθεγξάμενος ἠρώτα τοὺς παρόντας, εἰ διδόασιν αὐτῷ νουθετῆσαι ληροῦντα δικαστὴν κελευόντων δὲ πάντων χρῆσθαι παρρησίᾳ καὶ μὴ φείδεσθαι, ‘τίς δ᾽ ἄνἔφηφείσαιτο φιλοσόφου γένεσι καὶ πλούτοις καὶ ἀρχαῖς ὥσπερ θέαν ἐν συμποσίῳ κατανέμοντος προεδρίας ψηφισμάτων 46 ἀμφικτυονικῶν διδόντος, ὅπως μηδ᾽ ἐν οἴνῳ τὸν τῦφον ἀποφύγωμεν 47; οὔτε γὰρ πρὸς τὸ ἔνδοξον ἀλλὰ πρὸς τὸ ἡδὺ δεῖ ποιεῖσθαι τὰς κατακλίσεις, οὔτε τὴν ἑνὸς ἑκάστου σκοπεῖν ἀξίαν, ἀλλὰ τὴν ἑτέρου πρὲις ἕτερον σχέσιν καὶ ἁρμονίαν, ὥσπερ ἄλλων 48 τινῶν εἰς μίαν κοινωνίαν παραλαμβανομένων. οὐδὲ γὰρ οἰκοδόμος τὸν Ἀττικὸν λίθον τὸν Λακωνικὸν πρὸ τοῦ βαρβαρικοῦ διὰ 49 τὴν εὐγένειαν τίθησιν, οὐδ᾽ ζωγράφος τῷ πολυτελεστάτῳ χρώματι τὴν ἡγουμένην ἀποδίδωσι χώραν, οὐδ᾽ ναυπηγὸς προτάττει τὴν Ἰσθμικὴν πίτυν τὴν Κρητικὴν κυπάριττον, ἀλλ᾽ ὡς ὁὲν ἀλλήλοις ἕκαστα συντεθέντα καὶ συναρμοσθέντα μέλλῃ τὸ κοινὸν ἔργον ἰσχυρὸν καὶ καλὸν καὶ χρήσιμον παρέχειν, οὕτω κατανέμουσιν. καὶ τὸν θεὸν ὁρᾷς, ὃν ἀριστοτέχναν ‘’ ἡμῶν 50 Πίνδαρος 51 προσεῖπεν, οὐ [p. 18] πανταχοῦ τὸ πῦρ ἄνω τάττοντα καὶ κάτω τὴν γῆν, ἀλλ᾽ ὡς ὀὲν αἱ χρεῖαι τῶν σωμάτων ἀπαιτῶσιν.
τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις,
52 ναὶ 53 μὴν κηρύκων τε λιθορρίνων χελύων τε 54
φησὶν Ἐμπεδοκλῆς,
ἔνθ᾽ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν
οὐχ ἣν φύσις δίδωσι χώραν, ἀλλ᾽ ἣν πρὸς τὸ κοινὸν 55 ἔργον ποθεῖ σύνταξις, ταύτην ἔχουσαν. πανταχοῦ μὲν οὖν ἀταξία πονηρόν, ἐν δ᾽ ἀνθρώποις, καὶ ταῦτα πίνουσιν, ἐγγινομένη μάλιστα τὴν αὑτῆς ἀναδείκνυσι μοχθηρίαν ὕβρει καὶ κακοῖς ἄλλοις ἀμυθήτοις, ὁὶ προϊδέσθαι καὶ φυλάξασθαι τακτικοῦ καὶ ἁρμονικοῦ ἀνδρός ἐστιν.’


ὀρθῶς οὖν ἔφαμεν λέγειν αὐτὸν ἡμεῖς, καὶτί δὴ φθονεῖς τῶν τακτικῶν ἡμῖν καὶ ἁρμονικῶν;’ ἐλέγομεν. 56οὐδείςἔφηφθόνος, ὀὲν μέλλητε πείθεσθαι μετακινοῦντί μοι καὶ μετακοσμοῦντι τὸ συμπόσιον, ὥσπερ τῷ Ἐπαμεινώνδᾳ τὴν φάλαγγα.’ συνεχωροῦμεν οὂν οὕτω ποιεῖν ἅπαντες. δὲ τοὺς παῖδας ἐκ μέσου κελεύσας γενέσθαι, καταβλέψας ἕκαστονἀκούσατ᾽εἶπεν ὡςμέλλω συντάττειν ὑμᾶς ἀλλήλοις βούλομαι γὰρ προειπεῖν 57. δοκεῖ γάρ μοι καὶ τὸν Ὅμηρον 58 οὐκ ἀδίκως Θηβαῖος αἰτιάσασθαι Παμμένης ὡς τῶν ἐρωτικῶν ἄπερον, ὅτι φῦλα φύλοις συνέταξεν καὶ φρατρίας 59 φατρίαις συνέμιξε, δέον [p. 19] ἐραστὴν μετ᾽ ἐρωμένου παρεμβάλλειν ἵν᾽ σύμπνους φάλαγξ δι᾽ ὅλης ἔμψυχον ἔχουσα δεσμόν. τοιοῦτο 60 κἀγὼ βούλομαι ποιῆσαι τὸ συμπόσιον ἡμῶν, οὐ πλουσίῳ πλούσιον οὐδὲ νέῳ νέον οὐδ᾽ ἄρχοντι συγκατακλίνων ἄρχοντα καὶ φίλῳ φίλον: ἀκίνητος γὰρ αὕτη καὶ ἀργὴ πρὸς εὐνοίας ἐπίδοσιν καὶ γένεσιν τάξις: ἀλλὰ τῷ δεομένῳ τὸ οἰκεῖον προσαρμόττων κελεύω φιλολόγῳ μὲν ὑποκατακλίνεσθαι φιλομαθῆ, δυσκόλῳ δὲ πρᾶον ἀδολέσχῳ δὲ πρεσβύτῃ φιλήκοον νεανίσκον, τῷ δ᾽ ἀλαζόνι τὸν εἴρωνα τῷ δ᾽ ὀργίλῳ τὸν σιωπηλόν: ἐὰν δέ που κατίδω πλούσιον μεγαλόδωρον, ἄξω πρὸς αὐτὸν ἐκ γωνίας τινὸς ἀναστήσας πένητα χρηστόν, ἵν᾽ ὥσπερ ἐκ πλήρους κύλικος εἰς κενὴν ἀπορροή τις γένηται. σοφιστὴν δὲ κωλύω συγκατακλίνεσθαι σοφιστῇ καὶ ποιητὴν ποιητῇ
πτωχὸς γὰρ πτωχῷ φθονέει 61 καὶ ἀοιδὸς ἀοιδῷ:
62 καίτερ 63 Σωσικλῆς οὗτος καὶ Μόδεστος ἐνταῦθα συνερείδοντες ἔπος παρὰ ... 64 ζωπυρίων φλόγα μὲν ἀλλὰ κινδυνεύουσι τὰ κάλλιστα, διίστημι δὲ καὶ στραγγαλιῶντας καὶ φιλολοιδόρους; καὶ ὀξυθύμους ... 65 τινὰ παρεντιθεὶς μέσον, ὥσπερ μάλαγμα τῆς ἀντιτυπίας. ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγω 66. τῶν γὰρ ὁμοιοτήτων μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, δ᾽ ἐπιεικὴς ὥσπερ τῶν κολοιῶν. [p. 20] συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνονὅσοις ἔρωτος δῆγμα 67 παιδικῶν 68 πρόσεστινὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους: τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦ 69 τύχωσιν τῆς αὐτῆς ἐρῶντες.’

1 ἀσυνήθεις R

2 cf. Kock. 3 p. 428

3 cf, Plat. Rep. p. 372 d

4 Hom. B 554

5 ταὐτοῖ *: τοῦ αὐτοῦ

6 cf. Hom. A 16 et alibi

7 προύχων *: προέχων

8 δὲ δευτερεύειν Doehnerus

9 ἑτέρῳ] μὲν ἑτέρῳ Benselerus

10 μίαν Μύκονον] cf. Kock. 3 p. 503

11 Μενέλαος] cf. Hom. B 404 sqq.

12 ἀνιέναι Schottus: ἅμα μὲν

13 τύχηι] fort. τῦφον οἶον τύχοις (vel τύκοις), nam τύχοι sunt σφῆνες teste Hesychio, τύκος autem appellatur οἰκοδομικὸν ἐργαλεῖον

14 lac. 6 litt. Vd E. Fort. supplendum ὀγκοῦν vel ὀρθοῦν ὃν sed verbum definiri non potest

15 ib. προσήκειν R

16 δημοκρατικῶς Turnebus: δημόκριτος

17 καὶ] καλοῦνται καὶ?

18 ἐξ αἱρετῶν Turnebus

19 lac. 3-4 Vd nulla ex E. ἀριστοκρατικῶς supplet Turnebus; malim ἐπὶ τόπον

20 τῇ] τῇ αὐτῇ?

21 εὐτελεστάτοις ἀνέξεται?

22 lac. 5-6 Vd 4-5 E. ὥσπερ ἀκρόπολιν supplet m. s. Vd

23 αὐτοὺς mei

24 Basileensis: φιλοσοφοῦντας

25 τι] τινὶ mei

26 οὐκ εἰκῆ οὐδ᾽ ἀκρίτως supplet R

27 μάλιστα] add. ἐμμελέστατα W

28 Hom. M 311

29 αὐτόν * αὐτόν

30 Λαυδάμαντα idem: λαομέδοντα

31 Hom. η 169

32 idem: φιλέεσκεν

33 ἱζε δ᾽ ἄρ᾽ idem

34 id. Υ 15

35 id. Ω 100

36 Πίνδαρος] Bergk. 1 p. 432

37 φήσει Duebnerus: φησὶ

38 λυπηρὸς R: λυπηρὸν

39 δωρεᾶς καὶ φιλοφροσύνης Turnebus

40 ib. ἂν*

41 δυσδιάκριτοι] lac. 7 Vd E τοι

42 εὔδοξον mei

43 em. W: ὀμολογουμένων

44 παραδεχομένῳ mei

45 ἐκεῖ] cf. Hom. Ψ 534 sqq.

46 ἀπὸ ψηφισμάτων R

47 malim ἀποφεύγωμεν

48 ἄλλων] πολλῶν Doehnerus. Fort. αὐλῶν

49 διὰ] Vulcobius

50 ὑμνῶν R

51 Πίνδαρος] Bergk. 1 p. 388

52 Mullach. 1 p. 8 vs. 301

53 ναὶ] καὶ X

54 χελύων τε] τε χελωνῶν Karstenus

55 καινὸν mei

56 ἐλέγομεν *: ὦν ἐλέγομεν

57 em. Amyotusπροσειπεῖν

58 Ὁμηρον] cf. B 363

59 φρατρίας φρατρίαις?

60 τοιοῦτο R: τοῦτο

61 φθονέει] om. mei

62 Hes. OD 26

63 καίπερ] ὥσπερ?

64 lac. 7 Vd E. Fort. supplendum: ἔπος παρ᾽ (aut πρὸς) ἔπος ἀναζωπυρεῖν φλόγα μεγάλην κινδυνεύουσι τᾲ μάλιστα cf. Aristoph. Nub. 1375. Eust. ad Il. p. 53, 41

65 lac. 4 Vd E. Fort. supplendum πρᾶον

66 συνάγω] συναγαγὼν mei ex συνάγω τῶν ut vid.

67 δεῖγμα mei

68 παιδικῶν inserui ex p. 77 c. cf. Nauck. p. 309

69 ταὐτοῦ *: τοῦ αὐτοῦ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: