previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εἰ δεῖ φιλοσοφεῖν παρὰ πότον.


πρῶτον δὲ πάντων τέτακται τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον. μέμνησαι γὰρ ὅτι, ζητήσεως Ἀθήνησι μετὰ δεῖπνον γενομένης εἰ χρηστέον ἐν οἴνῳ φιλοσόφοις λόγοις καὶ τί μέτρον ἔστι χρωμένοις, ἀρίστων παρώνεἰσὶ γάρἔφησεπρὸς τῶν θεῶν οἱ φιλοσόφοις χώραν 1 ἐπ᾽ οἴνῳ 2 μὴ διδόντες;’ ἐγὼ δ᾽ εἶπονἀλλοὐ γὰρ εἰσίν, ἑταῖῤ, οἳ 3 καὶ πάνυ γε σεμνῶς κατειρωνευόμενοι λέγουσι μὴ δεῖν ὥσπερ οἰκοδέσποιναν ἐν οἴνῳ φθέγγεσθαι φιλοσοφίαν: καὶ τοὺς Πέρσας 4 ὀρθῶς φασι μὴ ταῖς γαμεταῖς ἀλλὰ ταῖς παλλακίσι συμμεθύσκεσθαι καὶ συνορχεῖσθαι; ταὐτὸ δὴ καὶ ἡμᾶς ἀξιοῦσι ποιεῖν εἰς τὰ συμπόσια τὴν μουσικὴν καὶ τὴν ὑποκριτικὴν ἐπεισάγοντας φιλοσοφίαν δὲ μὴ κινοῦντας, ὡς οὔτε συμπαίζειν ἐκείνην ἐπιτήδειον οὖσαν οὔθ᾽ ἡμᾶς τηνικαῦτα σπουδαστικῶς ἔχοντας: οὐδὲ γὰρ Ἰσοκράτη τὸν σοφιστὴν ὑπομεῖναι δεομένων εἰπεῖν τι [p. 4] παρ᾽ οἶνον ἀλλ᾽ τοσοῦτονἐν οἷς μὲν ἐγὼ δεινός, οὐχ νῦν καιρός: ἐν οἷς 5 δ᾽ νῦν καιρός, οὐκ ἐγὼ δεινός.’


καὶ Κράτων ἀνακραγώνεὖ γ᾽εἶπενὴ τὸν Διόνυσον ἐξώμνυτο τὸν λόγον, εἰ τοιαύτας ἔμελλε περαίνειν περιόδους, αἷς ἔμελλε Χαρίτων ἀνάστατον γενήσεσθαι συμπόσιον 6. οὐχ ὅμοιον δ᾽ οἶμαι ῥητορικὸν ἐξαιρεῖν 7 συμποσίου λόγον καὶ φιλόσοφον: ἀλλ᾽ ἕτερόν ἐστι τὸ φιλοσοφίας, 8 ἣν τέχνην περὶ βίον οὖσαν οὔτε τινὸς παιδιᾶς οὔτε τινὸς ἡδονῆς διαγωγὴν ἐχούσης ἀποστατεῖν εἰκὸς ἀλλὰ πᾶσι παρεῖναι τὸ μέτρον καὶ τὸν καιρὸν ἐπιφέρουσαν: 9 μηδὲ σωφροσύνην μηδὲ δικαιοσύνην οἰώμεθα δεῖν εἰς τοὺς πότους δέχεσθαι, κατειρωνευόμενοι τὸ σεμνὸν αὐτῶν. εἰ μὲν οὖν, ὥσπερ οἱ τὸν Ὀρέστην ἑστιῶντες, ἐν Θεσμοθετείῳ 10 σιωπῇ τρώγειν καὶ πίνειν ἐμέλλομεν, ἦν τι τοῦτο τῆς ἀμαθίας οὐκ ἀτυχὲς 11 παραμύθιον: εἰ δὲ πάντων μὲν Διόνυσος Λύσιός ἐστι καὶ Λυαῖος 12, μάλιστα δὲ τῆς γλώττης ἀφαιρεῖται τὰ χαλινὰ καὶ πλείστην ἐλευθερίαν τῇ φωνῇ δίδωσιν 13, ἀβέλτερον οἶμαι καὶ ἀνόητον ἐν λόγοις πλεονάζοντα καιρὸν ἀποστερεῖν τῶν ἀρίστων λόγων, καὶ ζητεῖν μὲν ἐν ταῖς διατριβαῖς περὶ συμποτικῶν καθηκόντων καὶ τίς ἀρετὴ συμπότου καὶ πῶς οἴνῳ χρηστέον, ἐξ αὐτῶν δὲ τῶν συμποσίων ἀναιρεῖν [p. 5] φιλοσοφίαν ὡς ἔργῳ βεβαιοῦν διδάσκει λόγῳ μὴ δυναμένην.’


σοῦ δ᾽ εἰπόντος οὐκ ἄξιον εἶναι Κράτωνι περὶ τούτων ἀντιλέγειν, ὅρον δέ τινα καὶ χαρακτῆρα τῶν παρὰ πότον φιλοσοφουμένων ζητεῖν ἐκφεύγοντα 14 τοῦτο δὴ τὸ παιζόμενον οὐκ ἀηδῶς πρὸς τοὺς ἐρίζοντας καὶ σοφιστιῶντας
νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα,
ηομ. β 381 καὶ παρακαλοῦντος ἡμᾶς ἐπὶ τὸν λόγον: ἔφην ἐγὼ πρῶτον ὅτι μοι δοκεῖ σκεπτέον εἶναι τὸ τῶν παρόντων: ‘ἂν μὲν γὰρ πλείονας ἔχῃ φιλολόγους τὸ συμπόσιον, ὡς τὸ Ἀγάθωνος Σωκράτας Φαίδρους Παυσανίας Ἐρυξιμάχους, καὶ τὸ Καλλίου Χαρμίδας Ἀντισθένας Ἑρμογένας, ἑτέρους τούτοις παραπλησίους, ἀφήσομεν αὐτοὺς μύθῳ φιλοσοφεῖν 15, οὐχ ἧττον ταῖς Μούσαις τὸν Διόνυσον ταῖς Νύμφαις κεραννύντας 16 ἐκεῖναι μὲν γὰρ αὐτὸν τοῖς σώμασιν ἵλεων 17 καὶ πρᾶον, αὗται δὲ ταῖς ψυχαῖς μειλίχιον ὄντως καὶ χαριδώτην 18 ἐπεισάγουσι. καὶ γὰρ ἂν ὀλίγοι τινὲς ἰδιῶται παρῶσιν, ὥσπερ ἄφωνα γράμματα φωνηέντων ἐν μέσῳ πολλῶν τῶν πεπαιδευμένων ἐμπεριλαμβανόμενοι, φθογγῆς τινος οὐ παντελῶς ἀνάρθρου καὶ συνέσεως κοινωνήσουσιν. ἂν δὲ πλῆθος τοιούτων ἀνθρώπων, οἳ παντὸς μὲν ὀρνέου παντὸς δὲ νεύρου καὶ ξύλου μᾶλλον φιλοσόφου [p. 6] φωνὴν ὑπομένουσι, τὸ τοῦ Πεισιστράτου χρήσιμον ἐκεῖνος γὰρ ἐν διαφορᾷ τινι πρὸς τοὺς υἱοὺς γενόμενος, ὡς ᾔσθετο τοὺς ἐχθροὺς χαίροντας, ἐκκλησίαν συναγαγὼν ἔφη βούλεσθαι μὲν αὐτὸς πεῖσαι τοὺς παῖδας, ἐπεὶ δὲ δυσκόλως ἔχουσιν, αὐτὸς 19 ἐκείνοις πείσεσθαι καὶ ἀκολουθήσειν. οὕτω δὴ καὶ φιλόσοφος ἀνὴρ ἐν συμπόταις μὴ δεχομένοις τοὺς λόγους αὐτοῦ μεταθέμενος ἕψεται καὶ ἀγαπήσει τὴν ἐκείνων διατριβὴν, ἐφ᾽ ὅσον μὴ ἐκβαίνει τὸ εὔσχημον: εἰδὼς ὅτι ῥητορεύουσι μὲν ἄνθρωποι διὰ λόγου, φιλοσοφοῦσι δὲ καὶ σιωπῶντες καὶ παίζοντες καὶ νὴ Δία σκωπτόμενοι καὶ σκώπτοντες. ‘οὐ γὰρ μόνον ἀδικίας ἐσχάτης ἐστίνὥς φησι Πλάτων 20μὴ ὄντα δίκαιον εἶναι δοκεῖν,’ ἀλλὰ καὶ συνέσεως ἄκρας φιλοσοφοῦντα μὴ δοκεῖν φιλοσοφεῖν καὶ παίζοντα διαπράττεσθαι τὰ τῶν σπουδαζόντων. ὡς γὰρ αἱ παρ᾽ Εὐριπίδῃ 21 μαινάδες ἄνοπλοι 22 καὶ ἀσίδηροι τοῖς θυρσαρίοις παίουσαι τοὺς ἐπιτιθεμένους τραυματίζουσιν, οὕτω τῶν ἀληθινῶν φιλοσόφων καὶ τὰ σκώμματα καὶ οἱ γέλωτες τοὺς μὴ παντελῶς ἀτρώτους κινοῦσιν ἁμωσγέπως καὶ συνεπιστρέφουσιν. ’


οἶμαι δὲ 23 διηγήσεων εἶναί τι συμποτικὸν γένος, ὧν τὰς μὲν ἱστορία δίδωσι, τὰς δ᾽ ἐκ τῶν ἀνὰ χεῖρα πραγμάτων λαβεῖν ἔστι, πολλὰ μὲν εἰς φιλοσοφίαν παραδείγματα πολλὰ δ᾽ εἰς εὐσέβειαν ἐχούσας, ἀνδρικῶν τε πράξεων καὶ μεγαλοθύμων ἐνίας δὲ χρηστῶν καὶ φιλανθρώπων ζῆλον [p. 7] ἐπαγούσας: αἷς ἤν τις ἀνυπόπτως χρώμενος διαπαιδαγωγῇ τοὺς πίνοντας, οὐ τὰ ἐλάχιστα τῶν κακῶν ἀφαιρήσει τῆς μέθης. οἱ μὲν οὖν τὰ βούγλωσσα καταμιγνύντες εἰς τὸν οἶνον καὶ τοῖς ἀποβρέγμασι τῶν περιστερεώνων 24 καὶ ἀδιάντων τὰ ἐδάφη ῥαίνοντες, ὡς τούτων τινὰ τοῖς ἑστιωμένοις εὐθυμίαν καὶ φιλοφροσύνην ἐνδιδόντων, ἀπομιμούμενοι τὴν Ὁμηρικὴν 25 Ἑλένην ὑποφαρμάττουσαν τὸν ἄκρατον, οὐ συνορῶσιν ὅτι κἀκεῖνος 26 μῦθος ἐκπεριελθὼν ἀπ᾽ Αἰγύπτου μακρὰν ὁδὸν εἰς λόγους ἐπιεικεῖς καὶ πρέποντας ἐτελεύτησεν γὰρ Ἑλένη πίνουσιν αὐτοῖς διηγεῖται περὶ τοῦ Ὀδυσσέως:
οἷον τόδ᾽ 27 ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ,
28 αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας:
τοῦτο γὰρ ἦν ὡς ἔοικε τὸ νηπενθὲς φάρμακον καὶ ἀνώδυνον, λόγος ἔχων καιρὸν ἁρμόζοντα τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασιν. οἱ δὲ χαρίεντες, κἂν ἀπ᾽ εὐθείας φιλοσοφῶσι, τηνικαῦτα διὰ τοῦ πιθανοῦ μᾶλλον βιαστικοῦ τῶν ἀποδείξεων ἄγουσι τὸν λόγον. ὁρᾷς γὰρ ὅτι καὶ Πλάτων ἐν τῷ Συμποσίῳ περὶ τέλους διαλεγόμενος καὶ τοῦ πρώτου ἀγαθοῦ καὶ ὅλως θεολογῶν οὐκ ἐντείνει τὴν ἀπόδειξιν οὐδ᾽ ὑποκονίεται, τὴν λαβὴν ὥσπερ εἴωθεν εὔτονον ποιῶν καὶ ἄφυκτον, ἀλλ᾽ ὑγροτέροις λήμμασι καὶ παραδείγμασι καὶ μυθολογίαις προσάγεται τοὺς ἄνδρας.’ [p. 8]


εἶναι δὲ δεῖ καὶ αὐτὰς τὰς ζητήσεις ὑγροτέρας καὶ γνώριμα τὰ προβλήματα καὶ τὰς πεύσεις 29 ἐπιεικεῖς καὶ μὴ γλίσχρας, ἵνα μὴ πνίγωσι τοὺς ἀνοητοτέρους μηδ᾽ ἀποτρέπωσιν. ὥσπερ γὰρ τὰ σώματα 30 πινόντων 31 δι᾽ ὀρχήσεως καὶ χορείας νενόμισται σαλεύειν, ἂν δ᾽ ὁπλομαχεῖν ἀναστάντας δισκεύειν ἀναγκάζωμεν 32 αὐτούς, οὐ μόνον ἀτερπὲς ἀλλὰ καὶ βλαβερὸν ἔσται τὸ συμπόσιον: οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ‘ἐριδαντέωνδὲ κατὰ Δημόκριτον 33καὶ ἱμαντελικτέων 34λόγους ἀφετέον, οἳ αὐτούς τε κατατείνουσιν ἐν πράγμασι γλίσχροις καὶ δυσθεωρήτοις τούς τε παρατυγχάνοντας ἀνιῶσι: δεῖ γὰρ ὡς τὸν οἶνον κοινὸν εἶναι καὶ τὸν λόγον, οὗ πάντες μεθέξουσιν. οἱ δὲ τοιαῦτα προβλήματα καθιέντες οὐδὲν ἂν τῆς Αἰσωπείου γεράνου καὶ ἀλώπεκος ἐπιεικέστεροι πρὸς κοινωνίαν φανεῖεν: ὧν μὲν ἔτνος τι λιπαρὸν κατὰ λίθου πλατείας καταχεαμένη 35 τὴν γέρανον ἐδέξατο οὐκ εὐωχουμένην 36, ἀλλὰ γελοῖα 37 πάσχουσαν: ἐξέφευγε γὰρ ὑγρότητι τὸ ἔτνος τὴν λεπτότητα τοῦ στόματος αὐτῆς. ἐν μέρει τοίνυν γέρανος αὐτῇ καταγγείλασα δεῖπνον ἐν λαγυνίδι προὔθηκε λεπτὸν ἐχούσῃ καὶ μακρὸν τράχηλον, ὥστ᾽ αὐτὴ 38 μὲν καθιέναι τὸ στόμα ῥᾳδίως καὶ ἀπολαύειν, [p. 9] τὴν δ᾽ ἀλώπεκα μὴ δυναμένην κομίζεσθαι συμβολὰς πρεπούσας. οὕτω τοίνυν, ὅταν οἱ φιλόσοφοι παρὰ πότον εἰς λεπτὰ καὶ διαλεκτικὰ προβλήματα καταδύντες ἐνοχλῶσι τοῖς πολλοῖς ἕπεσθαι μὴ δυναμένοις, ἐκεῖνοι δὲ πάλιν ἐπ᾽ ᾠδάς 39 τινας καὶ διηγήματα φλυαρώδη καὶ λόγους βαναύσους καὶ ἀγοραίους ἐμβάλλωσιν 40 ἑαυτούς, οἴχεται τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται Διόνυσος. ὥσπερ οὖν, Φρυνίχου καὶ Αἰσχύλου τὴν τραγῳδίαν εἰς μύθους καὶ πάθη προαγόντων, ἐλέχθη τὸτί ταῦτα πρὸς τὸν Διόνυσον;’ 41 οὕτως ἔμοιγε πολλάκις εἰπεῖν παρέστη πρὸς τοὺς ἕλκοντας εἰς τὰ συμπόσια τὸν Κυριεύοντα 42 ‘: ἄνθρωπε, τί ταῦτα πρὸς τὸν Διόνυσον;’ ᾁδειν μὲν γὰρ ἴσως 43 τὰ καλούμενα σκόλια, κρατῆρος ἐν μέσῳ προκειμένου καὶ στεφάνων διανεμομένων, οὓς θεὸς ἐλευθερῶν ἡμᾶς ἐπιτίθησιν, οὐ καλὸν δ᾽ οὐδὲ συμποτικόν. ἐπεί τοι καὶ τὰ σκόλιά φασιν οὐ γένος ᾀσμάτων εἶναι πεποιημένων ἀσαφῶς, ἀλλ᾽ ὅτι πρῶτον μὲν ᾖδον ᾠδὴν τοῦ θεοῦ κοινῶς ἅπαντες μιᾷ φωνῇ παιανίζοντες, δεύτερον 44 δ᾽ ἐφεξῆς ἑκάστῳ μυρσίνης παραδιδομένης, ἣν αἴσακον οἶμαι διὰ τὸ ᾁδειν τὸν δεξάμενον ἐκάλουν: ἐπὶ δὲ τούτῳ λύρας περιφερομένης, μὲν πεπαιδευμένος ἐλάμβανε καὶ ᾖδεν ἁρμοζόμενος, τῶν [p. 10] δ᾽ ἀμούσων οὐ προσιεμένων, σκολιὸν ὠνομάσθη τὸ μὴ κοινὸν αὐτοῦ μηδὲ ῥᾴδιον. ἄλλοι δέ φασι τὴν μυρσίνην οὐ καθεξῆς βαδίζειν, ἀλλὰ καθ᾽ ἕκαστον ἀπὸ 45 κλίνης ἐπὶ κλίνην διαφέρεσθαι: τὸν γὰρ πρῶτον ᾁσαντα τῷ πρώτῳ τῆς δευτέρας κλίνης ἀποστέλλειν, ἐκεῖνον δὲ τῷ πρώτῳ τῆς τρίτης, εἶτα τὸν δεύτερον ὁμοίως τῷ δευτέρῳ, καὶ τὸ ποικίλον καὶ πολυκαμπὲς ὡς ἔοικε τῆς περιόδου σκολιὸν ὠνομάσθη.’

1 χῶρον mei

2 ἐν οἴνῳ?

3 οἵ] om. mei

4 Πέρσας] Πάρθους Macrobius 7, 1, 3

5 ἐν οἷς] οἷς Cobetus

6 τὸ συμπόσιον?

7 ἐξαιρεῖν Emperius: ἐξαίρειν

8 ἐστί τι τὸ τῆς φιλοσοφίας R

9 ἐπιφαίνουσαν Doehnerus

10 θεσμοθετείῳ Turnebus: θεσμοθετίῳ

11 ἀτυχὲς X: εὐτυχὲς

12 Λυαῖος R: λύδιος

13 emendavit S: πλεονάζον τὸ ἄκαιρον

14 malim ἐκφεύγοντας

15 μύθῳ φιλοσοφεῖν] contrarium est ἀπ᾽ εὐθείας φιλοσοφεῖν (p. 614 c). W iudice μύθῳ incongruum est

16 κερανύντες

17 ἵλεων *: ἵλεω

18 χαριδώτην Lobeckius: χαριδότην

19 αὐτὸς Cobetus: αὐτὸν

20 Πλάτων] Rep. p. 361 a

21 Εὐριπίδῃ] Bacch. 736

22 malim ἄοπλοι

23 δὲ] δὲ καὶ R

24 περιστερεώνων Iunius: ἀριστερέων

25 Ομηρικὴν] δ 220

26 κἀκείνοις R

27 τόδ᾽ Turnebus

28 Hom. δ 271, 273

29 πείσεις Madvigius

30 σώματα M: συμπόσια

31 τῶν πινόντων R

32 ἀναγκάζομεν mei

33 Δημόκριτον] Mullach. 1 p. 349

34 ἐριδανταίων - ἱμαντελικταίων mei. cf. Symb. meas in Strab. p. 8

35 Anonymus: καταχεαμένην

36 τὴν γέρανον ἐδέξατ᾽ οὐκ εὐωχουμένην supplevi

37 γελοῖα Vulcobius: γέλωτα Malim γέλωτος ἄξια cf. p. 814 a

38 *: αὐτὴν

39 ἐπ᾽ ᾠδὰς Turnebus: ἐπωδὰς

40 *: ἐμβάλωσιν ib. Turnebus: ἑαυτοῖς

41 cf. Leutsch. 1 p. 137. 2 p. 218

42 τὸν κυρίττοντα X

43 ἴσως] ἔθος W. Sed cod. Vd (=Vindobonensis) m. s. in marg. adscripsit ex regione verbi ἐπιτίθησιν haec: εὔλογον: λόγοις δὲ γλίσχροις παρὰ πότον κεχρῆσθαι, probabiliter

44 Turnebus: δευτέραν

45 ἀπὸ Turnebus: ἐπὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: