previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[63] οὗτοι Ζακανθαίους, πόλιν Ἰβηριας ἐπιφανῆ, σφίσι τε αὐτοῖς ἔνσπονδον καὶ φίλην ἡμῖν, ἡβηδὸν ἔκτειναν οὐδὲν ἀδικοῦντας. οὗτοι Νουκερίαν ὑπήκοον ἡμῶν ἐπὶ συνθήκῃ λαβόντες, καὶ ὀμόσαντες σὺν δύο ἱματίοις ἕκαστον ἀπολύσειν, τὴν μὲν βουλὴν αὐτῶν ἐς τὰ βαλανεῖα συνέκλεισαν καὶ ὑποκαίοντες τὰ βαλανεῖα ἀπέπνιξαν, τὸν δὲ δῆμον ἀπιόντα κατηκόντισαν. Ἀχερρανῶν δὲ τὴν βουλὴν ἐν σπονδαῖς ἐς τὰ φρέατα ἐνέβαλον, καὶ τὰ φρέατα ἐπέχωσαν. Μᾶρκόν τε Κορνήλιον ὕπατον ἡμέτερον ὅρκοις ἀπατήσαντες ἤγαγον μὲν ὡς ἐπισκεψόμενον αὐτῶν τὸν στρατηγὸν ἀρρωστοῦντα, συναρπάσαντες δὲ ἀπήγαγον ἐς Λιβύην ἐκ Σικελίας αἰχμάλωτον μετὰ δύο καὶ εἴκοσι νεῶν. ἔκτειναν δὲ καὶ Ῥῆγλον αἰκισάμενοι, στρατηγὸν ἕτερον ἡμῶν, ὑπ᾽ εὐορκίας ἐπανελθόντα πρὸς αὐτούς. ὅσα δ᾽ Ἀννίβας πολεμῶν ἐνεδρεύων παρορκῶν ἔς τε πόλεις καὶ στρατόπεδα ἡμῶν καὶ λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ, τάς τε πόλεις πορθῶν καὶ τοὺς αὐτῷ συστρατευσαμένους κατακαίνων, μακρὸν ἂν εἴη καταλέγειν. πλὴν ὅτι τετρακόσια ἡμῶν ἀνέστησεν ἄστη. τοὺς δ᾽ αἰχμαλώτους ἡμῶν τοὺς μὲν ἐς τάφρους καὶ ποταμοὺς ἐμβαλόντες ὡς γεφύραις ἐπέβαινον, τοὺς δὲ τοῖς ἐλέφασιν ὑπέβαλλον, τοὺς δ᾽ ἀλλήλοις μονομαχεῖν ἐκέλευον, ἀδελφοὺς ἀδελφοῖς συνιστάντες καὶ πατέρας υἱοῖς. τὰ δ᾽ ἔναγχος ταῦτα, περὶ εἰρήνης ἐπρέσβευον ἐνταῦθα καὶ παρεκάλουν καὶ ὤμνυον, καὶ οἱ πρέσβεις αὐτῶν ἔτι παρῆσαν, ἐν δὲ Λιβύῃ τὰς ναῦς ἡμῶν διήρπαζον καὶ τοὺς στρατιώτας κατέδεον. τοσοῦτον αὐτοῖς καὶ ἀνοίας διὰ τὴν ὠμότητα περίεστιν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), NUCE´RIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: