previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45] μακρᾶς δὲ καὶ ἀκρίτου τῆς μάχης οὔσης, οἱ στρατηγοὶ τοὺς κάμνοντας ἐλεοῦντες ὥρμων ἐπ᾽ ἀλλήλους ὡς ἐν σφίσι τῆς κρίσεως ταχυτέρας ἐσομένης. καὶ ἠκόντισαν ὁμοῦ, Σκιπίων μὲν Ἀννίβου τὴν ἀσπίδα, δ᾽ Ἀννίβας ἔτυχε τοῦ ἵππου. καὶ ἵππος ὑπὸ τῆς πληγῆς ἐξέφερεν ὀπίσω τὸν Σκιπίωνα, μέχρι περιβὰς ἕτερον ἵππον αὖθις ἐς τὸν Ἀννίβαν ἠκόντισεν. ἀλλ᾽ ἀπέτυχεν αὐτοῦ καὶ τότε, τὸν δὲ ἱππέα τὸν ἐγγὺς ἔβαλεν. ἧκε δ᾽ ἐν τούτῳ καὶ Μασσανάσσης πυθόμενος. καὶ οἱ Ῥωμαῖοι τὸν στρατηγὸν ὁρῶντες στρατιωτικῶς σφῶν ὑπερμαχόμενον, καρτερώτερεν τοῖς πολεμίοις ἐνέπεσον καὶ ἐτρέψαντο καὶ φεύγοντας ἐδίωκον: οὐδὲ παριππεύοντος αὐτοῖς τοῦ Ἀννίβου καὶ δεομένου στῆναι καὶ τῆς μάχης αὖθις ἐς πεῖραν ἐλθεῖν ἔτι ἐπείθοντο. ἀπογνοὺς οὖν αὐτῶν Ἀννίβας τοὺς ἐξ Ἰταλιας οἱ συνελθόντας, ἐφεδρεύοντας ἔτι καὶ ἀτρεμοῦντας, ἦγεν ἐπὶ τὴν μάχην, ἐλπίσας Ῥωμαίοις ἅτε διώκουσιν ἀσυντακτοτέροις ἐπιπεσεῖσθαι. οἱ δὲ τὸ ἐνθύμημα αὐτοῦ θεασάμενοι, μετὰ σπουδῆς ἀλλήλους ἐκ τῆς διώξεως ἀνεκάλουν, καὶ συνετάσσοντο αὖθις ἐς μάχην. οὔτε δὲ ἵππων σφίσι παρόντων οὔτε ἀκοντίων ἔτι ὄντων, ξίφεσιν ἐς ἀλλήλους ἐχρῶντο καὶ συνεπλέκοντο. φόνος τε ἦν πολὺς ἐνθάδε μάλιστα καὶ τραύματα μέγιστα, καὶ πιπτόντων στόνος καὶ ἀναιρούντων μεγαλαυχία, μέχρι ποτὲ καὶ τούσδε ἐτρέψαντο οἱ Ἰταλοὶ καὶ φεύγουσιν εἵποντο, κρίσις τε ἦν λαμπρὰ τοῦ πολέμου.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: