previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[106] καὶ μὲν τοῦτ᾽ εἰπὼν ἐτελεύτησεν, ἀνὴρ ἐς πάντα ἐπιτυχής, τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸς ἔδωκεν, ἀφαιρεθέντι πρὸς Καρχηδονίων καὶ Σύφακος, ἀναλαβεῖν καὶ προαγαγεῖν ἐπὶ μέγιστον, ἀπὸ Μαυρουσίων τῶν παρ᾽ ὠκεανῷ μέχρι τῆς Κυρηναίων ἀρχῆς ἐς τὰ μεσόγεια, ἡμερῶσαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων ποηφαγούντων διὰ τὸ ἀγεώργητον, θησαυρούς τε μεγάλους χρημάτων καταλιπεῖν καὶ στρατιὰν πολλὴν γεγυμνασμένην, τῶν δ᾽ ἐχθρῶν Σύφακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δ᾽ αἴτιον τῆς ἀναστάσεως γενέσθαι, πάμπαν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα. ἔφυ δὲ καὶ τὸ σῶμα μέγας τε καὶ εὔρωστος ἐς γῆρας πολύ, καὶ μάχης ἐπειρᾶτο μέχρι τοῦ θανάτου, ἵππου τε χωρὶς ἀναβολέως ἐπέβαινεν. καὶ μεγίστῳ δὴ τῷδ᾽ ἐτεκμηρίωσε μάλιστα τὴν εὐρωστίαν αὑτοῦ: πολλῶν γὰρ αὐτῷ παίδων γιγνομένων τε καὶ ἀποθνησκόντων, οὔποτε μὲν ἦσαν αὐτῷ μείους τῶν δέκα, τετραετὲς δὲ παιδίον ἐνενηκοντούτης ὢν ἀπέλιπεν. μὲν δὴ Μασσανάσσης ὧδε χρόνου τε καὶ σώματος ἔχων ἐτεθνήκει, Σκιπίων δὲ τοῖς μὲν νόθοις αὐτοῦ παισὶ προσέθηκεν ἑτέρας δωρεάς, τοῖς δὲ γνησίοις τοὺς μὲν θησαυροὺς καὶ φόρους καὶ τὸ ὄνομα τῆς βασιλείας κοινὸν ἀπέφηνε, τὰ δ᾽ ἄλλα διέκρινεν ὡς ἔμελλεν ἁρμόσειν πρὸς ἐβούλετο ἕκαστος, Μικίψῃ μέν, ὃς πρεσβύτατος ὢν εἰρηνικώτατος ἦν, Κίρτην ἐξαίρετον ἔχειν καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ, Γολόσσῃ δέ, στρατιωτικῷ τε ὄντι καὶ δευτέρῳ καθ᾽ ἡλικίαν, πολέμου τε καὶ εἰρήνης εἶναι κυρίῳ, Μαστανάβᾳ δέ, ὃς νεώτατος ὢν ἤσκει δικαιοσύνην, δικάζειν τοῖς ὑπηκόοις τὰ ἀμφίλογα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: