[67]
καὶ τέλος εἶχε Ῥωμαίοις ὁ δεύτερος πρὸς Καρχηδονίους πόλεμος, ἀρξάμενος ἀπὸ Ἰβηρίας, λήξας δ᾽ ἐν Λιβύῃ ἐς τάσδε τὰς περὶ αὐτῆς Καρχηδόνος σπονδάς. καὶ ὀλυμπιάδες ἐν τοῖς Ἕλλησιν ἦσαν ἀμφὶ τὰς ἑκατὸν καὶ τεσσαράκοντα καὶ τέσσαρας. Μασσανάσσης δὲ Καρχηδονίοις τε μηνίων καὶ Ῥωμαίοις θαρρῶν ἐπέβαινε γῇ πολλῇ τῶν Καρχηδονίων ὡς γενομένῃ ποτὲ ἑαυτοῦ. καὶ οἱ Καρχηδόνιοι Ῥωμαίους παρεκάλουν σφίσι Μασσανάσσην συναλλάξαι. οἱ δ᾽ ἔπεμπον διαλλακτάς, οἷς εἴρητο συμπράσσειν ὅσα δύναιντο Μασσανάσσῃ. οὕτω μὲν τὴν γῆν ἀπετέμετο Καρχηδονιων ὁ Μασσανάσσης, καὶ συνθῆκαι Καρχηδονίοις καὶ πρὸς τόνδε ἐγένοντο, αἳ διέμειναν ἐς ἔτη πεντήκοντα, ἐν οἷς μάλιστα ἡ Καρχηδὼν εἰρηνεύουσα ὁμαλῶς ἐς μέγα δυνάμεως καὶ εὐανδρίας ἦλθεν ἔκ τε πεδίων εὐκαρπίας καὶ θαλάσσης εὐκαιρίας.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.