previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[117] μὲν δὴ Σκιπίων ταῦτ᾽ εἶπε, καὶ εὐθὺς ἀπήλαυνε τὸ πλῆθος ἀνδρῶν ἀχρείων, καὶ σὺν αὐτοῖς ὅσα περιττὰ καὶ μάταια καὶ τρυφερὰ ἦν. καθαροῦ δὲ τοῦ στρατοῦ γενομένου καὶ περιδεοῦς καὶ ἐς τὰ παραγγελλόμενα ὀξέος, ἀπεπείραζε τῶν καλουμένων Μεγάρων νυκτὸς μιᾶς διχῇ λανθάνων. χωρίον δ᾽ ἐστὶν εὐμέγεθες ἐν τῇ πόλει τὰ Μέγαρα, τῷ τείχει παρεζευγμένον: ἐς τῇ μὲν ἑτέρους περιέπεμπε, τῇ δ᾽ αὐτὸς σὺν πελέκεσι καὶ κλίμαξι καὶ μοχλοῖς ἐβάδιζε σταδιους εἴκοσιν ἀψοφητί, μετὰ σιγῆς βαθυτάτης. αἰσθήσεως δ᾽ ἄνωθεν, ὅτε μάλιστ᾽ ἐπλησίαζε, καὶ βοῆς ἀπὸ τῶν τειχῶν γενομένης, ἀντεβόησεν αὐτός τε πρῶτος καὶ στρατὸς αὐτοῦ καὶ οἱ ἐπὶ θάτερα ἀπεσταλμένοι μέγιστον, ὡς τῷδε πρώτῳ τοὺς Καρχηδονίους καταπλαγῆναι, τοσούτων ἐχθρῶν ἐν πλευραῖς ἄφνω νυκτὸς ἐπιγενομένων. κατὰ μὲν οὖν τὸ τεῖχος οὐδέν, καίπερ ἐπιχειρῶν, ἤνυεν, ἐς δέ τινος ἰδιώτου πύργον ἔρημον, ἐκτὸς ὄντα τοῦ τείχους καὶ τὸ ὕψος ἴσον ὄντα τῷ τείχει, νεανίας ἀνεβίβασεν εὐτόλμους, οἳ τοὺς ἐπὶ τῶν τειχῶν ἀκοντίοις ἀνέστελλον, ξύλα τε καὶ σανίδας ἐς τὸ διάστημα ἐπιθέντες καὶ δι᾽ αὐτῶν ἐς τὰ τείχη διαδραμόντες καθήλαντο ἐς τὰ Μέγαρα, καὶ πυλίδα κόψαντες ἐδέχοντο τὸν Σκιπίωνα. δὲ ἐσῆλθε μὲν σὺν ἀνδράσι τετρακισχιλίοις, καὶ φυγη ταχεῖα τῶν Καρχηδονίων ἐς τὴν Βύρσαν ἦν ὡς τῆς ἄλλης πόλεως ἁλούσης. βοή τε ἐγίγνετο ποικίλη καὶ τινῶν αἰχμαλωσία καὶ θόρυβος, ὡς καὶ τοὺς ἔξω στρατοπεδεύοντας ἐκλιπεῖν τὸ χαράκωμα καὶ ἐς τὴν Βύρσαν ὁμοῦ τοῖς ἄλλοις ἀναδραμεῖν. δὲ Σκιπίων ῾τὸ γὰρ χωρίον, τὰ Μέγαρα, ἐλαχανεύετο καὶ φυτῶν ὡραίων ἔγεμεν, αἱμασιαῖς τε καὶ θριγκοῖς βάτου καὶ ἄλλης ἀκάνθης καὶ ὀχετοῖς βαθέος ὕδατος ποικίλοις τε καὶ σκολιοῖς κατάπλεων ἦν̓ ἔδεισε μὴ ἄβατον καὶ δυσχερὲς στρ ατῷ διώκοντι ἐν ἀγνωσίᾳ μάλιστα διόδων, καί τις ἐν νυκτὶ ἐνέδρα γένοιτο. ἀνεζευγνυε δή.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), TURRIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: