previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] χρόνῳ δ᾽, ἐντεῦθεν ὁρμώμενοι καὶ τῶν περιοίκων ἀμείνους ὄντες ἐς χεῖρας ἐλθεῖν, ναυσί τε χρώμενοι καὶ τὴν θάλασσαν οἷα Φοίνικες ἐργαζόμενοι, τὴν πόλιν τὴν ἔξω τῇ Βύρσῃ περιέθηκαν. καὶ δυναστεύοντες ἤδη Λιβύης ἐκράτουν καὶ πολλῆς θαλάσσης, ἐκδήμους τε πολέμους ἐστράτευον ἐς Σικελίαν καὶ Σαρδὼ καὶ νήσους ἄλλας ὅσαι τῆσδε τῆς θαλάσσης εἰσί, καὶ ἐς Ἰβηρίαν. πολλαχῇ δὲ καὶ ἀποικίας ἐξέπεμπον. τε ἀρχὴ αὐτοῖς ἐγένετο δυνάμει μὲν ἀξιόμαχος τῇ Ἑλληνικῇ, περιουσίᾳ δὲ μετὰ τὴν Περσικήν. ἑπτακοσίοις δ᾽ αὐτοὺς ἔτεσιν ἀπὸ τοῦ συνοικισμοῦ Ῥωμαῖοι Σικελίαν ἀφείλοντο, καὶ Σαρδὼ μετὰ Σικελίαν, δευτέρῳ δὲ πολέμῳ καὶ Ἰβηρίαν. ἔς τε τὴν ἀλλήλων ἐμβαλόντες μεγάλοις στρατοῖς, οἱ μὲν Ἀννίβου σφῶν ἡγουμένου τὴν Ἰταλίαν ἐπόρθουν ἑκκαίδεκα ἔτεσιν ἑξῆς, οἱ δὲ Λιβύην Κορνηλίου Σκιπίωνος τοῦ πρεσβυτέρου σφῶν στρατηγοῦντος, μέχρι τὴν ἡγεμονίαν Καρχηδονίους ἀφείλοντο καὶ ναῦς καὶ ἐλέφαντας, καὶ χρήματα σφίσιν ἐπέταξαν ἐσενεγκεῖν ἐν χρόνῳ. δεύτεραί τε σπονδαὶ Ῥωμαίοις καὶ Καρχηδονίοις αἵδε διέμειναν ἐς ἔτη πεντήκοντα, μέχρι λύσαντες αὐτὰς τρίτον πόλεμον καὶ τελευταῖον ἀλλήλοις ἐπολέμησαν, ἐν Καρχηδόνα Ῥωμαῖοι κατέσκαψαν Σκιπίωνος τοῦ νεωτέρου σφῶν στρατηγοῦντος, καὶ ἐπάρατον ἔγνωσαν. αὖθις δ᾽ ᾤκισαν ἰδίοις ἀνδράσιν, ἀγχοτάτω μάλιστα τῆς προτέρας, ὡς εὔκαιρον ἐπὶ Λιβύῃ χωρίον. τούτων τὰ μὲν ἀμφὶ Σικελίαν Σικελικὴ γραφὴ δηλοῖ, τὰ δ᾽ ἐν Ἰβηρίᾳ γενόμενα Ἰβηρική, καὶ ὅσα Ἀννίβας ἐς Ἰταλίαν ἐσβαλὼν ἔπραξεν, Ἀννιβαϊκὴ: τὰ δ᾽ ἐν Λιβύῃ γενόμενα ἀπ᾽ ἀρχῆς ἥδε συνάγει.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: