previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[109] ἐπανιόντι δὲ τῷ Σκιπίωνι μετὰ τοῦ Φαμέου στρατὸς ἀπήντα, καὶ τὸν Σκιπίωνα ηὐφήμουν ὡς ἐπὶ θριάμβῳ. Μανίλιος δ᾽ ὑπερηδόμενός τε, καὶ οὐκέτι τὴν ἐπάνοδον αἰσχρὰν ἐπὶ τῷδε ἡγούμενος, οὐδ᾽ Ἀσδρούβαν ἕψεσθαι προσδοκῶν καταπεπληγμένον, ἀνεζεύγνυεν αὐτίκα δι᾽ ἔνδειαν, ἑπτακαιδεκάτην ἡμέραν ἀντὶ πεντεκαίδεκα ἔχων. τρισὶ δ᾽ ἄλλαις ἐχρῆν κακοπαθοῦντα ἐπανελθεῖν. οὖν Σκιπίων τόν τε Φαμέαν καὶ Γολόσσην καὶ τοὺς ὑφ᾽ ἑκατέρῳ λαβὼν ἱππέας, προσλαβὼν δέ τινας καὶ τῶν Ἰταλικῶν, ἐς πεδίον ἠπείχθη τὸ καλούμενον μέγα βάραθρον, καὶ πολλὴν ἐξ αὐτοῦ λείαν τε καὶ ἀγορὰν ἧκε φέρων τῷ στρατῷ περὶ νύκτα. Μανίλιος δὲ πυθόμενός οἱ διάδοχον ἐπιέναι Καλπούρνιον Πίσωνα, προέπεμπεν ἐς Ῥώμην Σκιπίωνα μετὰ Φαμέου: καὶ στρατὸς ἐπὶ τὴν ναῦν καταθέοντες ηὐφήμουν τὸν Σκιπίωνα, καὶ ηὔχοντο ὕπατον ἐς Λιβύην ἐπανελθεῖν ὡς μόνον αἱρήσοντα Καρχηδόνα. θεόληπτος γάρ τις αὐτοῖς ἥδε δόξα ἐνέπιπτε, Σκιπίωνα μόνον αἱρήσειν Καρχηδόνα: καὶ πολλοὶ ταῦτα τοῖς οἰκείοις ἐς Ῥώμην ἐπέστελλον. δὲ βουλὴ Σκιπίωνα μὲν ἐπῄνει, Φαμέαν δ᾽ ἐτίμησαν ἁλουργίδι καὶ ἐπιπορπήματι χρυσῷ καὶ ἵππῳ χρυσοφαλάρῳ καὶ πανοπλίᾳ καὶ ἀργυρίου δραχμαῖς μυρίαις, ἔδωκαν δὲ καὶ μνῶν ἑκατὸν ἀργύρωμα καὶ σκηνὴν καὶ κατασκευὴν ἐντελῆ. καὶ ἐπήλπισαν περὶ πλειόνων, εἰ τὰ λοιπὰ τοῦ πολέμου συνεκπονήσειεν αὑτοῖς. δ᾽ ὑποσχόμενος ἐς Λιβύην διέπλευσεν ἐς τὸ Ῥωμαιων στρατόπεδον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: