previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[41] οὕτω μὲν Ἀννίβας ἐξέτασσε, Σκιπίωνι δ᾽ ἦσαν ἀμφὶ τοὺς δισμυρίους καὶ τρισχιλίους, ἱππεῖς δ᾽ Ἰταλῶν καὶ Ῥωμαίων χίλιοι καὶ πεντακόσιοι. συνεμάχει δὲ Μασσανάσσης ἱππεῦσι Νομάσι πολλοῖς, καὶ Δακάμας ἕτερος δυνάστης ἱππεῦσιν ἑξακοσίοις. τὸ μὲν οὖν πεζὸν ἐς τρεῖς καὶ ὅδε τάξεις ἐπέταττεν ὁμοίως Ἀννίβᾳ, λόχους δ᾽ ὀρθίους ἐποιεῖτο πάντας, ἵνα δι᾽ αὐτῶν οἱ ἱππεῖς εὐχερῶς διαθέοιεν. ἐφίστη δ᾽ ἑκάστῳ λόχῳ προμάχους κατὰ μέτωπον, οἳ ξύλα παχέα διπήχη μάλιστα, πυκνὰ καὶ τὰ πολλὰ αὐτῶν σεσιδηρωμένα, ἔμελλον ὡς καταπέλτας ἐκ χειρὸς ἐς τοὺς ἐλέφαντας ἐπιόντας ἀφήσειν. παρήγγελτο δ᾽ αὐτοῖς τε καὶ τοῖς ἄλλοις πεζοῖς ἐκκλίνειν τὴν ὁρμὴν τῶν θηρίων, καὶ περιθέοντας ἀκοντίζειν ἐς αὐτὰ συνεχῶς, καὶ προσπελάζοντας, ὅτε δύναιντο, ὑποτέμνειν τὰ νεῦρα. οὕτω μὲν οἱ πεζοὶ διετετάχατο τῷ Σκιπίωνι: τοὺς δ᾽ ἱππέας τοὺς μὲν Νομαδικοὺς ἐπέστησε τοῖς κερασιν, εἰθισμένους τὴν τῶν ἐλεφάντων ὄψιν καὶ ὀδμὴν φέρειν, τοὺς δὲ Ἰταλικοὺς διὰ τὸ ἄηθες ὀπίσω πάντων, ἑτοίμους ἐπελθεῖν διὰ τῶν διαστημάτων, ὅτε τὴν πρώτην τῶν ἐλεφάντων ὁρμὴν ὑπομείνειαν οἱ πεζοί. παρ᾽ ἕκαστον δὲ τῶν ἱππέων τῶνδε ὑπηρέτης ἦν πολλὰ ἀκόντια φέρων, οἷς ἐπενόει τὰ θηρία ἀμύνεσθαι. οὕτω μὲν αὐτῷ καὶ ἵππος εἶχε, παρεδίδου δὲ τὸ μὲν δεξιὸν Λαιλίῳ, τὸ δὲ λαιὸν Ὀκταουιῳ. ἐν δὲ τοῖς μέσοις ἤστην αὐτός τε καὶ Ἀννίβας, κατὰ δόξαν ἀλλήλων, ἔχοντες ἀμφ᾽ αὑτοὺς ἱππέας, ἐπικουρεῖν ὅπῃ τι πονούμενον ἴδοιεν, μὲν Ἀννίβας τετρακισχιλίους, δὲ Σκιπίων δισχιλίους, καὶ τοὺς τριακοσίους Ἰταλοὺς οὓς αὐτὸς ὥπλισεν ἐν Σικελίᾳ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: