previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] οὐ πολὺ δὲ ὕστερον οἱ Καρχηδόνιοι στρατεύουσιν ἐς Ἰβηρίαν, καὶ αὐτὴν κατὰ μέρος ὑπήγοντο, μέχρι Ζακανθαίων ἐπὶ Ῥωμαίους καταφυγόντων Καρχηδονίοις ὅρος ἐν Ἰβηρίᾳ γίγνεται, μὴ διαβαίνειν τὸν Ἴβηρα ποταμόν. καὶ τάσδε αὖ τὰς σπονδὰς ἔλυσαν Καρχηδόνιοι, περάσαντες Ἀννίβου σφῶν ἡγουμένου. διαβάντες δέ, μὲν Ἀννίβας διαστρατηγεῖν ἑτέροις τὰ ἐν Ἰβηρία καταλιπὼν ἐς τὴν Ἰταλίαν ἐσέβαλε: στρατηγοὶ δὲ Ῥωμαίων ἐν Ἰβηρίᾳ, Πόπλιός τε Κορνήλιος Σκιπίων καὶ Γναῖος Κορνήλιος Σκιπίων, ἀλλήλοιν ἀδελφώ, λαμπρὰ ἔργα ἀποδεικνυμένω θνήσκετον ἄμφω πρὸς τῶν πολεμίων. καὶ οἱ μετ᾽ αὐτοὺς στρατηγοὶ κακῶς ἔπραττον, μέχρι Σκιπίων Ποπλίου Σκιπίωνος τοῦδε τοῦ περὶ Ἰβηρίαν ἀναιρεθέντος υἱὸς ἐπιπλεύσας, καὶ δόξαν ἅπασιν ἐμβαλὼν ὡς ἥκοι κατὰ θεὸν καὶ δαιμονίῳ χρῷτο συμβούλῳ περὶ ἁπάντων, ἐκράτει τε λαμπρῶς, καὶ ἐπὶ δόξης ἐκ τοῦδε πολλῆς γενόμενος τὴν μὲν στρατηγίαν τοῖς ἐς διαδοχὴν ἐπιπεμφθεῖσι παρέδωκεν, ἐς δὲ Ῥώμην ἐπανελθῶν ἠξίου πεμφθῆναι στρατηγὸς ἐς Λιβύην ὡς ἀναστήσων Ἀννίβαν ἐξ Ἰταλίας καὶ Καρχηδονίοις δίκην ἐπιθήσων ἐν τῇ πατρίδι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: