previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] καὶ Μασσανάσσης μὲν Καρχηδονιοις οὕτως ἐπολέμει, δὲ Σκιπίων, ἐπεί οἱ πάντα εὐτρεπῆ ἐγεγένητο ἐν Σικελίᾳ, ἔθυε Διὶ καὶ Ποσειδῶνι, καὶ ἐς Λιβύην ἀνήγετο ἐπὶ νεῶν μακρῶν μὲν δύο καὶ πεντήκοντα φορτίδων δὲ τετρακοσίων: κέλητές τε καὶ λέμβοι πολλοὶ συνείποντο αὐτῷ. καὶ στρατιὰν ἦγε πεζοὺς μὲν ἑξακισχιλίους ἐπὶ μυρίοις, ἱππέας δὲ χιλίους καὶ ἑξακοσίους. ἐπήγετο δὲ καὶ βέλη καὶ ὅπλα καὶ μηχανήματα ποικίλα καὶ ἀλορὰν πολλήν. καὶ Σκιπίων μὲν ὧδε διέπλει, Καρχηδόνιοι δὲ καὶ Σύφαξ πυνθανόμενοι ἔγνωσαν ἐν τῷ παρόντι ὑποκρίνασθαί τε Μασσανάσσην καὶ ἐς φιλίαν ὑπαγαγέσθαι, μέχρι ὅτου Σκιπίωνος ἐπικρατήσαιεν. δ᾽ οὐκ ἠγνόει μὲν ἐξαπατώμενος, ἀντενεδρεύων δέ, καὶ μηνύων πάντα τῷ Σκιπίωνι, ἧκε πρὸς τὸν Ἀσδρούβαν ὡς συνηλλαγμένος μετὰ τῶν ἰδίων ἱππέων. καὶ ἐστρατοπέδευον οὐ μακρὰν ἀπ᾽ ἀλλήλων Ἀσδρούβας τε καὶ Σύφαξ καὶ Μασσανάσσης περὶ Ἰτύκην πόλιν, ἐς ἣν Σκιπίων καταχθεὶς ὑπ᾽ ἀνέμων καὶ αὐτὸς ἐστρατοπέδευσε περὶ αὐτήν. οὐ πολὺ δ᾽ ἀπεῖχεν Ἀσδρούβας αὐτοῦ, στρατιὰν ἔχων ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας ἑπτακισχιλίους καὶ ἐλέφαντας ἑκατὸν ἐπὶ τεσσαράκοντα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: