previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. τε οὖν Πομπήιος μάλα ἀσμένωςοὐκ ἐγώ,’ ἔφη, ‘μόνος, Κυιρῖται, τὰ γεγραμμένα δοκιμάζω, ἀλλὰ καὶ ἄλλη βουλὴ πᾶσα, δι᾽ ὧν οὐχ ὅτι τοῖς μετ᾽ ἐμοῦ ἀλλὰ καὶ τοῖς μετὰ τοῦ Μετέλλου συστρατευσαμένοις ποτὲ γῆν δοθῆναι ἐψηφίσατο. [2] τότε μὲν οὖν ῾οὐ γὰρ ηὐπόρει τὸ δημόσιον᾽ εἰκότως δόσις αὐτῆς ἀνεβλήθη: ἐν δὲ δὴ τῷ παρόντι ῾παμπλούσιον γὰρ ὑπ᾽ ἐμοῦ γέγονἐ προσήκει καὶ ἐκείνοις τὴν ὑπόσχεσιν καὶ τοῖς ἄλλοις τὴν ἐπικαρπίαν τῶν κοινῶν πόνων ἀποδοθῆναι.’ [3] ταῦτ᾽ εἰπὼν ἐπεξῆλθέ τε καθ᾽ ἕκαστον τῶν γεγραμμένων, καὶ πάντα αὐτὰ ἐπῄνεσεν, ὥστε τὸν ὅμιλον ἰσχυρῶς ἡσθῆναι. οὖν Καῖσαρ ἰδὼν τοῦτο ἐκεῖνόν τε ἐπήρετο εἰ βοηθήσοι οἱ προθύμως ἐπὶ τοὺς τἀναντία σφίσι πράττοντας, καὶ τῷ πλήθει παρῄνεσε προσδεηθῆναι πρὸς τοῦτο [4] αὐτοῦ. γενομένου δὲ τούτου ἐπαρθεὶς Πομπήιος, [p. 206] ὅτι τῆς παρ᾽ ἑαυτοῦ ἐπικουρίας, καίπερ μηδεμίαν ἡγεμονίαν ἔχοντος, καὶ ὕπατος καὶ ὅμιλος ἔχρῃζεν, ἄλλα τε πολλὰ ἀνατιμῶν τε καὶ ἀποσεμνύνων ἑαυτὸν διελέξατο, καὶ τέλος εἶπεν ὅτι, ἄν τις τολμήσῃ ξίφος ἀνελέσθαι, [5] καὶ ἐγὼ τὴν ἀσπίδα ἀναλήψομαι. ταῦθ᾽ οὕτως ὑπὸ τοῦ Πομπηίου λεχθέντα καὶ Κράσσος ἐπῄνεσεν. ὥστ᾽ εἰ καί τισι τῶν ἄλλων μὴ ἤρεσκεν, ... οι ἄλλως τε ἄνδρες ἀγαθοὶ νομιζόμενοι καὶ πρὸς τὸν Καίσαρα ἐχθρῶς, ὥς γε καὶ ἐδόκουν σφίσιν, ἔχοντες ῾οὐ γάρ πω καταλλαγὴ αὐτῶν ἔκδηλος ἦν᾽ συνῄνουν οἷς ἐγεγράφει, πρόθυμοι πρὸς τὴν τοῦ νόμου κύρωσιν ἐγένοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: