previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

41. ἀντειπεῖν ὑμῶν 1 νομίζω: εἰ δ᾽ ὅτι μήτε ἐξήτασται περὶ τοῦ πολέμου τούτου παρὰ 2 τῇ βουλῇ καὶ παρὰ τῷ δήμῳ μὴ ἐψήφισται, διὰ τοῦτό τις ἧττον οἴεται δεῖν ἡμᾶς προθυμηθῆναι, λογισάσθω τοῦθ᾽, 3 ὅτι πάντες οἱ πόλεμοι ὅσοι πώποτε γεγόνασιν ἡμῖν, οἱ μὲν ἐκ παρασκευῆς καὶ προεπαγγέλσεως [2] οἱ δὲ καὶ ἐπὶ καιροῦ συμβεβήκασι. καὶ διὰ τοῦτο ὅσα μὲν ἂν 4 οἴκοι τε μενόντων ἡμῶν καὶ τὴν ἡσυχίαν ἀγόντων κινηθῇ καὶ ἐκ πρεσβείας τινὸς τὴν ἀρχὴν τῶν ἐγκλημάτων λάβῃ, καὶ σκέψιν ὑπὲρ αὐτῶν καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι γίγνεσθαι καὶ ψῆφον ἐπάγεσθαι, καὶ μετὰ τοῦτο τούς τε ὑπάτους καὶ στρατηγοὺς προστάττεσθαί [3] σφισι καὶ τὰς δυνάμεις ἐκπέμπεσθαι: ὅσα δ᾽ ἂν ἐξεληλυθότων ἤδη καὶ ἐξεστρατευμένων τινῶν ἐκφανῇ, ταῦτ᾽ οὐκέτ᾽ ἐς διαγνώμην ἄγεσθαι χρή, ἀλλ᾽ ὡς καὶ δεδογμένα καὶ κεκυρωμένα ὑπ᾽ αὐτῆς τῆς χρείας προκαταλαμβάνεσθαι πρὶν αὐξηθῆναι. [4]

τίνος μὲν ἕνεκα ὑμᾶς ἐνταῦθ᾽ δῆμος ἐξέπεμψεν, τίνος δ᾽ ἕνεκα ἐμὲ μετὰ τὴν ὑπατείαν εὐθὺς ἔστειλε, τοῦτο μὲν ἐπὶ πέντε ἔτη καθάπαξ, μήπω πρότερον ἐγεγόνει, ἄρχειν ἑλόμενος, τοῦτο δὲ τέσσαρσι στρατοπέδοις ὁπλίσας, εἰ μὴ καὶ [5] πολεμῆσαι πάντως ἡμᾶς δεήσειν ἐνόμιζεν; οὐ γάρ που ἵνα μάτην τρεφώμεθα, οὐδ᾽ ἵνα τάς τε πόλεις [p. 288] τὰς συμμαχίδας καὶ τὴν χώραν τὴν ὑπήκοον περιιόντες χαλεπώτεροι καὶ τῶν πολεμίων αὐτοῖς γιγνώμεθα, — οὐδ᾽ ἂν εἷς ταῦτα φήσειεν, — ἀλλ᾽ ἵνα τὴν οἰκείαν φυλάξωμεν, ἵνα 5 τὴν τῶν πολεμίων πορθήσωμεν, ἵν᾽ ἄξιόν τι καὶ τοῦ πλήθους καὶ [6] τῶν ἀναλωμάτων ἐργασώμεθα. οὐκοῦν ἐν τούτῳ καὶ οὗτος πόλεμος καὶ πᾶς ὁστισοῦν ἄλλος καὶ ἐπιτέτραπται ἡμῖν καὶ ἐγκεχείρισται. καὶ πάνυ γε φρονίμως ἐποίησαν ἐφ᾽ ἡμῖν τὸ τίσι πολεμητέον εἶναι διαγνῶναι καταλιπόντες καὶ μὴ αὐτοὶ τὸν πόλεμον ψηφισάμενοι. οἱ μὲν γὰρ οὔτ᾽ ἀκριβῶσαι τὰ τῶν συμμάχων τοσοῦτον 6 αὐτῶν ἀφεστηκότες ἠδυνήθησαν ἄν, καὶ πρὸς εἰδότας καὶ προπαρεσκευασμένους 7 τοὺς πολεμίους οὐκ ἂν [7] ὁμοίως ἐπιτηδείως προσηνέχθησαν: ἡμεῖς δὲ δὴ κριταὶ ἅμα καὶ λειτουργοὶ τοῦ πολέμου γιγνόμενοι, καὶ προσέτι καὶ ἐπ᾽ αὐτοφώρους τοὺς ἐχθροὺς τὰ ὅπλα εὐθὺς ἐπιφέροντες, οὔτ᾽ ἀνεξετάστως οὔτ᾽ ἀδίκως οὔτ᾽ ἀπροφυλάκτως αὐτὸν ποιησόμεθα.

1 u(mw=n Bk., u(mi=n L.

2 para\ Rk., para/ te L.

3 tou=q' Pflugk, tau=q' L.

4 a)\n added by Bk.

5 i(/na added by Bk.

6 tosou=ton Cobet, kai\ tosou=ton L.

7 propareskeuasme/nous Pflugk, pro\s pareskeuasme/nous L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: