previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

45.

Ὥσθ᾽ ὅτι μὲν δικαιότατα ἂν αὐτῷ πολεμήσαιμεν, οὐδένα ἀμφισβητήσειν οἴομαι: ὅτι δὲ οὔτε ἄμαχος οὔτε δυσπολέμητός ἐστιν, ὁρᾶτε μὲν καὶ ἐκ τῶν ἄλλων τῶν ὁμοφύλων αὐτῷ, οὓς πολλάκις μὲν καὶ πρότερον, ῥᾷστα δὲ καὶ νῦν ἐνικήσαμεν, λογίζεσθε δὲ καὶ ἐξ ὧν περὶ αὐτοῦ [2] ἐκείνου πυνθανόμεθα. οὔτε γὰρ ἄλλως δύναμίν τινα οἰκείαν συνεστηκυῖαν καὶ συγκεκροτημένην ἔχει: νῦν τε, ἅτε μηδὲν δεινὸν προσδοκῶν, καὶ παντελῶς ἀπαράσκευός ἐστιν. οὐ τοίνυν οὐδὲ ἐκ τῶν ὁμοχώρων ἄν τις αὐτῷ 1 προθύμως, οὐδ᾽ εἰ [3] πάνυ ἐπαγγέλλεται, βοηθήσειε: τίς μὲν γὰρ ἂν ἕλοιτο ἐκείνῳ συμμαχήσας πολεμῆσαι ἡμῖν, μηδὲν ὑφ᾽ ἡμῶν λελυπημένος; πῶς δ᾽ οὐκ ἂν μᾶλλον ἡμῖν πάντες ἐκείνῳ συναράμενοι τήν τε τυραννίδα αὐτοῦ ὅμορόν σφισιν οὖσαν καταλῦσαι καὶ [p. 296] τῆς χώρας μέρος τι παρ᾽ ἡμῶν προσλαβεῖν ἐθελήσειαν; [4] εἰ δὲ δὴ καὶ συσταῖέν τινες, οὔτι γε καὶ κρείττους ἂν ἡμῶν γένοιντο. ἵνα γὰρ τἆλλα ἐάσω, τὸ πλῆθος ἡμῶν, τὴν ἡλικίαν, τὴν ἐμπειρίαν, τὰ ἔργα, ἐκεῖνό γε τίς οὐκ οἶδεν, ὅτι ἡμεῖς μὲν κατὰ πᾶν 2 ὁμοίως τὸ σῶμα ὡπλίσμεθα, ἐκεῖνοι δὲ δὴ γυμνοὶ τὸ πλεῖστόν εἰσι, καὶ ἡμεῖς μὲν καὶ λογισμῷ καὶ τάξει χρώμεθα, ἐκεῖνοι δὲ δὴ θυμῷ [5] πρὸς πάντα ἀσύντακτοι φέρονται; μὴ γάρ τοι μήτε τὴν ὁρμὴν αὐτῶν μήτε τὸ μέγεθος τῶν σωμάτων τῆς βοῆς φοβηθῆτε. φωνή τε γὰρ οὐδένα πώποτε ἀνθρώπων ἀπέκτεινε, καὶ τὰ σώματα αὐτῶν δρᾶν μὲν οὐδὲν πλέον, ἅτε τὰς αὐτὰς ἡμῖν χεῖρας ἔχοντα, πάσχειν δὲ πολὺ πλείω, ἅτε καὶ μεγάλα καὶ γυμνὰ ὄντα, δυνήσεται: τε ὁρμὴ ἄμετρος καὶ προπετὴς τὸ κατ᾽ ἀρχὰς οὖσα καὶ

1 au)tw=| R. Steph., au)to\n L.

2 pa=n Rk., panq' L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: