previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

47. ταῦτα τοῦ Καίσαρος εἰπόντος οὐ μόνον οὐδεὶς ἀντεῖπεν, εἰ καὶ τὰ μάλιστά τινες 1 τἀναντία σφίσιν ἐγίγνωσκον, ἀλλὰ καὶ συνῄνεσαν πάντες, καὶ οὐχ ἥκιστα οἱ 2 δι᾽ ὑποψίας αὐτῷ ὄντες, λογοποιεῖν ἤκουσαν. καὶ τούς γε 3 στρατιώτας οὐ χαλεπῶς ἔπεισαν πειθαρχῆσαι, τοὺς μὲν ἐκ τοῦ προκεκρίσθαι προθυμουμένους, τοὺς δ᾽ ἄλλους [2] δι᾽ ἐκείνους φιλοτιμουμένους. ἐξαίρετον δὲ δὴ τὸ δέκατον στράτευμα ἐποιήσατο, ὅτι εὔνοιάν πως ἀεὶ αὐτοῦ εἶχεν. οὕτω δὲ δὴ τὰ πολιτικὰ στρατόπεδα πρὸς τὴν τῶν καταλόγων τάξιν ὠνομάζετο: ὅθενπερ καὶ νῦν ὁμοίως τὰ νῦν ὄντα τὰς ἐπικλήσεις ἔχει. [3] ὡρμημένων οὖν αὐτῶν Καῖσαρ οὐκέτι κατὰ χώραν ἔμεινε, μὴ καὶ χρονίσαντες ἀμβλύτεροι αὖθις γένωνται, ἀλλ᾽ εὐθὺς ἄρας ἐπὶ τὸν Ἀριόουιστον ἤλασε. καὶ οὕτω γε 4 αὐτὸν τῷ αἰφνιδίῳ τῆς ἐφόδου κατέπληξεν ὥστε καὶ ἐς λόγους οἱ [4] ὑπὲρ εἰρήνης ἐλθεῖν κατηνάγκασεν. οὐ μέντοι καὶ συνέβησαν: αὐτός τε γὰρ πάντα προστάξαι καὶ ἐκεῖνος οὐδὲν ὑπακοῦσαι ἠθέλησεν. τε οὖν πόλεμος συνερρώγει, καὶ μετέωροι οὐ μόνον αὐτοὶ [p. 300] ἑκάτεροι ἀλλὰ καὶ οἱ σύμμαχοι οἵ τε πολέμιοί σφων οἱ ἐκείνῃ πάντες ἦσαν, τήν τε μάχην αὐτῶν ὅτι τάχιστα ἔσεσθαι καὶ τοῖς ἅπαξ κρατήσασι [5] καὶ τἆλλα δουλεύσειν 5 νομίζοντες. προεῖχον δὲ οἱ μὲν βάρβαροι τῷ τε πλήθει καὶ τοῖς μεγέθεσιν, οἱ δὲ δὴ Ῥωμαῖοι τῇ τε ἐμπειρίᾳ καὶ ταῖς ὁπλίσεσι: καί πως καὶ πρὸς τὸν θυμὸν τῶν Κελτῶν, τήν τε ἄκριτον καὶ προπετῆ αὐτῶν ὁρμήν, ἀντίρροπον τὸ τοῦ Καίσαρος φρόνημα εὑρίσκετο, ὥστε ἰσοπαλεῖς ἐκ τούτων ὄντες καὶ τὰς ἐλπίδας τήν τε ἐπ᾽ αὐταῖς προθυμίαν ἰσοστασίας ἐποιοῦντο.

1 tines Rk., tines e)s L.

2 oi( R. Steph., h)\ L.

3 ge Bk., te L.

4 ge Bk., te L.

5 douleu/sein H. Steph., douleu/ein L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: