previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

46. ἐκκενοῦται ῥᾳδίως καὶ ἐπ᾽ ὀλίγον ἀνθεῖ. πεπειραμένοις δέ που ὧν λέγω καὶ νενικηκόσιν ὑμῖν τοὺς ὁμοίους αὐτοῖς ταυτὶ παραινῶ, ὥσθ᾽ ὑμᾶς μήτε τῷ λόγῳ δοκεῖν ὑπ᾽ ἐμοῦ παράγεσθαι, καὶ τῷ ἔργῳ ἐχυρωτάτην τὴν ἐλπίδα τῆς νίκης ἐκ [2] τῶν προκατειργασμένων ποιεῖσθαι. καὶ μέντοι καὶ τῶν Γαλατῶν αὐτῶν τῶν ὁμοίων σφίσι συχνοὶ ἡμῖν συμμαχήσουσιν, ὥστ᾽ εἰ καί τι φοβερὸν τὰ ἔθνη ταῦτα εἶχε, τοῦτο καὶ ἡμῖν καὶ ἐκείνοις 1 ὑπάρξει.

Ταῦτ᾽ οὖν αὐτοί τε οὕτω λογίζεσθε καὶ τοὺς [3] ἄλλους διδάσκετε: ὡς εἴ γε καὶ ὑμῶν τινες ἄλλως πως φρονοῦσιν, ἀλλ᾽ ἔγωγε καὶ ὣς πολεμήσω, οὐδὲ ἐγκαταλείψω ποτὲ τὴν τάξιν ἣν ἐτάχθην [p. 298] ὑπὸ τῆς πατρίδος. καί μοι 2 τὸ δέκατον στρατόπεδον ἀρκέσει: καὶ γὰρ εὖ οἶδ᾽ ὅτι κἂν διὰ πυρὸς [4] δέῃ καὶ γυμνοὶ χωρήσουσι προθύμως. οἱ δὲ δὴ ἄλλοι τὴν ταχίστην ἀπαγάγετε, μηδέ μοι μάτην ἐνταῦθα τρύχεσθε, 3 τά τε κοινὰ εἰκῇ ἀναλίσκοντες καὶ τῶν ἀλλοτρίων πόνων μεταποιούμενοι, τήν τε λείαν τὴν 4 ὑφ᾽ ἑτέρων κτωμένην σφετεριζόμενοι.

1 e)kei/nois R. Steph., e)kei/nwn L.

2 kai/ moi Pflugk, kai/ toi L.

3 tru/xesqe Bk., e)ntru/xesqe L.

4 th\n Rk., kai\ th\n L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: