previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4. κἀκ τούτου οὐδ᾽ ἄλλο τι τῇ γερουσίᾳ ἐν τῇ ἀρχῇ ταύτῃ ἐπεκοινώνησεν, ἀλλ᾽ ἐς τὸν δῆμον [2] ἄντικρυς πάνθ᾽ ὅσα ἐβούλετο ἐσέφερεν. ἐθελήσας δ᾽ οὖν καὶ ὣς ὁμογνώμονας τῶν πρώτων τινὰς ἐν τῇ ἐκκλησίᾳ λαβεῖν ῾καὶ γὰρ ἤλπιζε μετεγνωκέναι τε αὐτοὺς καί πῃ καὶ τὸ πλῆθος φοβηθήσεσθαἰ ἤρξατο ἀπὸ τοῦ συνάρχοντος, καὶ ἐπύθετο αὐτοῦ [3] εἰ τὰ τοῦ νόμου μέμφοιτο. ἐπεί τ᾽ ἐκεῖνος οὐδὲν ἀπεκρίνατο πλὴν ὅτι οὐκ ἂν ἀνάσχοιτο ἐν τῇ ἑαυτοῦ ἀρχῇ νεωτερισθῆναί τι, αὐτός τε πρὸς ἱκετείαν αὐτοῦ ἐτράπετο καὶ τὸν ὅμιλον συνδεηθῆναί οἱ ἔπεισεν, εἰπὼν ὅτι ἕξετε τὸν νόμον ἂν οὗτος ἐθελήσῃ. οὖν Βίβουλος μέγα ἀναβοήσαςοὐχ ἕξετε,’ ἔφη, ‘τὸν νόμον τοῦτον ἐν τῷ ἔτει τούτῳ, οὐδ᾽ ἂν πάντες ἐθελήσητε.’ [4] καὶ μὲν ταῦτ᾽ εἰπὼν ἀπηλλάγη: δὲ δὴ Καῖσαρ τῶν μὲν ἄλλων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων [p. 204] οὐδένα ἔτι διήρετο, δείσας μὴ καὶ ἐκείνων τις ἐναντιωθῇ οἱ, τὸν δὲ δὴ Πομπήιον τόν τε Κράσσον καίπερ ἰδιωτεύοντας παραγαγὼν ἐκέλευσε γνώμην [5] περὶ τῶν γεγραμμένων ἀποφήνασθαι, οὐχ ὅτι οὐκ ἠπίστατο τὴν διάνοιαν αὐτῶν ῾σύμπαντα γὰρ κοινῇ ἔπραττον᾽ ἀλλ᾽ ἵνα αὐτοῖς τε ἐκείνοις τιμήν, ὅτι καίτοι μηδεμίαν ἀρχὴν ἔχουσιν συμβούλοις περὶ τοῦ νόμου χρῷτο, προσθείη, καὶ τοὺς ἄλλους προσκαταπλήξῃ, ὁμογνώμονας τοὺς πρώτους τε ὁμολογουμένως ἐν τῇ πόλει τότε ὄντας καὶ μέγιστον παρὰ πάντας δυναμένους [6] λαβών, τῷ τε πλήθει καὶ κατ᾽ αὐτὸ τοῦτο χαρίσαιτο, τεκμηριῶν ὅτι μήτ᾽ ἀτόπου μήτ᾽ ἀδίκου τινὸς ὀρέγοιντο, ἀλλ᾽ ὧν καὶ ἐκεῖνοι καὶ δοκιμασταὶ καὶ ἐπαινέται γίγνοιντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: