previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

34. οὕτω μὲν δὴ τὸν πρῶτον πόλεμον Καῖσαρ ἐπολέμησεν, ἀρξάμενος δὲ ἐκεῖθεν οὐχ ἡσύχασεν, ἀλλ᾽ αὐτός τε τὸ ἑαυτοῦ βούλημα 1 ἅμα ἀπεπλήρωσε καὶ τοῖς συμμάχοις ἐχαρίσατο. οἵ τε γὰρ Σηκουανοὶ καὶ οἱ Αἴδουοι τήν τε ἐπιθυμίαν αὐτοῦ ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι, ἐκείνῳ τε εὐεργεσίαν ἅμα καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι τιμωρήσασθαι [2] ἠθέλησαν: τὸν γὰρ Ῥῆνον πάλαι ποτὲ διαβάντες τῆς τε χώρας αὐτῶν τινα παρετέτμηντο καὶ αὐτοὺς 2 ὑποτελεῖς ἐπεποίηντο, ὁμήρους σφῶν ἔχοντες. καὶ ἐτύγχανον γὰρ δεόμενοι ὧν ὠρέγετο, ῥᾳδίως αὐτὸν ἀνέπεισαν ἐπικουρῆσαί σφισιν. [3] ἦρχε μὲν γὰρ Ἀριόουιστος τῶν Κελτῶν ἐκείνων, καὶ τήν τε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει, καὶ ἐς τοὺς φίλους τούς τε συμμάχους αὐτῶν ὑπ᾽ αὐτοῦ τοῦ Καίσαρος ὑπατεύοντος ἐσεγέγραπτο: 3 πρὸς δὲ δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπ᾽ αὐτῆς 4 ἰσχὺν οὐδὲν [p. 270] τούτων ἐφρόντισε, πλὴν καθ᾽ ὅσον παρὰ τοῦ βαρβάρου πρόφασιν τῆς διαφορᾶς, μὴ καὶ προϋπάρχειν [4] τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν ἠθέλησε. καὶ διὰ τοῦτο μετεπέμψατο αὐτὸν ὡς καὶ διαλεχθῆναί τι αὐτῷ δεόμενος. ἐπειδή τε οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ ἔφη ὅτιεἴ τί μοι βούλεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω: οὔτε γὰρ ἄλλως καταδεέστερος αὐτοῦ εἰμι, καὶ τὸν χρείαν τινὸς ἔχοντα [5] αὐτὸν πρὸς ἐκεῖνον ἀφικνεῖσθαι δεῖ,’ ὀργήν τε ὡς καὶ πάντας τοὺς Ῥωμαίους προπεπηλακικότος αὐτοῦ ἐν τούτῳ ἐποιήσατο, καὶ παραχρῆμα τούς τε ὁμήρους τῶν συμμάχων ἀπῄτησεν αὐτόν, καὶ προσαπηγόρευσεν αὐτῷ μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν μήτ᾽ ἐπικουρίας οἴκοθεν ἐπάγεσθαι. [6] ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι καὶ καταπλήξειν αὐτόν, ἀλλ᾽ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου καὶ μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι ἤλπισεν. ὅπερ ἐγένετο: ἀχθεσθεὶς γὰρ βάρβαρος τοῖς ἐπιτάγμασι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο, ὥστε τὸν Καίσαρα λόγους μὲν μηκέτ᾽ αὐτῷ ἀντιπέμψαι, τὸν δὲ δὴ Οὐεσοντίωνα, τὴν τῶν Σηκουανῶν πόλιν, εὐθύς, καὶ πρὶν αἰσθέσθαι 5 τινά, προκατασχεῖν.

1 bou/lhma Bk., bou/leuma L.

2 au)tou\s Bk., e(autoi=s L, e(autou\s UG.

3 e)sege/grapto Bs., e)/grapto L.

4 a)p' au)th=s Bk., a)p' au)tw=n L.

5 ai)sqe/sqai UG, ai)sqhqh/sesqai L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: